<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2:18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2:18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2" type="edition" xml:lang="grc"><div n="18" subtype="section" type="textpart"><p rend="indent">ἔρωτες δὲ πολλῶν οἱ μὲν ἄγριοι καὶ περιμανεῖς <milestone n="5" unit="tlnum"/>
γεγόνασιν, οἱ δʼ ἔχοντες οὐκ ἀπάνθρωπον ὡραϊσμὸν οὐδʼ ἀναφρόδιτον ὁμιλίαν. οἷος ἦν ὁ τοῦ ἐλέφαντος
ἐν Ἀλεξανδρείᾳ τοῦ ἀντερῶντος Ἀριστοφάνει τῷ γραμματικῷ· τῆς γὰρ αὐτῆς ἤρων στεφανοπώλιδος, καὶ οὐχ
ἧττον ἦν ὁ ἐλέφας διάδηλος· <milestone n="10" unit="tlnum"/> ἔφερε γὰρ αὐτῇ τῆς ὀπώρας ἀεὶ τὰ
πρατήρια παραπορευόμενος, καὶ χρόνον πολὺν ὑφίστατο καὶ τὴν προβοσκίδα τῶν χιτωνίων ἐντὸς ὥσπερ
χεῖρα <milestone n="972e" unit="stephpage" xml:id="stephpage-972e"/> παραβαλὼν ἀτρέμα τῆς περὶ τὸ
στῆθος ὥρας ἔψαυεν. ὁ δὲ δράκων ὁ τῆς Αἰτωλίδος ἐρασθεὶς; ἐφοίτα <milestone n="15" unit="tlnum"/>
νύκτωρ παρʼ αὐτὴν καὶ τοῦ σώματος; ὑποδυόμενος ἐν χρῷ καὶ περιπλεκόμενος οὐδὲν οὔθʼ ἑκὼν οὔτʼ ἄκων
ἔβλαψεν ἀλλὰ καὶ κοσμίως ἀεὶ περὶ τὸν ὄρθρον ἀπηλλάττετο. συνεχῶς δὲ τοῦτο ποιοῦντος αὐτοῦ,
μετῴκισαν οἱ προσοικοῦντες ἀπωτέρω τὴν <milestone n="20" unit="tlnum"/> ἄνθρωπον· ὁ δὲ τρεῖς μὲν ἢ
τέτταρας ἡμέρας οὐκ ἦλθεν ἀλλʼ ὡς ἔοικε περιῄει ζητῶν καὶ πλανώμενος· <milestone n="972f" unit="stephpage" xml:id="stephpage-972f"/> μόλις δέ πως ἐξανευρὼν καὶ περιπεσὼν οὐ πρᾶος ὥσπερ
εἰώθει ἀλλὰ τραχύτερος 1, τῷ μὲν ἄλλῳ σπειράματι τὰς χεῖρας αὐτῆς ἔδησε πρὸς τὸ σῶμα, τῷ <milestone n="25" unit="tlnum"/> δʼ ἀπολήγοντι τῆς οὐρᾶς ἐμαστίγου τὰς κνήμας, ἐλαφράν τινα καὶ φιλόστοργον καὶ
πλέον ἔχουσαν τοῦ κολάζοντος τὸ φειδόμενον ὀργὴν <pb xml:id="v.6.p.48"/> ἀποδεικνύμενος. τὸν δʼ ἐν
Αἰγίῳ παιδεραστοῦντα χῆνα καὶ τὸν ἐπιθυμήσαντα Γλαύκης τῆς κιθαρῳδοῦ κριόν· περιβόητοι γάρ εἰσι καὶ
πολλῶν οἶμαι διηγημάτων τοιούτων διακορεῖς ὑμᾶς εἶναι· διὸ ταῦτα μὲν <milestone n="5" unit="tlnum"/>
ἀφίημι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>