<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg125.perseus-grc2:25</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg125.perseus-grc2:25</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg125.perseus-grc2" type="edition" xml:lang="grc"><div n="25" subtype="section" type="textpart"><p rend="indent">διὰ τί τὸ δρόσιμον γενόμενον διὰ τοῦ ψύχους δυστίβευτον;</p><p rend="indent">πότερον ὅτι τὰ θηρία πόρρω τῶν κοιτῶν ὀκνοῦντα
προϊέναι διὰ τὸ κρύος οὐ πολλὰ ποιεῖ σημεῖα· διὸ
καί φασιν αὐτὰ φείδεσθαι τῶν πλησίον, ὅπως μὴ
<milestone n="25" unit="tlnum"/>
<milestone n="918b" unit="stephpage" xml:id="stephpage-918b"/> κακοπαθῇ πλανώμενα μακρὰν τοῦ χειμῶνος ἀλλʼ
<pb xml:id="v.5.p.393"/> ἀεὶ ἐγγύθεν ἔχῃ νέμεσθαι· ἢ δεῖ μὴ μόνον ἔχειν ἴχνη τὸν στιβευόμενον τόπον ἀλλὰ κινεῖν τὴν ὄσφρησιν, κινεῖ δὲ λυόμενα καὶ χαλώμενα μαλακῶς ὑπὸ θερμότητος, ἡ δʼ ἄγαν περίψυξις πηγνύουσα τὰς
<milestone n="5" unit="tlnum"/> ὀσμὰς οὐκ ἐᾷ ῥεῖν οὐδὲ κινεῖν τὴν αἴσθησιν· ὅθεν καὶ τὰ μύρα καὶ τὸν οἶνον ἧττον ὄζειν ψύχους καὶ χειμῶνος λέγουσιν· ὁ γὰρ ἀὴρ πηγνύμενος ἵστησι τὰς ὀσμὰς ἐν αὑτῷ καὶ οὐκ ἐᾷ ἀναδίδοσθαι;
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>