<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2:2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2:2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2" type="edition" xml:lang="grc"><div n="2" subtype="section" type="textpart"><p rend="indent"><said who="#Ἀυτόβουλος"><label>ΑΥΤΟΒΟΥΛΟΣ.</label>. καὶ μὴν ἐκεῖθεν, ὦ φίλε Σώκλαρε, φασὶν ἥκειν ἐπʼ
ἀνθρώπους τὴν ἀπάθειαν καὶ τὴν ἀγριότητα γευσαμένην φόνου καὶ <milestone n="20" unit="tlnum"/>
προεθισθεῖσαν ἐν ταῖς ἄγραις καὶ τοῖς κυνηγεσίοις αἷμα καὶ τραύματα ζῴων μὴ δυσχεραίνειν ἀλλὰ
<milestone n="959e" unit="stephpage" xml:id="stephpage-959e"/> χαίρειν σφαττομένοις καὶ
ἀποθνήσκουσιν. εἶθʼ ὥσπερ ἐν Ἀθήναις πρῶτός τις ὑπὸ τῶν τριάκοντα συκοφάντης ἀποθανὼν ἐπιτήδειος
ἐλέχθη, καὶ <pb xml:id="v.6.p.13"/> δεύτερος ὁμοίως καὶ τρίτος· ἐκ τούτου δὲ κατὰ μικρὸν ἢδη
προϊόντες ἥπτοντο τῶν ἐπιεικῶν καὶ τέλος οὐδὲ τῶν ἀρίστων ἀπέσχοντο πολιτῶν· οὕτως ὁ πρῶτος ἄρκτον
ἀνελὼν ἢ λύκον εὐδοκίμησε 1 καὶ βοῦς τις <milestone n="5" unit="tlnum"/> ἢ σῦς αἰτίαν ἔσχε
προκειμένων ἱερῶν γευσάμενος ἐπιτήδειος ἀποθανεῖν ἔλαφοι δὲ τοὐντεῦθεν ἤδη καὶ λαγωοὶ καὶ δορκάδες
ἐσθιόμενοι προβάτων καὶ κυνῶν ἐνιαχοῦ καὶ ἵππων κρέα προυξένησαν· <q>τιθασὸν <milestone n="959f" unit="stephpage" xml:id="stephpage-959f"/> δὲ χῆνα καὶ περιστεράν, ἐφέστιον οἰκέτιν</q> τὸ <milestone n="10" unit="tlnum"/>Σοφοκλέους, οὐχ ὡς γαλαῖ καὶ αἴλουροι τροφῆς ἕνεκα διὰ λιμόν, ἀλλʼ ἐφʼ ἡδονῇ
καὶ ὄψῳ διασπῶντες καὶ κατακόπτοντες ὅσον ἐστὶ τῇ φύσει φονικὸν καὶ θηριῶδες ἔρρωσαν καὶ πρὸς οἶκτον
ἀκαμπὲς ἀπειργάσαντο, τοῦ δʼ ἡμέρου τὸ πλεῖστον ἀπήμβλυναν· <milestone n="15" unit="tlnum"/> ὥσπερ
αὖ πάλιν οἱ Πυθαγορικοὶ τὴν πρὸς τὰ θηρία πραότητα μελέτην ἐποιήσαντο πρὸς τὸ φιλάνθρωπον καὶ
φιλοίκτιρμον· ἡ γὰρ συνήθεια δεινὴ <milestone n="960a" unit="stephpage" xml:id="stephpage-960a"/>
τοῖς κατὰ μικρὸν ἐνοικειουμένοις πάθεσι πόρρω προαγαγεῖν τὸν ἄνθρωπον. ἀλλʼ οὐκ οἶδʼ ὅπως ἐν λόγοις
<milestone n="20" unit="tlnum"/> γεγονότες λελήθαμεν οὔτε τῶν χθὲς ἡμῖν γεγονότων οὔτε τῶν τάχα δὴ
γενησομένων σήμερον ἀπηρτημένοις. ἀποφηνάμενοι γὰρ ἐχθές, ὡς οἶσθα, μετέχειν ἁμωσγέπως πάντα τὰ ζῷα
διανοίας καὶ λογισμοῦ παρέσχομεν οὐκ ἄμουσον οὐδʼ ἄχαριν <pb xml:id="v.6.p.14"/> τοῖς θηρατικοῖς
νεανίσκοις περὶ συνέσεως θηρίων ἐνάλων τε καὶ πεζῶν ἅμιλλαν, ἥν, ὡς ἔοικε, σήμερον βραβεύσομεν, ἄν
γε δὴ ταῖς προκλήσεσιν οἱ περὶ <milestone n="960b" unit="stephpage" xml:id="stephpage-960b"/>Ἀριστότιμον καὶ Φαίδιμον ἐμμείνωσιν ἐκείνων γὰρ <milestone n="5" unit="tlnum"/> ὁ μὲν τῆς γῆς, ὡς
διαφέροντα τῷ φρονεῖν ζῷα γεννώσης, ἐπεδίδου τοῖς ἑταίροις συνήγορον ἑαυτόν, ὁ δὲ τῆς
θαλάττης.</said>. <said who="#Σώκλαρος"><label>ΣΩΚΛ.</label>ἐμμένουσιν, ὦ Αὐτόβουλε, καὶ ὅσον οὔπω
πάρεισι συντασσομένους γὰρ αὐτοὺς ἕωθεν <milestone n="10" unit="tlnum"/> ἑώρων. ἀλλʼ εἰ βούλει, πρὸ
τοῦ ἀγῶνος ὅσα τοῖς ἐχθὲς λόγοις προσήκοντα λεχθῆναι καιρὸν οὐκ ἔσχεν ἢ σὺν οἴνῳ καὶ παρὰ πότον οὐ
μετὰ σπουδῆς ἐλέχθη πρὸς αὑτοὺς ἀναλάβωμεν. ἐδόκει γάρ τι πραγματικῶς οἷον ἀντηχεῖν ἐκ τῆς Στοᾶς, ὡς
τῷ θνητῷ <milestone n="15" unit="tlnum"/>
<milestone n="960c" unit="stephpage" xml:id="stephpage-960c"/> τὸ ἀθάνατον ἀντίκειται καὶ τῷ φθαρτῷ
τὸ ἄφθαρτον καὶ σώματί γε τὸ ἀσώματον οὕτως ὑπάρχοντι τῷ λογικῷ χρῆναι τὸ ἄλογον ἀντικεῖσθαι καὶ
ἀνθυπάρχειν καὶ μὴ μόνην ἐν τοσαῖσδε συζυγίαις ἀτελῆ τήνδε λείπεσθαι καὶ πεπηρωμένην. <milestone n="20" unit="tlnum"/></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>