<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg125.perseus-grc2:3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg125.perseus-grc2:3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg125.perseus-grc2" type="edition" xml:lang="grc"><div n="3" subtype="section" type="textpart"><p rend="indent">διὰ τί παραβάλλουσι τοῖς θρέμμασιν ἅλας οἱ νομεῖς;</p><milestone n="5" unit="tlnum"/><p rend="indent">πότερον, ὡς οἱ πολλοὶ νομίζουσι, πλήθους τροφῆς
ἕνεκα καὶ τοῦ παχύνειν; τήν τε γὰρ ὄρεξιν ἡ δριμύτης ἐκκαλεῖται καὶ τοὺς πόρους ἀναστομοῦσα μᾶλλον ὁδοποιεῖ τῇ τροφῇ πρὸς τὴν ἀνάδοσιν· διὸ
<milestone n="912e" unit="stephpage" xml:id="stephpage-912e"/> καὶ τοὺς ἰσχνοὺς καὶ τοὺς ἀτρόφους Ἀπολλώνιος ὁ
<milestone n="10" unit="tlnum"/>Ἡροφίλειος ἐκέλευε μὴ γλυκεῖ μηδὲ χονδρῷ τρέφειν
ἀλλὰ τοῖς ταριχευτοῖς καὶ ὑφαλμυρίζουσιν, ὧν ἡ λεπτότης, ὥσπερ ἐντρίχωμα γενομένη, τὰ σιτία τοῖς σώμασι διὰ τῶν πόρων προστίθησιν. ἢ μᾶλλον
ὑγιείας ἕνεκα καὶ συγκοπῆς πλήθους τὸν ἅλα λείχειν
<milestone n="15" unit="tlnum"/> ἐθίζουσι τὰ βοσκήματα; νοσεῖ γὰρ ἄγαν πιαινόμενα, τὴν δὲ πιμελὴν τήκουσιν οἱ ἅλες καὶ διαχέουσιν ὅθεν εὐμαρῶς καὶ ῥᾳδίως ἀποδέρουσιν αὐτὰ σφάξαντες·
ἡ γὰρ κολλῶσα καὶ συνδέουσα τὸ δέρμα πιμελὴ λεπτὴ καὶ ἀσθενὴς γέγονεν ὑπὸ τῆς δριμύτητος.
<milestone n="20" unit="tlnum"/> λεπτύνεται δὲ καὶ τὸ αἷμα τῶν τὸ ἅλας λειχόντων
<milestone n="912f" unit="stephpage" xml:id="stephpage-912f"/> οὐδὲ πήγνυται τὰ ἐντός,
ἁλῶν μιγέντων.
<pb xml:id="v.5.p.377"/> σκόπει δέ, μὴ καὶ γονιμώτερα καὶ προθυμότερα
πρὸς τὰς συνουσίας· καὶ γὰρ αἱ κύνες κύουσι ταχέως τάριχος ἐπεσθίουσαι, καὶ τὰ ἁληγὰ τῶν πλοίων
<milestone n="5" unit="tlnum"/> πλείους τρέφει μῦς διὰ τὸ πολλάκις συμπλέκεσθαι.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>