<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg125.perseus-grc2:7</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg125.perseus-grc2:7</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg125.perseus-grc2" type="edition" xml:lang="grc"><div n="7" subtype="section" type="textpart"><p rend="indent">διὰ τί τὰ πλοῖα χειμῶνος ἐν τοῖς ποταμοῖς πλεῖ βράδιον, ἐν
δὲ τῇ θαλάττῃ οὐ παραπλησίως;</p><p rend="indent">πότερον ὁ ποτάμιος ἀὴρ ἀεὶ δυσκίνητος ὢν καὶ
<milestone n="25" unit="tlnum"/> βαρὺς ἐν δὲ χειμῶνι μᾶλλον παχυνόμενος διὰ τὴν
<pb xml:id="v.5.p.380"/>
περίψυξιν, ἐμποδών ἐστι τοῖς πλέουσιν · ἢ τοῦτο
<milestone n="914a" unit="stephpage" xml:id="stephpage-914a"/> μᾶλλον τοῦ ἀέρος πάσχουσιν οἱ ποταμοί; ἐλαύνουσα γὰρ ἡ ψυχρότης τὸ ὕδωρ ποιεῖ βαρὺ καὶ σωματῶδες,
ὡς ἔστιν ἐν ταῖς κλεψύδραις καταμαθεῖν· βράδιον
<milestone n="5" unit="tlnum"/> γὰρ ἕλκουσι χειμῶνος ἢ θέρους· ἐν δὲ Θρᾴκῃ περὶ τὸ Πάγγαιον ἱστορεῖ Θεόφραστος εἶναι κρήνην, ἀφʼ ἧς ταὐτὸ γέμον ἀγγεῖον ὕδατος ἱστάμενον χειμῶνος ἕλκειν διπλάσιον σταθμὸν ἢ θέρους. ὅτι δʼ 
ἡ πυκνότης τοῦ ὕδατος τὴν βραδυτῆτα ποιεῖ τοῦ
<milestone n="10" unit="tlnum"/> πλοῦ, δῆλόν ἐστι τῷ πλείονα γόμον φέρειν τὰ ποτάμια πλοῖα τοῦ χειμῶνος· τὸ γὰρ ὕδωρ μᾶλλον ἀντερείδει πυκνότερον καὶ βαρύτερον γιγνόμενον, τὴν δὲ θάλατταν ἡ θερμότης κωλύει πυκνοῦσθαι,
διʼ ἣν οὐδὲ πήγνυται· μάλκη γὰρ ἔοικεν εἶναι
<milestone n="15" unit="tlnum"/>
πύκνωσις.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>