<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg125.perseus-grc2:9</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg125.perseus-grc2:9</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg125.perseus-grc2" type="edition" xml:lang="grc"><div n="9" subtype="section" type="textpart"><p rend="indent">διὰ τί τοῦ χειμῶνος ἧττον πικρὰ γίγνεται γευομένοις ἡ θάλαττα; τοῦτο γάρ φασι καὶ Διονύσιον ἱστορεῖν τὸν ὑδραγωγόν.</p><milestone n="5" unit="tlnum"/><p rend="indent">ἦ ὅτι παντελῶς μὲν ἔρημος οὐκ ἔστι γλυκύτητος
<milestone n="914c" unit="stephpage" xml:id="stephpage-914c"/> οὐδʼ ἄμοιρος ἡ πικρότης, ἅτε δὴ ποταμοὺς τοσούτους ὑποδεχομένης τῆς θαλάττης· τοῦ δʼ ἡλίου
τὸ γλυκὺ καὶ πότιμον ἐξαιροῦντος ὑπὸ κουφότητος
<milestone n="10" unit="tlnum"/> ἐπιπολάζον καὶ μᾶλλον ἐν τῷ θέρει τοῦτο ποιοῦντος,
ἐν δὲ τῷ χειμῶνι μαλακώτερον ἁπτομένου διʼ ἀσθένειαν θερμότητος, ὑπολειπομένη μοῖρα πολλῆς γλυκύτητος ἀνίησι τὸ ἀκράτως πικρὸν καὶ φαρμακῶδες; τοῦτο δʼ ἡσυχῆ καὶ τοῖς ποτίμοις συμβέβηκε·
θέρους γὰρ πονηρότερα γίγνεται, τὸ κουφότατον
<milestone n="15" unit="tlnum"/> καὶ γλυκύτατον τοῦ θερμοῦ διαφοροῦντος, ἐν δὲ χειμῶνι νέον ἐπιρρεῖ καὶ πρόσφατον, οὗ μετέχειν ἀνάγκη καὶ τὴν θάλατταν, σειομένην ἅμα καὶ τῶν ποταμῶν ἐπιδιδόντων.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>