<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2:1</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2:1</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="959a" unit="stephpage" xml:id="stephpage-959a"/><milestone n="959b" unit="stephpage" xml:id="stephpage-959b"/><said who="#Ἀυτόβουλος"><label>ΑΥΤΟΒΟΥΛΟΣ.</label> τὸν Τυρταῖον ὁ Λεωνίδας ἐρωτηθεὶς ποῖόν τινα
νομίζοι, <q>ἀγαθόν ποιητήν</q><milestone n="5" unit="tlnum"/> ἔφη <q>νέων ψυχὰς κακκονῆν</q> ὡς τοῖς νέοις
διὰ τῶν ἐπῶν ὁρμὴν ἐμποιοῦντα μετὰ θυμοῦ καὶ φιλοτιμίας, ἐν ταῖς μάχαις ἀφειδοῦσιν αὑτῶν. δέδια δή,
ὦ φίλοι, μὴ καὶ τὸ τῆς κυνηγεσίας; ἐγκώμιον ἐχθὲς ἀνεγνωσμένον ἐπάρῃ τοῦ μετρίου πέρα τοὺς
<milestone n="10" unit="tlnum"/> φιλοθήρους ἡμῖν νεανίσκους, ὥστε τἄλλα πάρεργα καὶ τὸ μηδὲν
ἡγεῖσθαι, πρὸς τοῦτο παντάπασι ῥυέντας· ὅπου δοκῶ μοι καὶ αὐτὸς ἐκ νέας αὖθις ἀρχῆς παρʼ ἡλικίαν
ἐμπαθέστερος γεγονέναι καὶ ποθεῖν, ὥσπερ ἡ Εὐριπίδου Φαίδρα, <q>κυσὶ θωΰξαι <milestone n="15" unit="tlnum"/>
<milestone n="959c" unit="stephpage" xml:id="stephpage-959c"/> βαλιαῖς ἐλάφοις ἐγχριμπτόμενος·</q>
οὕτως ἔθιγέ μου πυκνὰ καὶ πιθανὰ τῶν ἐπιχειρημάτων ἐπάγων ὁ λόγος.</said><pb xml:id="v.6.p.12"/><said who="#Σώκλαρος"><label>ΣΩΚΛΑΡΟΣ.</label> ἀληθῆ λέγεις, ὦ Αὐτόβουλε· καὶ γὰρ ἐκεῖνος ἔδοξέ μοι
τὸ ῥητορικὸν ἐγεῖραι διὰ χρόνου, χαριζόμενος καὶ συνεαρίζων τοῖς μειρακίοις· μάλιστα δ̓ ἣσθην τοὺς
μονομάχους αὐτοῦ παραθέντος, <milestone n="5" unit="tlnum"/> ὡς οὐχ ἥκιστα τὴν θηρευτικὴν ἄξιον
ἐπαινεῖν, ὅτι τοῦ πεφυκότος ἐν ἡμῖν ἢ μεμαθηκότος χαίρειν μάχαις ἀνδρῶν πρὸς ἀλλήλους διὰ σιδήρου τὸ
πολὺ δεῦρο τρέψασα καθαρὰν παρέχει θέαν, ἅμα <milestone n="959d" unit="stephpage" xml:id="stephpage-959d"/> τέχνης καὶ τόλμης νοῦν ἐχούσης πρὸς ἀνόητον ἰσχὺν <milestone n="10" unit="tlnum"/> καὶ βίαν ἀντιταττομένης καὶ ἐπαινούσης τὸ Εὐριπίδειον <quote rend="blockquote"><l>ἦ βραχύ τοι σθένος ἀνέρος. ἀλλὰ </l><l> ποικιλίᾳ πραπίδων </l><l> δεινὰ μὲν φῦλα πόντου <milestone n="15" unit="tlnum"/>
</l><l>χθονίων τʼ ἀερίων τε </l><l> δάμναται βουλεύματα.ʼ</l></quote></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>