<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:41-43</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:41-43</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="41"><p rend="indent"><milestone unit="tlnum" n="25"/>ἐν δὲ τῇ ἐνάτῃ καὶ τελευταίᾳ τῶν βίβλων,
<pb xml:id="v.5.p.256"/>
ὅσον ἦν ὑπόλοιπον ἔτι τῆς πρὸς Λακεδαιμονίους αὐτῷ δυσμενείας, ἐκχέαι σπεύδων τὸ παρʼ αὑτὸν ἀφείλετο τὴν ἀοίδιμον νίκην καὶ τὸ περιβόητον Πλαταιᾶσι κατόρθωμα τῆς πόλεως· γέγραφε γὰρ
<milestone unit="tlnum" n="5"/>
ὡς <q>πρότερον μὲν ὠρρώδουν τοὺς Ἀθηναίους, μὴ
πεισθέντες ὑπὸ Μαρδονίου τοὺς Ἕλληνας ἐγκαταλίπωσιν· τοῦ δʼ Ἰσθμοῦ τειχισθέντος ἐν ἀσφαλεῖ θέμενοι τὴν Πελοπόννησον ἠμέλουν ἢδη τῶν ἄλλων καὶ περιεώρων, ἑορτάζοντες οἴκοι καὶ τοὺς πρέσβεις
<milestone unit="tlnum" n="10"/> τῶν Ἀθηναίων κατειρωνευόμενοι καὶ διατρίβοντες</q> <milestone unit="stephpage" xml:id="stephpage-871f" n="871f"/> πῶς οὖν ἐξῆλθον εἰς Πλαταιὰς πεντακισχίλιοι Σπαρτιᾶται, περὶ αὑτὸν ἔχων ἀνὴρ ἕκαστος ἑπτὰ
εἵλωτας; ἢ πῶς κίνδυνον ἀράμενοι τοσοῦτον ἐκράτησαν καὶ κατέβαλον μυριάδας τοσαύτας; ἄκουσον
<milestone unit="tlnum" n="15"/> αἰτίας πιθανῆς· <q>ἔτυχε</q> φησὶν <q>ἐν Σπάρτῃ παρεπιδημῶν
ἐκ Τεγέας ἀνὴρ ὄνομα Χείλεως, ᾧ φίλοι τινὲς καὶ ξένοι τῶν ἐφόρων ἦσαν· οὗτος οὖν ἔπεισεν αὐτοὺς ἐκπέμψαι τὸ στράτευμα, λέγων ὅτι τοῦ διατειχίσματος οὐδὲν ὄφελός ἐστι Πελοποννησίοις, ἂν
<milestone unit="tlnum" n="20"/>Ἀθηναῖοι Μαρδονίῳ προσγένωνται</q> τοῦτο Παυσανίαν ἐξήγαγεν εἰς Πλαταιὰς μετὰ τῆς δυνάμεως·
<milestone unit="stephpage" xml:id="stephpage-872a" n="872a"/> εἰ δέ τι κατέσχεν οἰκεῖον ἐν Τεγέᾳ πρᾶγμα τὸν Χείλεων ἐκεῖνον, οὐκ ἂν ἡ Ἑλλὰς περιεγένετο.
</p></div><div type="textpart" subtype="section" n="42"><p rend="indent">πάλιν δὲ τοῖς Ἀθηναίοις οὐκ ἔχων ὅ τι
<milestone unit="tlnum" n="25"/>
χρήσαιτο, ποτὲ μὲν αἴρει ποτὲ καταβάλλει τὴν
<pb xml:id="v.5.p.257"/> πόλιν ἄνω καὶ κάτω μεταφέρων, οὓς Τεγεάταις μὲν εἰς ἀγῶνα λέγει περὶ τῶν δευτερείων καταστάντας
Ἡρακλειδῶν τε μεμνῆσθαι καὶ τὰ πρὸς Ἀμαζόνας
πραχθέντα προφέρειν ταφάς τε Πελοποννησίων τῶν
<milestone unit="tlnum" n="5"/> ὑπὸ τῇ Καδμείᾳ πεσόντων· καὶ τέλος, εἰς τὸν Μαραθῶνα καταβαίνειν τῷ λόγῳ φιλοτιμουμένους καὶ
ἀγαπῶντας ἡγεμονίας τυχεῖν τοῦ ἀριστεροῦ κέρως
<milestone unit="stephpage" xml:id="stephpage-872b" n="872b"/> ὀλίγον δʼ ὕστερον αὐτοῖς Παυσανίαν καὶ Σπαρτιάτας τῆς ἡγεμονίας ὑφίεσθαι καὶ παρακαλεῖν, ὅπως κατὰ
<milestone unit="tlnum" n="10"/>Πέρσας ἀντιταχθῶσι τὸ δεξιὸν κέρας παραλαβόντες,
αὐτοῖς δὲ παραδόντες τὸ εὐώνυμον, ὡς ἀηθείᾳ τὴν πρὸς τοὺς βαρβάρους μάχην ἀπολεγομένους. καίτοι γελοῖον, εἰ συνήθεις; εἶεν οἱ πολέμιοι, μάχεσθαι
μὴ θέλειν. ἀλλὰ τοὺς γʼ ἄλλους Ἕλληνας εἰς ἕτερον
<milestone unit="tlnum" n="15"/>
τῶν στρατηγῶν ἀγομένους στρατόπεδον, <q>ὡς ἐκινήθησαν, φησὶ φεύγειν ἀσμένως τὴν ἵππον
<milestone unit="stephpage" xml:id="stephpage-872c" n="872c"/> πρὸς τὴν τῶν Πλαταιέων πόλιν· φεύγοντας δʼ ἀφικέσθαι πρὸς τὸ Ἡραῖον</q> ἐν ᾧ καὶ ἀπείθειαν καὶ λιποταξίαν καὶ προδοσίαν ὁμοῦ τι πάντων κατηγόρησε.
<milestone unit="tlnum" n="20"/> τέλος μόνους φησὶ τοῖς μὲν βαρβάροις
Λακεδαιμονίους καὶ Τεγεάτας τοῖς δὲ Θηβαίοις
Ἀθηναίους συμπεσόντας διαγωνίσασθαι, τὰς δʼ ἄλλας
πόλεις ὁμαλῶς ἁπάσας τοῦ κατορθώματος ἀπεστέρηκεν· <q>οὐδένα συνεφάψασθαι τοῦ ἀγῶνος, ἀλλὰ
<milestone unit="tlnum" n="25"/> καθημένους πάντας τῶν ὅπλων καταλιπεῖν
<pb xml:id="v.5.p.258"/> καὶ προδοῦναι τοὺς ὑπὲρ αὐτῶν μαχομένους· ὀψὲ
δὲ Φλιασίους καὶ Μεγαρέας πυθομένους νικῶντα Παυσανίαν, προσφερομένους καὶ ἐμπεσόντας εἰς τὸ Θηβαίων ἱππικόν, οὐδενὶ λόγῳ διαφθαρῆναι Κορινθίους
<milestone unit="tlnum" n="5"/>
δὲ τῇ μὲν μάχῃ μὴ παραγενέσθαι, μετὰ
<milestone unit="stephpage" xml:id="stephpage-872d" n="872d"/> δὲ τὴν νίκην ἐπειγομένους διὰ τῶν λόφων, μὴ περιπεσεῖν τοῖς ἱππεῦσι τῶν Θηβαίων·</q> οἱ γὰρ Θηβαῖοι, τῆς τροπῆς γενομένης, προϊππεύοντες τῶν βαρβάρων προθύμως παρεβοήθουν φεύγουσιν αὐτοῖς,
<milestone unit="tlnum" n="10"/> δηλονότι τῶν ἐν Θερμοπύλαις στιγμάτων χάριν ἀποδιδόντες.
ἀλλὰ Κορινθίους γε καὶ τάξιν ἣν ἐμάχοντο τοῖς βαρβάροις, καὶ τέλος ἡλίκον ὑπῆρξεν αὐτοῖς ἀπὸ τοῦ Πλαταιᾶσιν ἀγῶνος ἔξεστι Σιμωνίδου πυθέσθαι γράφοντος ἐν τούτοις
<milestone unit="tlnum" n="15"/>
<quote rend="blockquote"><l> μέσσοι δʼ οἳ τʼ Ἔφυραν πολυπίδακα ναιετάοντες, 
</l><l>παντοίης ἀρετῆς ἴδριες ἐν πολέμῳ,
</l><l>οἵ τε πόλιν Γλαύκοιο, Κορίνθιον ἄστυ, νέμοντες,
<milestone unit="stephpage" xml:id="stephpage-872e" n="872e"/>
</l><l>οἵ <gap reason="lost" rend="**"/> κάλλιστον μάρτυν ἔθεντο πόνων 
</l><l>χρυσοῦ τιμήεντος ἐν αἰθέρι καί σφιν ἀέξει
<milestone unit="tlnum" n="20"/>
</l><l>αὐτῶν τʼ εὐρεῖαν κληδόνα καὶ πατέρων.</l></quote>
ταῦτα γὰρ οὐ χορὸν ἐν Κορίνθῳ διδάσκων οὐδʼ ᾆσμα ποιῶν εἰς τὴν πόλιν, ἄλλως δὲ τὰς πράξεις ἐκείνας, ἐλεγείᾳ γράφων, ἱστόρηκεν. ὁ δὲ
<pb xml:id="v.5.p.259"/> προλαμβάνων τὸν ἔλεγχον τοῦ ψεύσματος τῶν ἐρησομένων
<milestone unit="stephpage" xml:id="stephpage-872f" n="872f"/> <q>πόθεν οὖν πολυάνδρια καὶ θῆκαι τοσαῦται καὶ μνήματα νεκρῶν, ἐν οἷς ἐναγίζουσιν ἄχρι νῦν Πλαταιεῖς τῶν Ἑλλήνων συμπαρόντων</q> αἴσχιον, ὡς
<milestone unit="tlnum" n="5"/> οἶμαι, τῆς προδοσίας τῶν γενεῶν κατηγόρηκεν ἐν τούτοις <q>τῶν δὲ ἄλλων ὅσοι καὶ φαίνονται ἐν
Πλαταιῇσι ἐόντες τάφοι, τούτους δέ, ὡς ἐγὼ πυνθάνομαι,
αἰσχυνομένους τῇ ἀπεστοῖ τῆς μάχης ἑκάστους χώματα χῶσαι κεινὰ τῶν ἐπιγινομένων εἵνεκʼ
<milestone unit="tlnum" n="10"/>
ἀνθρώπων</q> ταύτην τὴν ἀπεστὼ τῆς μάχης προδοσίαν οὖσαν Ἡρόδοτος ἀνθρώπων μόνος ἁπάντων
ἢκουσε, Παυσανίαν δὲ καὶ Ἀριστείδην καὶ Λακεδαιμονίους
<milestone unit="stephpage" xml:id="stephpage-873a" n="873a"/>
καὶ Ἀθηναίους ἔλαθον οἱ Ἕλληνες ἐγκαταλιπόντες τὸν κίνδυνον καὶ οὔτʼ Αἰγινήτας Ἀθηναῖοι
<milestone unit="tlnum" n="15"/> διαφόρους ὄντας εἶρξαν τῆς ἐπιγραφῆς, οὔτε Κορινθίους ἤλεγξαν, οὓς πρότερον νικῶντες φεύγειν ἀπὸ Σαλαμῖνος, ἀντιμαρτυρούσης αὐτοῖς τῆς
Ἑλλάδος. καίτοι Κλεάδας ἦν ὁ Πλαταιεύς, ὃς ἔτεσι
, δέκα ὔστερον τῶν Μηδικῶν Αἰγινήταις χαριζόμενος,
<milestone unit="tlnum" n="20"/>
ὥς φησιν Ἡρόδοτος, ἐπώνυμον ἔχωσεν αὐτῶν πολυάνδριον. Ἀθηναῖοι δὲ καὶ Λακεδαιμόνιοι τί παθόντες εὐθὺς τότε πρὸς μὲν ἀλλήλους ὀλίγον ἐδέησαν εἰς χεῖρας ἐλθεῖν περὶ τοῦ τροπαίου τῆς
<pb xml:id="v.5.p.260"/>
ἀναστάσεως
<milestone unit="stephpage" xml:id="stephpage-873b" n="873b"/> · τοὺς δʼ Ἕλληνας ἀποδειλιάσαντας καὶ ἀποδράντας
οὐκ ἀπήλαυνον τῶν ἀριστείων, ἀλλʼ ἐνέγραφον
τοῖς τροπαίοις καὶ τοῖς κολοσσοῖς καὶ μετεδίδοσαν τῶν λαφύρων τέλος δὲ τῷ βωμῷ τοὐπίγραμμα
<milestone unit="tlnum" n="5"/> τοῦτο γράφοντες ἐνεχάραξαν
<quote rend="blockquote"><l> τόνδε ποθʼ Ἕλληνες Νίκης κράτει, ἔργῳ Ἄρηος,
</l><l>εὐτόλμῳ ψυχῆς λήματι πειθόμενοι,
</l><l>Πέρσας ἐξελάσαντες, ἐλευθέρᾳ Ἑλλάδι κοινὸν 
</l><l>ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου;</l></quote>
<milestone unit="tlnum" n="10"/>
μὴ καὶ τοῦτο Κλεάδας ἤ τις ἄλλος, ὦ Ἡρόδοτε, κολακεύων τὰς πόλεις ἐπέγραψε; τί οὖν ἐδέοντο τὴν γῆν ὀρύσσοντες διακενῆς ἔχειν πράγματα καὶ
<milestone unit="stephpage" xml:id="stephpage-873c" n="873c"/> ῥᾳδιουργεῖν χώματα καὶ μνήματα τῶν ἐπιγινομένων ἕνεκʼ ἀνθρώπων κατασκευάζοντες, ἐν τοῖς ἐπιφανεστάτοις
<milestone unit="tlnum" n="15"/> καὶ μεγίστοις ἀναθήμασι τὴν δόξαν αὑτῶν καθιερουμένην ὁρῶντες; καὶ μὴν Παυσανίας, ὡς λέγουσιν, ἤδη τυραννικὰ φρονῶν ἐπέγραψεν ἐν Δελφοῖς
<quote rend="blockquote"><l>Ἑλλήνων ἀρχηγὸς ἐπεὶ στρατὸν ὤλεσε Μήδων
<milestone unit="tlnum" n="20"/>
</l><l>Παυσανίας, Φοίβῳ μνῆμʼ ἀνέθηκε τόδε,</l></quote> 
κοινούμενος ἁμωσγέπως τοῖς Ἕλλησι τὴν δόξαν ὧν ἑαυτὸν ἀνηγόρευσεν ἡγεμόνα τῶν δʼ Ἑλλήνων οὐκ ἀνασχομένων ἀλλʼ ἐγκαλούντων, πέμψαντες εἰς Δελφοὺς Λακεδαιμόνιοι τοῦτο μὲν ἐξεκόλαψαν, τὰ δʼ
<pb xml:id="v.5.p.261"/>
<milestone unit="stephpage" xml:id="stephpage-873d" n="873d"/>
ὀνόματα τῶν πόλεων, ὥσπερ ἦν δίκαιον, ἐνεχάραξαν. καίτοι πῶς εἰκός ἐστιν ἢ τοὺς Ἕλληνας ἀγανακτεῖν τῆς ἐπιγραφῆς μὴ μετασχόντας, εἰ συνῄδεσαν
ἑαυτοῖς τὴν ἀπόλειψιν τῆς μάχης, ἢ Λακεδαιμονίους
<milestone unit="tlnum" n="5"/>
τὸν ἡγεμόνα καὶ στρατηγὸν ἐκχαράξαντας, ἐπιγράψαι
τοὺς ἐγκαταλιπόντας καὶ περιιδόντας τὸν κίνδυνον;
ὡς δεινότατόν ἐστιν, εἰ Σωφάνης μὲν καὶ Ἀείμνηστος καὶ πάντες οἱ διαπρεπῶς ἀγωνισάμενοι τὴν μάχην ἐκείνην οὐδὲ Κυθνίων ἐπιγραφομένων τοῖς
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-873e" n="873e"/> τροπαίοις οὐδὲ Μηλίων ἠχθέσθησαν Ἡρόδοτος· δὲ τρισὶ μόναις πόλεσιν ἀναθεὶς τὸν ἀγῶνα τὰς ἄλλας πάσας ἐκχαράττει τῶν τροπαίων καὶ τῶν ἱερῶν.
</p></div><div type="textpart" subtype="section" n="43"><p rend="indent">τεσσάρων δʼ ἀγώνων τότε πρὸς τοὺς βαρβάρους γενομένων, ἐκ μὲν Ἀρτεμισίου τοὺς Ἕλληνας
<milestone unit="tlnum" n="15"/>
ἀποδρᾶναί φησιν· ἐν δὲ Θερμοπύλαις, τοῦ στρατηγοῦ, καὶ βασιλέως προκινδυνεύοντος, οἰκουρεῖν καὶ ἀμελεῖν Ὀλύμπια καὶ Κάρνεια πανηγυρίζοντας·
τὰ δʼ ἐν Σαλαμῖνι διηγούμενος τοσούτους περὶ Ἀρτεμισίας λόγους γέγραφεν, ὅσοις ὅλην τὴν
<milestone unit="tlnum" n="20"/>
<milestone unit="stephpage" xml:id="stephpage-873f" n="873f"/> ναυμαχίαν οὐκ ἀπήγγελκε τέλος δέ, καθημένους ἐν Πλαταιαῖς ἀγνοῆσαι μέχρι τέλους τὸν ἀγῶνα τοὺς
Ἕλληνας, ὥσπερ βατραχομυομαχίας γινομένης, ἣν Πίγρης ὁ Ἀρτεμισίας ἐν ἔπεσι παίζων καὶ φλυαρῶν ἔγραψε, σιωπῇ διαγωνίσασθαι συνθεμένων, ἵνα
<pb xml:id="v.5.p.262"/> λάθωσι τοὺς ἄλλους, · αὐτοὺς δὲ Λακεδαιμονίους ἀνδρείᾳ μὲν οὐδὲν κρείττονας γενέσθαι τῶν βαρβάρων, ἀνόπλοις δὲ καὶ γυμνοῖς μαχομένους κρατῆσαι. Ξέρξου μὲν γὰρ αὐτοῦ παρόντος, ὑπὸ μαστίγων μόλις ὄπισθεν
<milestone unit="tlnum" n="5"/>
ὠθούμενοι προσεφέροντο τοῖς Ἕλλησιν, ἐν δὲ
<milestone unit="stephpage" xml:id="stephpage-874a" n="874a"/>Πλαταιαῖς, ὡς ἔοικεν, ἑτέρας ψυχὰς μεταλαβόντες <q>λήματι μὲν καὶ ῥώμῃ οὐκ ἥσσονες ἦσαν· ἡ δὲ
ἐσθής, ἔρημος ἐοῦσα ὅπλων, πλεῖστον ἐδηλήσατό
σφεας πρὸς γὰρ ὁπλίτας ἐόντες γυμνῆτες ἀγῶνα
<milestone unit="tlnum" n="10"/>
ἐποιέοντο</q> τί οὖν περίεστιν ἔνδοξον ἢ μέγα τοῖς
Ἕλλησιν ἀπʼ ἐκείνων τῶν ἀγώνων, εἰ Λακεδαιμόνιοι μὲν ἀόπλοις ἐμάχοντο, τοὺς δʼ ἄλλους ἡ μάχη παρόντας ἔλαθε, κενὰ δὲ πολυάνδρια τιμώμενα τοῖς ἑκάστου, ψευδῶν δὲ γραμμάτων μεστοὶ τρίποδες
<milestone unit="tlnum" n="15"/> ἑστᾶσι καὶ βωμοὶ παρὰ τοῖς θεοῖς, μόνος δὲ τἀληθὲς
Ἡρόδοτος ἔγνω, τοὺς δʼ ἄλλους ἅπαντας ἀνθρώπους,
<milestone unit="stephpage" xml:id="stephpage-874b" n="874b"/> ὅσοι λόγον Ἑλλήνων ἔχουσιν, ἐξηπάτηκεν ἡ φήμη τῶν τότε κατορθωμάτων, ὡς ὑπερφυῶν γενομένων;
τί δῆτα; γραφικὸς ἁνήρ, καὶ ἡδὺς ὁ
<milestone unit="tlnum" n="20"/> λόγος, καὶ χάρις ἔπεστι καὶ δεινότης καὶ ὥρα τοῖς
διηγήμασι  μῦθον δʼ ὡς ὅτʼ ἀοιδός, ἐπισταμένως μὲν οὒ λιγυρῶς δὲ καὶ γλαφυρῶς ἠγόρευκεν. ἀμέλει
<pb xml:id="v.5.p.263"/> ταῦτα καὶ κηλεῖ καὶ προσάγεται πάντας, ἀλλʼ ὥσπερ
ἐν ῥόδοις δεῖ κανθαρίδα φυλάττεσθαι τὴν βλασφημίαν αὐτοῦ καὶ κακολογίαν, λείοις καὶ ἁπαλοῖς
<milestone unit="stephpage" xml:id="stephpage-874c" n="874c"/> σχήμασιν ὑποδεδυκυῖαν, ἵνα μὴ λάθωμεν ἀτόπους
<milestone unit="tlnum" n="5"/> καὶ ψευδεῖς περὶ τῶν ἀρίστων καὶ μεγίστων, τῆς
Ἑλλάδος πόλεων καὶ ἀνδρῶν δόξας λαβόντες.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>