<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2:14</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2:14</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2" type="edition" xml:lang="grc"><div n="14" subtype="section" type="textpart"><p rend="indent">διὸ τοὺς λέγοντας, ὡς ἡμῖν οὐδὲν πρὸς τὰ <milestone n="5" unit="tlnum"/> ζῷα
δίκαιόν ἐστι, ῥητέον εὖ λέγειν ἄχρι τῶν ἐνάλων καὶ βυθίων ἄμικτα γὰρ ἐκεῖνα κομιδῇ πρὸς χάριν καὶ
ἄστοργα καὶ πάσης ἄμοιρα γλυκυθυμίας καὶ καλῶς Ὅμηρος εἶπε <q>γλαυκὴ δὲ σ᾽ ἔτικτε θάλασσα</q> πρὸς τὸν
ἀνήμερον εἶναι δοκοῦντα καὶ ἄμικτον, ὡς <milestone n="10" unit="tlnum"/> μηδὲν τῆς θαλάσσης εὐνοϊκὸν
μηδὲ πρᾶον φερούσης. <milestone n="970c" unit="stephpage" xml:id="stephpage-970c"/> ὁ δὲ καὶ πρὸς τὰ
χερσαῖα τῷ λόγῳ τούτῳ χρώμενος ἀπηνὴς καὶ θηριώδης ἢ μηδὲ Λυσιμάχῳ τι γεγονέναι φήσῃ πρὸς τὸν κύνα
τὸν Ὑρκανὸν δίκαιον, ὃς νεκρῷ τε μόνος παρέμεινεν αὐτῷ καί, <milestone n="15" unit="tlnum"/>
καομένου τοῦ σώματος, ἐνδραμὼν αὐτὸς; ἑαυτὸν ἐπέρριψε. τὰ δʼ αὐτὰ καὶ τὸν Ἀστὸν δρᾶσαι λέγουσιν, ὃν
Πύρρος οὐχ ὁ βασιλεὺς ἀλλʼ ἕτερός τις ἰδιώτης ἔθρεψεν· ἀποθανόντος γὰρ αὐτοῦ περὶ τὸ σῶμα διατρίβων
καὶ περὶ τὸ κλινίδιον αἰωρούμενος <milestone n="20" unit="tlnum"/> ἐκφερομένου, τέλος εἰς τὴν πυρὰν
στειλάμενος <milestone n="970d" unit="stephpage" xml:id="stephpage-970d"/> ἀφῆκεν ἑαυτὸν καὶ
συγκατέκαυσε. Πώρου δὲ τοῦ βασιλέως ὁ ἐλέφας, ἐν τῇ πρὸς Ἀλέξανδρον μάχῃ κατατετρωμένου, πολλὰ τῶν
ἀκοντισμάτων ἀτρέμα καὶ φειδόμενος ἐξῄρει τῇ προβοσκίδι, καὶ κακῶς <milestone n="25" unit="tlnum"/>
ἤδη διακείμενος αὐτὸς οὐ πρότερον ἐνέδωκεν ἢ τοῦ βασιλέως ἐξαίμου γενομένου καὶ περιρρέοντος
αἰσθόμενος καὶ φοβηθεὶς; μὴ πέσῃ πράως ὑφῆκε, <pb xml:id="v.6.p.42"/> παρέχων ἐκείνῳ τὴν ἀπόκλισιν
ἄλυπον. ὁ δὲ Βουκεφάλας γυμνὸς μὲν ὢν παρεῖχεν ἀναβῆναι τῷ ἱπποκόμῳ, κοσμηθεὶς δὲ τοῖς βασιλικοῖς
προκοσμίοις καὶ περιδεραίοις οὐδένα προσίετο πλὴν αὐτὸν <milestone n="5" unit="tlnum"/>Ἀλέξανδρον·
τοῖς δʼ ἄλλοις, εἰ πειρώμενοι προσίοιεν, <milestone n="970e" unit="stephpage" xml:id="stephpage-970e"/> ἐναντίος ἐπιτρέχων ἐχρεμέτιζε μέγα καὶ ἐνήλλετο καὶ κατεπάτει τοὺς μὴ
πρόσω ἵεσθαι μηδʼ ἀποφεύγειν φθάσαντας. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>