<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg128.perseus-grc2:1-13</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg128.perseus-grc2:1-13</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg128.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-955d" n="955d"/><quote rend="blockquote"><l>Ἀριστον μὲν ὔδωρ ὁ δὲ χρυσὸς αἰθόμενον </l><l> πῦρ</l></quote><milestone unit="stephpage" xml:id="stephpage-955e" n="955e"/><milestone unit="tlnum" n="5"/> φησιν ὁ Πίνδαρος· ὥσθʼ οὗτος μὲν δευτέραν ἄντικρυς τῷ πυρὶ χώραν ἔδωκε· συμφωνεῖ δὲ καὶ Ἡσίοδος εἰπών <quote rend="blockquote"><l>ἤτοι μὲν πρώτιστα χάος γένετο·</l></quote> <milestone unit="tlnum" n="10"/> τοῖς πλείστοις γὰρ ὠνομακέναι δοκεῖ τὸ ὕδωρ τοῦτον τὸν τρόπον παρὰ τὴν χύσιν. ἀλλὰ τὸ μὲν τῶν μαρτύρων ἑκατέροις ἴσον· ἐπεὶ καὶ τὸ πῦρ εἰσιν οἱ τοῦ παντὸς ἀρχὴν ἀποφαινόμενοι, καὶ οἷον σπέρμα τοῦτʼ ἐξ ἑαυτοῦ τε πάντα ποιεῖν καὶ εἰς ἑαυτὸ <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-955f" n="955f"/> ἐκλαμβάνειν κατὰ τὴν ἐκπύρωσιν. ἀφέμενοι δὲ τῶν ἀνδρῶν, σκεψώμεθα τοὺς εἰς ἑκάτερον λόγους πῇ μᾶλλον ἄγουσιν ἡμᾶς. </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">Ἆρ᾽ οὖν οὐ χρησιμώτερον ἐκεῖνο, οὗ πὰντοτε καὶ διηνεκῶς δεόμεθα καὶ πλείστου, καθάπερ <pb xml:id="v.6.p.2"/> ἐργαλεῖον καὶ ὄργανον, καὶ νὴ Δία φίλος ὁ πάσης ὥρας καὶ παντὸς καιροῦ παρὼν ἕτοιμος; καὶ μὴν τὸ μὲν πῦρ οὐ πάντοτε χρήσιμον, ἔστι δʼ ὅτε καὶ βαρυνόμεθα καὶ ἀποσπώμεθα· τοῦ δʼ ὕδατος χρεία καὶ <milestone unit="tlnum" n="5"/> χειμῶνος καὶ θέρους καὶ νοσοῦσι καὶ ὑγιαίνουσι, <milestone unit="stephpage" xml:id="stephpage-956a" n="956a"/> νυκτὸς καὶ μεθʼ ἡμέραν καὶ οὐκ ἔστιν ὅτε ἄνθρωπος οὐ δεῖται· ἀμέλει τοὺς ἀποθανόντας <q>ἀλίβαντας</q> καλοῦσιν ὡς ἐνδεεῖς λιβάδος τουτέστιν ὑγρότητος, καὶ παρὰ τοῦτο τοὺς στερουμένους τοῦ ζῆν. καὶ <milestone unit="tlnum" n="10"/> ἄνευ μὲν πυρὸς ἦν πολλά, ὕδατος δʼ οὐδέποτʼ ἄνθρωπος. ἔτι δὲ τὸ ἐξ ἀρχῆς καὶ ἅμα τῇ πρώτῃ καταβολῇ τῶν ἀνθρώπων χρησιμώτερον τοῦ ὕστερον εὑρεθέντος· δῆλον γὰρ ὡς τὸ μὲν ὅντως ἀναγκαῖον ἡ φύσις ἔδωκε· τὸ δὲ περιουσίᾳ τῆς χρήσεως τέχνη <milestone unit="tlnum" n="15"/> καὶ μηχανή τις εὗρεν. ὕδωρ μὲν οὖν οὐκ ἔστιν εἰπεῖν ὅτʼ οὐκ ἦν ἀνθρώποις οὐδέ τις εὑρετὴς λέγεται <milestone unit="stephpage" xml:id="stephpage-956b" n="956b"/> θεῶν ἢ ἡρώων σχεδὸν γὰρ γενομένων εὐθὺς ὑπῆρχε καὶ τὸ γεγενῆσθαι παρεῖχεν. ἡ δὲ πυρὸς χρῆσις ἐχθές φασι καὶ πρῴην ὑπὸ Προμηθέως · ·ʼ βίος <milestone unit="tlnum" n="20"/> πυρός, οὐκ ἄνευ δʼ ὕδατος ἦν. καὶ τὸ μὲν πλάσμα τοῦτο μὴ εἶναι ποιητικὸν ἀποδείκνυσιν ὁ καθʼ ἡμᾶς βίος· ἔστι γὰρ ἀνθρώπων γένη τινὰ χωρὶς πυρὸς ποιούμενα τὴν δίαιταν, ἄοικα καὶ ἀνέστια καὶ <pb xml:id="v.6.p.3"/> ὑπαίθρια· καὶ Διογένης δʼ ὁ κύων ἣκιστα προσεχρῆτο πυρί, ὥστε καὶ πολύποδα καταπιὼν ὠμόν <q>οὕτως ὑπὲρ ὑμῶν</q> εἶπεν <q>ὦ ἄνδρες, παραβάλλομαι.</q> χωρὶς δʼ ὕδατος οὔτε καλόν τις ἐνόμισε ζῆν οὔτε <milestone unit="tlnum" n="5"/> δυνατόν. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">καὶ τί μικρολογοῦμαι τὴν τῶν ἀνθρώπων ἐπερχόμενος φύσιν; πολλῶν γὰρ ὄντων, μᾶλλον δʼ <milestone unit="stephpage" xml:id="stephpage-956c" n="956c"/> ἀπείρων γενῶν, τὸ τῶν ἀνθρώπων σχεδὸν μόνον οἶδε πυρὸς χρῆσιν, τὰ δὲ λοιπὰ ἀπύροις χρῆται <milestone unit="tlnum" n="10"/> διαίταις καὶ τροφαῖς, καὶ βίος αὐτοῖς· νεμομένοις, ἱπταμένοις, ἕρπουσιν, ἀπὸ ῥιζῶν καὶ καρπῶν καὶ σαρκῶν ἄνευ πυρός· ὕδατος δὲ χωρὶς οὐκ ἔναλον οὐδὲ χερσαῖον οὐκ αἰθέριον καὶ γὰρ τὰ σαρκο βόρα τῶν ζῴων, ὧν ἔνιά φησι μὴ πίνειν Ἀριστοτέλης, <milestone unit="tlnum" n="15"/>  τῷ γʼ ἐντὸς ὑγρῷ χρώμενα διαζῇ. τοῦτʼ οὖν χρησιμώτερον, οὗ μηδεμία ζωῆς φύσις ἄνευ ἵσταται καὶ διαμένει. </p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">μετίωμεν ἀπὸ τῶν χρωμένων ἐπὶ ταῦθʼ οἷς χρώμεθα, φυτὰ καὶ καρπούς. τούτων ἃ μὲν οὐδʼ <milestone unit="tlnum" n="20"/> ὅλως θερμοῦ μετείληφεν, ἃ δʼ ἣκιστα καὶ ἀδήλως· ἡ δʼ ὑγρὰ φύσις βλαστάνοντα πάντα παρέχεται, <milestone unit="stephpage" xml:id="stephpage-956d" n="956d"/> αὐξανόμενα καὶ καρποφοροῦντα καὶ τί δεῖ καταριθμεῖσθαι με καὶ οἶνον καὶ ἔλαιον καὶ τὰ λοιπὰ πάνθʼ ὅσα τρυγῶμεν καὶ ἀμέλγομεν καὶ βλίττομεν <milestone unit="tlnum" n="25"/> ἐν φανερῷ κείμενα, ὅπου γε καὶ ὁ πυρός, δοκῶν <pb xml:id="v.6.p.4"/> εἶναι τῆς ξηρᾶς τροφῆς, μεταβολῇ καὶ σήψει καὶ διαχύσει τοῦ ὑγροῦ γίγνεται; </p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent">καὶ μὴν καὶ χρησιμώτερον ὃ μηδέποτε βλάπτει. πῦρ μὲν οὖν ῥέον ὀλεθριώτατον, ἡ δʼ ὕδατος <milestone unit="tlnum" n="5"/> φύσις οὐδέποτε βλαβερά. καὶ μὴν δυεῖν ὠφελιμώτερον τὸ εὐτελέστερον καὶ χωρίς τινος παρασκευῆς τὴν ἐξ αὑτοῦ παρέχον ὠφέλειαν ἡ μὲν οὖν ἀπὸ <milestone unit="stephpage" xml:id="stephpage-956e" n="956e"/> τοῦ πυρὸς χορηγίας δεῖται καὶ ὕλης· διὰ τοῦτο μετέχουσιν αὐτοῦ πλέον πλούσιοι πενήτων, βασιλεῖς <milestone unit="tlnum" n="10"/> ἰδιωτῶν τὸ δʼ ὕδωρ καὶ τοῦτʼ ἔχει φιλάνθρωπον, τὴν ἰσότητα, τὸ ὅμοιον· οὐ δεῖται γὰρ ὀργάνων οὐδʼ ἐργαλείων, ἀπροσδεές, αὐτοτελὲς ἀγαθόν. </p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent">ἔτι μήν, ὃ πολλαπλασιαζόμενον τὴν ὠφέλειαν ἀπόλλυσιν, ἀχρηστότερον τοιοῦτον δὲ τὸ πῦρ, οἷον <milestone unit="tlnum" n="15"/> θηρίον παμφάγον καὶ δάπανον τῶν παρακειμένων, καὶ μεθόδῳ καὶ τέχνῃ μᾶλλον καὶ μετριότητι ἢ τῇ αὑτοῦ φύσει ὠφέλιμον· τὸ δʼ ὕδωρ οὐδέποτε φοβερόν. καὶ μὴν δυεῖν τὸ μετὰ τοῦ ἑτέρου χρησιμώτερον πῦρ μὲν οὖν οὐκ ἐπιδέχεται τὸ ὑγρὸν οὐδὲ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-956f" n="956f"/> τῇ διʼ αὐτοῦ κοινωνίᾳ χρήσιμον, ὕδωρ δʼ ἐστὶ μετὰ πυρὸς; ὠφέλιμον τὰ γοῦν θερμὰ τῶν ὑδάτων ἀκέσιμα καὶ πρὸς θεραπείαν εὐαίσθητα. καὶ πῦρ μὲν ὑγρὸν οὐκ ἄν τις εὕροι, ὕδωρ, δʼ ὡς ψυχρὸν οὕτω καὶ θερμὸν ὠφέλιμον ἀνθρώπῳ. <pb xml:id="v.6.p.5"/> </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">καὶ μήν, τεττάρων ὄντων τῶν στοιχείων, τὸ ὕδωρ ἐξ ἑαυτοῦ πέμπτον, ὡς ἄν τις εἴποι, πεποίηκε <milestone unit="stephpage" xml:id="stephpage-957a" n="957a"/> στοιχεῖον τὴν θάλασσαν, οὐδὲν ἧττον ἐκείνων ὠφέλιμον τῶν τʼ ἄλλων ἕνεκεν καὶ μάλιστα τῆς ἐπιμιξίας· <milestone unit="tlnum" n="5"/> ἄγριον οὖν ἡμῶν ὄντα καὶ ἀσύμβολον τὸν βίον τοῦτο τὸ στοιχεῖον συνῆψε καὶ τέλειον ἐποίησε, διορθούμενον ταῖς παρʼ ἀλλήλων ἐπικουρίαις καὶ ἀντιδόσεσι, κοινωνίαν δʼ ἐργαζόμενον καὶ φιλίαν. Ἡράκλειτος μὲν οὖν <q>εἰ μὴ ἥλιος</q> φησὶν <q>ἦν, εὐφρόνη <milestone unit="tlnum" n="10"/> ἂν ἦν</q> ἔστι δʼ εἰπεῖν, ὡς, εἰ μὴ θάλαττα ἦν, πάντων ἂν ἀγριώτατον ζῷον κἀνδεέστατον ὁ ἄνθρωπος ἦν. νυνὶ δὲ τοῦτο μὲν παρʼ Ἰνδῶν ἄμπελον <milestone unit="stephpage" xml:id="stephpage-957b" n="957b"/> τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ἑλλάδος καρπῶν χρῆσιν τοῖς ἐπέκεινα τῆς θαλάσσης ἔδωκεν, ἐκ Φοινίκης <milestone unit="tlnum" n="15"/> δὲ γράμματα μνημόσυνα λήθης ἐκόμισεν, ἄοινον δὲ καὶ ἄκαρπον καὶ ἀπαίδευτον ἐκώλυσεν εἶναι τὸ πλεῖστον ἀνθρώπων γένος. πῶς οὖν οὐ χρησιμώτερον ὕδωρ στοιχείῳ περιττεῦον; </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">ἢ πρὸς τοὐναντίον ἄν τις ἐντεῦθεν ἔχων <milestone unit="tlnum" n="20"/> λέγοι; διότι τέτταρα μὲν στοιχεῖα θεῷ καθάπερ τεχνίτῃ πρὸς τὴν τῶν ὅλων ἐργασίαν ὑποκείμενα, τούτων δ’ αὖ πάλιν ἀλλήλοις διαφορά, πλὴν γῆ μὲν καὶ ὕδωρ ὑποβέβληται δίκην ὕλης ποιούμενα καὶ <pb xml:id="v.6.p.6"/> πλαττόμενα καὶ μετέχοντα κόσμου καὶ τάξεως καὶ τοῦ φύειν γε, φασί, καὶ γεννᾶν, ὅσον ἂν μεταλάβῃ παρʼ ἑτέρων, πνεῦμά μὲν καὶ πῦρ ποιούντων καὶ δημιουργούντων <milestone unit="stephpage" xml:id="stephpage-957c" n="957c"/> καὶ κείμενα νεκρὰ τέως ἐπὶ τὴν γένεσιν <milestone unit="tlnum" n="5"/> ἀνιστάντων τῶν δὲ δυεῖν τούτων αὖθις τὸ πῦρ ἄρχει καὶ ἡγεμονεύει. δῆλον δʼ ἐκ τῆς ἐπαγωγῆς· γῆ τε γὰρ ἄνευ θερμῆς οὐσίας ἄγονος καὶ ἄκαρπος· τὸ δὲ πῦρ ἐκραὸς καὶ διαχέαν παρίστησιν εἰς τὴν γένεσιν ὀργῶντα οὐδεμίαν γὰρ αἰτίαν εὕροι <milestone unit="tlnum" n="10"/> τις ἄν, διʼ ἣν ἄγονοι πέτραι καὶ τὰ κατεσκληκότα τῶν ὀρῶν πᾶσιν ἢ ὅτι πυρὸς οὐδʼ ὅλως ἢ ὀλίγον μετέσχηκε. </p></div><div type="textpart" subtype="section" n="9"><p rend="indent">τὸ δʼ ὅλον τοσοῦτον ἀπέχει πρὸς σωτηρίαν ἢ ἑτέρων γένεσιν τὸ ὔδωρ αὐτοτελὲς εἶναι, ὥστε <milestone unit="tlnum" n="15"/> καὶ αὐτῷ φθορὰ πυρὸς ἔνδεια· συνέχει γὰρ ἡ θερμότης ἕκαστον ἐν τῷ εἶναι καὶ ἐπὶ τῆς ἰδίας οὐσίας φυλάττει καθάπερ καὶ τἄλλα καὶ τὸ ὕδωρ· ἀπέχοντος δὲ καὶ ἐνδεήσαντος, σήπεται καὶ θάνατος <milestone unit="stephpage" xml:id="stephpage-957d" n="957d"/> ὕδατι καὶ ὄλεθρος ἐπίλειψις θερμότητος. ἀμέλει τὰ <milestone unit="tlnum" n="20"/> λιμναῖα καὶ ὅσα στάσιμα τῶν ὑδάτων καί τινα ἐν ἀδιεξόδοις ἐγκαθήμενα κοιλότησι μοχθηρά, καὶ τελευτῶντα σήπεται τῷ κινήσεως ἥκιστα μετέχειν, ἣ τὸ θερμὸν ἐν ἑκάστοις ῥιπίζουσα τηρεῖ περὶ τὰ <pb xml:id="v.6.p.7"/> μάλιστα φερόμενα καὶ ῥέοντα τῶν ὑδάτων, διὰ τὴν κίνησιν συνεχομένης τῆς θερμότητος, οὕτω καὶ προσαγορεύομεν, ζῆν λέγοντες. πῶς τοίνυν δυεῖν οὐκ ὠφελιμώτερον, ὃ τῷ ἑτέρῳ τὴν αἰτίαν τοῦ εἶναι <milestone unit="tlnum" n="5"/> παρέσχηκε, καθάπερ τὸ πῦρ τῷ ὕδατι; καὶ μήν, οὗ παντάπασιν ἀπαλλαγέντος φθείρεται τὸ ζῷον, τοῦτʼ ὠφελιμώτερον δῆλον γὰρ ὡς τὸ οὗ στερούμενον οὐκ ἔστιν εἶναι, τοῦτο καὶ τὴν αἰτίαν παρέσχηκεν, ὅτʼ ἦν. ὑγρότης μὲν οὖν καὶ τοῖς τεθνηκόσι πάρεστι <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-957e" n="957e"/> καὶ οὐκ ἐξῄρηται παντάπασιν ἐπεὶ οὐκ ἂν ἐσήπετο τὰ νεκρὰ τῶν σωμάτων, τῆς σήψεως εἰς ὑγρὸν οὔσης ἐκ ξηροῦ μεταβολῆς, μᾶλλον δʼ ὑγρῶν ἐν σαρκὶ φθορᾶς. θάνατος δʼ οὐκ ἄλλο τι πλὴν ἔκλειψις θερμοῦ παντελής· ψυχρότατοι τοίνυν οἱ <milestone unit="tlnum" n="15"/> νεκροί· καὶ τὰς ἀκμάς, εἴ τις ἐπιχειροίη, τῶν ξυρῶν <milestone unit="stephpage" xml:id="stephpage-957f" n="957f"/> ἀπαμβλύνουσι διʼ ὑπερβολὴν ψυχρότητος. καὶ ἐν αὐτῷ δὲ τῷ ζῴῳ τὰ ἥκιστα μετέχοντα πυρὸς ἀναισθητότατα, καθάπερ ὀστᾶ καὶ τρίχες καὶ τὰ πόρρωθεν ἀφεστῶτα τῆς καρδίας σχεδὸν γὰρ ἡ πρὸς <milestone unit="tlnum" n="20"/> τὰ ἐκ τῆς ἀπουσίας μείζων τῶν ἐκ τῆς τοῦ πυρὸς γίγνεται παρουσίας διαφορά. φυτὰ μὲν γὰρ καὶ καρποὺς οὐχ ἡ ὑγρότης ἀναδίδωσιν ἀλλʼ ἡ θερμὴ ὑγρότης· ἀμέλει τὰ ψυχρὰ τῶν ὑδάτων ἧττον ἢ οὐδʼ ὅλως γόνιμα. καίτοι γʼ εἰ τῇ αὑτοῦ φύσει τὸ <milestone unit="tlnum" n="25"/> ὕδωρ καρποφόρον, δεῖ πάντοτε καὶ καθʼ αὑτὸ <pb xml:id="v.6.p.8"/> <milestone unit="stephpage" xml:id="stephpage-958a" n="958a"/> ἀναφέρειν καρπούς· τὸ δὲ τοὐναντίον καὶ βλαβερόν ἐστιν. </p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent">ἀπʼ ἄλλης ἀρχῆς. πρὸς μὲν τὴν πυρὸς ὡς πυρὸς χρῆσιν ὕδατος οὐ προσδεόμεθα, ἀλλὰ <milestone unit="tlnum" n="5"/> τοὐναντίον ἐμποδὼν γίγνεται κατασβέννυσι γὰρ καὶ διαφθείρει. ὕδατος δὲ τοῖς πλείστοις χρῆσις οὐκ ἔστιν ἄνευ πυρός· θερμανθὲν γὰρ ὡφελιμώτερον, οὕτω δὲ βλαβερόν. ὥστε δυεῖν ἄμεινον ὃ ἀφʼ ἑαυτοῦ παρέχεται χρείαν, τοῦ ἑτέρου μὴ προσδεόμενον. <milestone unit="tlnum" n="10"/> ἔτι ὕδωρ μὲν μοναχῶς ὠφέλιμον κατὰ θίξιν λουσαμένοις ἢ νιψαμένοις, τὸ δὲ πῦρ διὰ πάσης αἰσθήσεως· καὶ γὰρ διὰ τῆς ἁφῆς καὶ πόρρωθεν ὁρώμενον, ὥστε προσεῖναι τοῖς ἄλλοις τῆς <milestone unit="stephpage" xml:id="stephpage-958b" n="958b"/> χρείας αὐτοῦ καὶ τὴν πολυτέλειαν. <milestone unit="tlnum" n="15"/> </p></div><div type="textpart" subtype="section" n="11"><p rend="indent">τὸ γὰρ λέγειν ὡς ἔστι ποτὲ ὁ ἄνθρωπος ἄνευ πυρὸς οὐδʼ ὅλως δύναται γενέσθαι ὁ ἄνθρωπος. διαφοραὶ δʼ εἰσὶν ἐν γένει καθάπερ καὶ ἐν ἄλλοις. καὶ τὴν θάλατταν ἡ θερμότης ὠφελιμωτέραν ἐποίησεν, ὡς μᾶλλον καταθερῆ τῶν ὑδάτων, <milestone unit="tlnum" n="20"/> ἐπεὶ κατʼ αὑτό γε τῶν λοιπῶν οὐδὲν διέφερε. καὶ οἱ μὴ προσδεόμενοι δὲ τοῦ ἔξωθεν πυρὸς οὐχ ὡς ἀπροσδεεῖς τοῦτο πάσχουσιν, ἀλλὰ περιουσίᾳ καὶ πλεονασμῷ τοῦ ἐν αὑτοῖς θερμοῦ· ὥστε καὶ κατὰ <pb xml:id="v.6.p.9"/> τοῦθʼ ὑπερέχειν τὴν τοῦ πυρὸς χρείαν, ὡς εἰκός. τὸ μὲν ὕδωρ οὐδέποτε τοιοῦτον, ὥστε μὴ δεῖσθαι <milestone unit="stephpage" xml:id="stephpage-958c" n="958c"/> τῶν ἐκτός, τὸ δὲ πῦρ ὑπʼ ἀρετῆς πολλῆς καὶ αὔταρκες, ὡς οὖν στρατηγὸς ἀμείνων ὁ παρασκευάσας <milestone unit="tlnum" n="5"/> τὴν πόλιν μὴ δεῖσθαι τῶν ἔξωθεν συμμάχων, οὕτω καὶ στοιχεῖον τὸ τῆς ἔξωθεν ἐπικουρίας παρέχον πολλάκις μὴ δεόμενον ὑπερέχον. τοῦτο ῥητέον καὶ περὶ τῶν ἄλλων ζῴων, ὅσα μὴ πυρὸς δεῖται. καίτοι γʼ εἰς τοὐναντίον λάβοι τις ἄν, τὸ χρησιμώτερον <milestone unit="tlnum" n="10"/> εἶναι τοῦτο, ᾧ χρώμεθα μόνοι οἱ καὶ μάλιστα τὸ βέλτιον ἐκ λογισμοῦ λαβεῖν δυνάμενοι· ἐπεὶ τί λόγου χρησιμώτερον ἢ μᾶλλον ἀνθρώποις λυσιτελέστερον; <milestone unit="stephpage" xml:id="stephpage-958d" n="958d"/> ἀλλʼ οὐ πάρεστι τοῖς ἀλόγοις. τί οὖν; διὰ τοῦθʼ ἧττον ὠφέλιμον ἐκ τῆς προνοίας τοῦ βελτίονος <milestone unit="tlnum" n="15"/> εὑρεθέν; </p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">ἐπεὶ δὲ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν, τί τέχνης τῷ βίῳ λυσιτελέστερον; τέχνης δὲ πάσας καὶ ἀνεῦρε τὸ πῦρ καὶ σῴζει διὸ καὶ τὸν Ἥφαιστον ἀρχηγὸν αὐτῶν ποιοῦσι. καὶ μὴν ὀλίγου χρόνου <milestone unit="tlnum" n="20"/> καὶ βίου τοῖς ἀνθρώποις δεδομένου, ὁ μὲν Ἀρίστων φησὶν ὅτι ὁ ὕπνος οἷον τελώνης τὸ ἣμισυ ἀφαιρεῖ τούτου· ἐγὼ δʼ ἂν εἴποιμι διόπερ σκότος ἐγρήγορεν ἀεὶ διὰ νυκτός, ἀλλʼ οὐδὲν ὄφελος ἀπὸ τῆς ἐγρηγόρσεως, εἰ μὴ τὸ πῦρ τὰ τῆς ἡμέρας ἡμῖν παρεῖχεν <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-958e" n="958e"/> ἀγαθά, καὶ τὴν ἡμέρας καὶ νυκτὸς ἐξῄρει διαφοράν. εἰ τοίνυν τοῦ ζῆν οὐδὲν ἀνθρώποις λυσιτελέστερον <pb xml:id="v.6.p.10"/> καὶ τοῦτο πολλαπλασιάζει τὸ πῦρ, πῶς οὐκ καὶ εἴη πάντων ὠφελιμώτατον; </p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent">καὶ μήν, οὗ πλείστου κρᾶσις τῆς τῶν αἰσθήσεων μετείληφεν, οὐκ ἂν εἴη λυσιτελέστατον; οὐχ <milestone unit="tlnum" n="5"/> ὁρᾷς οὖν, ὡς τῇ μὲν ὑγρᾷ φύσει οὐδεμία τῶν αἰσθήσεων κατʼ αὑτὴν προσχρῆται χωρὶς πνεύματος ἢ πυρὸς ἐγκεκραμένου, τοῦ δὲ πυρὸς ἅπασα μὲν αἴσθησις, οἷον τὸ ζωτικὸν ἐνεργαζομένου, μετείληφεν, ἐξαιρέτως δʼ ἡ ὄψις, ἣτις ὀξυτάτη τῶν διὰ <milestone unit="tlnum" n="10"/> σώματός ἐστιν αἰσθήσεων, πυρὸς ἔξαμμα οὖσα καὶ ὅτι θεῶν πίστιν παρέσχηκεν ἔτι τε, Πλάτων φησί, δυνάμεθα κατασχηματίζειν πρὸς τὰς τῶν ἐν οὐρανῷ κινήσεις τὴν ψυχὴν διὰ τῆς ὄψεως;</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>