<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2:15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2:15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2" type="edition" xml:lang="grc"><div n="15" subtype="section" type="textpart"><p rend="indent">οὐκ ἀγνοῶ δʼ ὅτι τὸ τῶν παραδειγμάτων <milestone n="10" unit="tlnum"/> ὑμῖν
φανεῖταί τι ποικίλον· οὐκ ἔστι δὲ ῥᾳδίως τῶν εὐφυῶν ζῴων πρᾶξιν εὑρεῖν μιᾶς ἔμφασιν ἀρετῆς ἔχουσαν·
ἀλλʼ ἐμφαίνεται καὶ τῷ φιλοστόργῳ τὸ φιλότιμον αὐτῶν καὶ τῷ γενναίῳ τὸ θυμόσοφον, ἣ τε πανουργία καὶ
τὸ συνετὸν οὐκ ἀπήλλακται τοῦ <milestone n="15" unit="tlnum"/> θυμοειδοῦς καὶ ἀνδρώδους. οὐ μὴν ἀλλὰ
βουλομένοις διαιρεῖν καὶ διορίζειν καθʼ ἕκαστον, ἡμέρου μὲν ἔμφασιν ὁμοῦ καὶ ὑψηλοῦ φρονήματος
ποιοῦσιν οἱ κύνες, ἀποτρεπόμενοι τῶν συγκαθεζομένων ὥς που καὶ ταῦτʼ εἴρηται <milestone n="20" unit="tlnum"/>
<milestone n="970f" unit="stephpage" xml:id="stephpage-970f"/>
<quote rend="blockquote"><l>οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς </l><l>ἕζετο κερδοσύνῃ, σκῆπτρον δὲ οἱ ἔκπεσε χειρός·</l></quote> οὐκέτι γὰρ προσμάχονται τοῖς ὑποπεσοῦσι καὶ γεγονόσι ταπεινοῖς τὰς ἕξεις ὁμοίοις. φασὶ δὲ
καὶ τὸν πρωτεύοντα κύνα τῶν Ἰνδικῶν καὶ μαχεσθέντα <milestone n="25" unit="tlnum"/> πρὸς Ἀλέξανδρον,
ἐλάφου μὲν ἀφιεμένου καὶ κάπρου καὶ ἄρκτου, ἡσυχίαν ἔχοντα κεῖσθαι καὶ <pb xml:id="v.6.p.43"/>
περιορᾶν· ὀφθέντος δὲ λέοντος, εὐθὺς ἐξαναστῆναι καὶ <milestone n="971a" unit="stephpage" xml:id="stephpage-971a"/> διακονίεσθαι, καὶ φανερὸν εἶναι αὑτοῦ ποιούμενον ἀνταγωνιστήν, τῶν δʼ
ἄλλων ὑπερφρονοῦντα πάντων. οἱ δὲ τοὺς δασύποδας διώκοντες, ἐὰν μὲν <milestone n="5" unit="tlnum"/>
αὐτοὶ κτείνωσιν, ἥδονται διασπῶντες καὶ τὸ αἷμα λάπτουσι προθύμως· ἐὰν δʼ ἀπογνοὺς ἑαυτὸν ὁ λαγωός,
ὃ γίγνεται πολλάκις, ὅσον ἔχει πνεύματος εἰς τὸν ἔσχατον ἀναλώσας δρόμον ἐκλίπῃ, νεκρὸν καταλαβόντες
οὐχ ἅπτονται τὸ παράπαν, ἀλλʼ ἵστανται <milestone n="10" unit="tlnum"/> τὰς οὐρὰς κινοῦντες, ὡς οὐ
κρεῶν χάριν ἀλλὰ νίκης καὶ φιλονεικίας ἀγωνιζόμενοι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>