<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:42</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:42</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="42"><p rend="indent">πάλιν δὲ τοῖς Ἀθηναίοις οὐκ ἔχων ὅ τι
<milestone unit="tlnum" n="25"/>
χρήσαιτο, ποτὲ μὲν αἴρει ποτὲ καταβάλλει τὴν
<pb xml:id="v.5.p.257"/> πόλιν ἄνω καὶ κάτω μεταφέρων, οὓς Τεγεάταις μὲν εἰς ἀγῶνα λέγει περὶ τῶν δευτερείων καταστάντας
Ἡρακλειδῶν τε μεμνῆσθαι καὶ τὰ πρὸς Ἀμαζόνας
πραχθέντα προφέρειν ταφάς τε Πελοποννησίων τῶν
<milestone unit="tlnum" n="5"/> ὑπὸ τῇ Καδμείᾳ πεσόντων· καὶ τέλος, εἰς τὸν Μαραθῶνα καταβαίνειν τῷ λόγῳ φιλοτιμουμένους καὶ
ἀγαπῶντας ἡγεμονίας τυχεῖν τοῦ ἀριστεροῦ κέρως
<milestone unit="stephpage" xml:id="stephpage-872b" n="872b"/> ὀλίγον δʼ ὕστερον αὐτοῖς Παυσανίαν καὶ Σπαρτιάτας τῆς ἡγεμονίας ὑφίεσθαι καὶ παρακαλεῖν, ὅπως κατὰ
<milestone unit="tlnum" n="10"/>Πέρσας ἀντιταχθῶσι τὸ δεξιὸν κέρας παραλαβόντες,
αὐτοῖς δὲ παραδόντες τὸ εὐώνυμον, ὡς ἀηθείᾳ τὴν πρὸς τοὺς βαρβάρους μάχην ἀπολεγομένους. καίτοι γελοῖον, εἰ συνήθεις; εἶεν οἱ πολέμιοι, μάχεσθαι
μὴ θέλειν. ἀλλὰ τοὺς γʼ ἄλλους Ἕλληνας εἰς ἕτερον
<milestone unit="tlnum" n="15"/>
τῶν στρατηγῶν ἀγομένους στρατόπεδον, <q>ὡς ἐκινήθησαν, φησὶ φεύγειν ἀσμένως τὴν ἵππον
<milestone unit="stephpage" xml:id="stephpage-872c" n="872c"/> πρὸς τὴν τῶν Πλαταιέων πόλιν· φεύγοντας δʼ ἀφικέσθαι πρὸς τὸ Ἡραῖον</q> ἐν ᾧ καὶ ἀπείθειαν καὶ λιποταξίαν καὶ προδοσίαν ὁμοῦ τι πάντων κατηγόρησε.
<milestone unit="tlnum" n="20"/> τέλος μόνους φησὶ τοῖς μὲν βαρβάροις
Λακεδαιμονίους καὶ Τεγεάτας τοῖς δὲ Θηβαίοις
Ἀθηναίους συμπεσόντας διαγωνίσασθαι, τὰς δʼ ἄλλας
πόλεις ὁμαλῶς ἁπάσας τοῦ κατορθώματος ἀπεστέρηκεν· <q>οὐδένα συνεφάψασθαι τοῦ ἀγῶνος, ἀλλὰ
<milestone unit="tlnum" n="25"/> καθημένους πάντας τῶν ὅπλων καταλιπεῖν
<pb xml:id="v.5.p.258"/> καὶ προδοῦναι τοὺς ὑπὲρ αὐτῶν μαχομένους· ὀψὲ
δὲ Φλιασίους καὶ Μεγαρέας πυθομένους νικῶντα Παυσανίαν, προσφερομένους καὶ ἐμπεσόντας εἰς τὸ Θηβαίων ἱππικόν, οὐδενὶ λόγῳ διαφθαρῆναι Κορινθίους
<milestone unit="tlnum" n="5"/>
δὲ τῇ μὲν μάχῃ μὴ παραγενέσθαι, μετὰ
<milestone unit="stephpage" xml:id="stephpage-872d" n="872d"/> δὲ τὴν νίκην ἐπειγομένους διὰ τῶν λόφων, μὴ περιπεσεῖν τοῖς ἱππεῦσι τῶν Θηβαίων·</q> οἱ γὰρ Θηβαῖοι, τῆς τροπῆς γενομένης, προϊππεύοντες τῶν βαρβάρων προθύμως παρεβοήθουν φεύγουσιν αὐτοῖς,
<milestone unit="tlnum" n="10"/> δηλονότι τῶν ἐν Θερμοπύλαις στιγμάτων χάριν ἀποδιδόντες.
ἀλλὰ Κορινθίους γε καὶ τάξιν ἣν ἐμάχοντο τοῖς βαρβάροις, καὶ τέλος ἡλίκον ὑπῆρξεν αὐτοῖς ἀπὸ τοῦ Πλαταιᾶσιν ἀγῶνος ἔξεστι Σιμωνίδου πυθέσθαι γράφοντος ἐν τούτοις
<milestone unit="tlnum" n="15"/>
<quote rend="blockquote"><l> μέσσοι δʼ οἳ τʼ Ἔφυραν πολυπίδακα ναιετάοντες, 
</l><l>παντοίης ἀρετῆς ἴδριες ἐν πολέμῳ,
</l><l>οἵ τε πόλιν Γλαύκοιο, Κορίνθιον ἄστυ, νέμοντες,
<milestone unit="stephpage" xml:id="stephpage-872e" n="872e"/>
</l><l>οἵ <gap reason="lost" rend="**"/> κάλλιστον μάρτυν ἔθεντο πόνων 
</l><l>χρυσοῦ τιμήεντος ἐν αἰθέρι καί σφιν ἀέξει
<milestone unit="tlnum" n="20"/>
</l><l>αὐτῶν τʼ εὐρεῖαν κληδόνα καὶ πατέρων.</l></quote>
ταῦτα γὰρ οὐ χορὸν ἐν Κορίνθῳ διδάσκων οὐδʼ ᾆσμα ποιῶν εἰς τὴν πόλιν, ἄλλως δὲ τὰς πράξεις ἐκείνας, ἐλεγείᾳ γράφων, ἱστόρηκεν. ὁ δὲ
<pb xml:id="v.5.p.259"/> προλαμβάνων τὸν ἔλεγχον τοῦ ψεύσματος τῶν ἐρησομένων
<milestone unit="stephpage" xml:id="stephpage-872f" n="872f"/> <q>πόθεν οὖν πολυάνδρια καὶ θῆκαι τοσαῦται καὶ μνήματα νεκρῶν, ἐν οἷς ἐναγίζουσιν ἄχρι νῦν Πλαταιεῖς τῶν Ἑλλήνων συμπαρόντων</q> αἴσχιον, ὡς
<milestone unit="tlnum" n="5"/> οἶμαι, τῆς προδοσίας τῶν γενεῶν κατηγόρηκεν ἐν τούτοις <q>τῶν δὲ ἄλλων ὅσοι καὶ φαίνονται ἐν
Πλαταιῇσι ἐόντες τάφοι, τούτους δέ, ὡς ἐγὼ πυνθάνομαι,
αἰσχυνομένους τῇ ἀπεστοῖ τῆς μάχης ἑκάστους χώματα χῶσαι κεινὰ τῶν ἐπιγινομένων εἵνεκʼ
<milestone unit="tlnum" n="10"/>
ἀνθρώπων</q> ταύτην τὴν ἀπεστὼ τῆς μάχης προδοσίαν οὖσαν Ἡρόδοτος ἀνθρώπων μόνος ἁπάντων
ἢκουσε, Παυσανίαν δὲ καὶ Ἀριστείδην καὶ Λακεδαιμονίους
<milestone unit="stephpage" xml:id="stephpage-873a" n="873a"/>
καὶ Ἀθηναίους ἔλαθον οἱ Ἕλληνες ἐγκαταλιπόντες τὸν κίνδυνον καὶ οὔτʼ Αἰγινήτας Ἀθηναῖοι
<milestone unit="tlnum" n="15"/> διαφόρους ὄντας εἶρξαν τῆς ἐπιγραφῆς, οὔτε Κορινθίους ἤλεγξαν, οὓς πρότερον νικῶντες φεύγειν ἀπὸ Σαλαμῖνος, ἀντιμαρτυρούσης αὐτοῖς τῆς
Ἑλλάδος. καίτοι Κλεάδας ἦν ὁ Πλαταιεύς, ὃς ἔτεσι
, δέκα ὔστερον τῶν Μηδικῶν Αἰγινήταις χαριζόμενος,
<milestone unit="tlnum" n="20"/>
ὥς φησιν Ἡρόδοτος, ἐπώνυμον ἔχωσεν αὐτῶν πολυάνδριον. Ἀθηναῖοι δὲ καὶ Λακεδαιμόνιοι τί παθόντες εὐθὺς τότε πρὸς μὲν ἀλλήλους ὀλίγον ἐδέησαν εἰς χεῖρας ἐλθεῖν περὶ τοῦ τροπαίου τῆς
<pb xml:id="v.5.p.260"/>
ἀναστάσεως
<milestone unit="stephpage" xml:id="stephpage-873b" n="873b"/> · τοὺς δʼ Ἕλληνας ἀποδειλιάσαντας καὶ ἀποδράντας
οὐκ ἀπήλαυνον τῶν ἀριστείων, ἀλλʼ ἐνέγραφον
τοῖς τροπαίοις καὶ τοῖς κολοσσοῖς καὶ μετεδίδοσαν τῶν λαφύρων τέλος δὲ τῷ βωμῷ τοὐπίγραμμα
<milestone unit="tlnum" n="5"/> τοῦτο γράφοντες ἐνεχάραξαν
<quote rend="blockquote"><l> τόνδε ποθʼ Ἕλληνες Νίκης κράτει, ἔργῳ Ἄρηος,
</l><l>εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι,
</l><l>Πέρσας ἐξελάσαντες, ἐλευθέρᾳ Ἑλλάδι κοινὸν 
</l><l>ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου;</l></quote>
<milestone unit="tlnum" n="10"/>
μὴ καὶ τοῦτο Κλεάδας ἤ τις ἄλλος, ὦ Ἡρόδοτε, κολακεύων τὰς πόλεις ἐπέγραψε; τί οὖν ἐδέοντο τὴν γῆν ὀρύσσοντες διακενῆς ἔχειν πράγματα καὶ
<milestone unit="stephpage" xml:id="stephpage-873c" n="873c"/> ῥᾳδιουργεῖν χώματα καὶ μνήματα τῶν ἐπιγινομένων ἕνεκʼ ἀνθρώπων κατασκευάζοντες, ἐν τοῖς ἐπιφανεστάτοις
<milestone unit="tlnum" n="15"/> καὶ μεγίστοις ἀναθήμασι τὴν δόξαν αὑτῶν καθιερουμένην ὁρῶντες; καὶ μὴν Παυσανίας, ὡς λέγουσιν, ἤδη τυραννικὰ φρονῶν ἐπέγραψεν ἐν Δελφοῖς
<quote rend="blockquote"><l>Ἑλλήνων ἀρχηγὸς ἐπεὶ στρατὸν ὤλεσε Μήδων
<milestone unit="tlnum" n="20"/>
</l><l>Παυσανίας, Φοίβῳ μνῆμʼ ἀνέθηκε τόδε,</l></quote> 
κοινούμενος ἁμωσγέπως τοῖς Ἕλλησι τὴν δόξαν ὧν ἑαυτὸν ἀνηγόρευσεν ἡγεμόνα τῶν δʼ Ἑλλήνων οὐκ ἀνασχομένων ἀλλʼ ἐγκαλούντων, πέμψαντες εἰς Δελφοὺς Λακεδαιμόνιοι τοῦτο μὲν ἐξεκόλαψαν, τὰ δʼ
<pb xml:id="v.5.p.261"/>
<milestone unit="stephpage" xml:id="stephpage-873d" n="873d"/>
ὀνόματα τῶν πόλεων, ὥσπερ ἦν δίκαιον, ἐνεχάραξαν. καίτοι πῶς εἰκός ἐστιν ἢ τοὺς Ἕλληνας ἀγανακτεῖν τῆς ἐπιγραφῆς μὴ μετασχόντας, εἰ συνῄδεσαν
ἑαυτοῖς τὴν ἀπόλειψιν τῆς μάχης, ἢ Λακεδαιμονίους
<milestone unit="tlnum" n="5"/>
τὸν ἡγεμόνα καὶ στρατηγὸν ἐκχαράξαντας, ἐπιγράψαι
τοὺς ἐγκαταλιπόντας καὶ περιιδόντας τὸν κίνδυνον;
ὡς δεινότατόν ἐστιν, εἰ Σωφάνης μὲν καὶ Ἀείμνηστος καὶ πάντες οἱ διαπρεπῶς ἀγωνισάμενοι τὴν μάχην ἐκείνην οὐδὲ Κυθνίων ἐπιγραφομένων τοῖς
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-873e" n="873e"/> τροπαίοις οὐδὲ Μηλίων ἠχθέσθησαν Ἡρόδοτος· δὲ τρισὶ μόναις πόλεσιν ἀναθεὶς τὸν ἀγῶνα τὰς ἄλλας πάσας ἐκχαράττει τῶν τροπαίων καὶ τῶν ἱερῶν.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>