<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2:11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2:11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2" type="edition" xml:lang="grc"><div n="11" subtype="section" type="textpart"><p rend="indent"><said who="#Ἀριστότιμος" rend="merge"><label>ΑΡΙΣΤΟΤΙΜΟΣ.</label> τὰς δὲ μυρμήκων οἰκονομίας καὶ
παρασκευὰς ἐκφράσαι μὲν ἀκριβῶς ἀμήχανον, ὑπερβῆναι δὲ παντελῶς ὀλίγωρον· οὐδὲν γὰρ οὕτω μικρὸν ἡ
φύσις ἔχει μειζόνων καὶ καλλιόνων κάτοπτρον, ἀλλʼ ὥσπερ ἐν σταγόνι καθαρᾷ πάσης ἔνεστιν ἀρετῆς
    <milestone n="15" unit="tlnum"/> ἔμφασις, <q>ἔνθʼ ἔνι μὲν φιλότης</q> τὸ κοινωνικόν, ἔνι δʼ ἀνδρείας
εἰκὼν τὸ φιλόπονον· ἔνεστι δὲ πολλὰ μὲν ἐγκρατείας σπέρματα πολλὰ δὲ φρονήσεως <milestone n="967e" unit="stephpage" xml:id="stephpage-967e"/> καὶ δικαιοσύνης. ὁ μὲν οὖν Κλεάνθης ἔλεγε, καίπερ οὐ
φάσκων μετέχειν λόγου τὰ ζῷα, τοιαύτῃ <milestone n="20" unit="tlnum"/> θεωρίᾳ παρατυχεῖν μύρμηκας
ἐλθεῖν ἐπὶ μυρμηκιὰν ἑτέραν μύρμηκα νεκρὸν φέροντας ἀνιόντας οὖν ἐκ τῆς μυρμηκιᾶς ἐνίους οἷον
ἐντυγχάνειν αὐτοῖς; καὶ πάλιν κατέρχεσθαι καὶ τοῦτο δὶς ἢ τρὶς γενέσθαι τέλος δὲ τοὺς μὲν κάτωθεν
ἀνενεγκεῖν <pb xml:id="v.6.p.35"/> ὥσπερ λύτρα τοῦ νεκροῦ σκώληκα, τοὺς δʼ ἐκεῖνον <milestone n="967f" unit="stephpage" xml:id="stephpage-967f"/> ἀραμένους ἀποδόντας δὲ τὸν νεκρὸν οἴχεσθαι. τῶν
δὲ πᾶσιν ἐμφανῶν ἥ τε περὶ τὰς ἀπαντήσεις ἐστὶν εὐγνωμοσύνη, τῶν μηδὲν φερόντων τοῖς φέρουσιν
<milestone n="5" unit="tlnum"/> ἐξισταμένων ὁδοῦ καὶ παρελθεῖν διδόντων· αἵ τε τῶν δυσφόρων καὶ
δυσπαρακομίστων διαβρώσεις καὶ διαιρέσεις, ὅπως εὐβάστακτα πλείοσι γένηται. τὰς δὲ τῶν κυημάτων
διαθέσεις καὶ διαψύξεις ἐκτὸς ὑετοῦ ποιεῖται σημεῖον ὁ Ἄρατος <milestone n="10" unit="tlnum"/>
<quote rend="blockquote"><l>ἢ κοίλης μύρμηκες ὀχῆς ἐξ ὤεα πάντα </l><l> θᾶσσον ἀνηνέγκαντο 1</l></quote> καί τινες οὐκ <q>ᾠά</q> γράφουσιν, ἀλλʼ <q>ἑά</q> ὡς τοὺς <milestone n="968a" unit="stephpage" xml:id="stephpage-968a"/> ἀποκειμένους καρποὺς, ὅταν εὐρῶτα συνάγοντας αἴσθωνται καὶ φοβηθῶσι
φθορὰν καὶ σῆψιν, ἀναφερόντων. <milestone n="15" unit="tlnum"/> ὑπερβάλλει δὲ πᾶσαν ἐπίνοιαν
συνέσεως ἡ τοῦ πυροῦ τῆς βλαστήσεως προκατάληψις· οὐ γὰρ δὴ παραμένει ξηρὸς οὐδʼ ἄσηπτος ἀλλὰ
διαχεῖται καὶ γαλακτοῦται μεταβάλλων εἰς τὸ φύειν· ἵνʼ οὖν μὴ γενόμενος σπέρμα τὴν σιτίου χρείαν
διαφθείρῃ <milestone n="20" unit="tlnum"/> παραμένῃ δʼ αὐτοῖς ἐδώδιμος, ἐξεσθίουσι τὴν ἀρχήν, ἀφʼ ἧς
τὸν βλαστὸν ὁ πυρὸς ἀφίησιν. τοὺς δὲ τὰς μυρμηκιὰς; αὐτῶν ἐπὶ τῷ καταμαθεῖν ὥσπερ ἐξ ἀνατομῆς
πληροῦντας οὐκ ἀποδέχομαι λέγουσι δʼ οὖν οὐκ εὐθεῖαν εἶναι τὴν ἀπὸ τῆς ὀπῆς κάθοδον <milestone n="25" unit="tlnum"/>
<milestone n="968b" unit="stephpage" xml:id="stephpage-968b"/> οὐδʼ εὔπορον ἄλλῳ θηρίῳ διεξελθεῖν,
ἀλλὰ καμπαῖς <pb xml:id="v.6.p.36"/> καὶ στρεβλότησι κεκλασμένας ὑποπορεύσεις καὶ ἀνατρήσεις
ἐχούσαις εἰς τρεῖς κοιλότητας ἀποτελευτῶσαν, ὧν τὴν μὲν ἐνδιαίτημα κοινὸν αὐτοῖς εἶναι, τὴν δὲ τῶν
ἐδωδίμων ταμιεῖον, εἰς δὲ τὴν τρίτην <milestone n="5" unit="tlnum"/> ἀποτίθεσθαι τοὺς θνήσκοντας;
</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>