<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:38-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:38-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="38"><p rend="indent"><milestone unit="tlnum" n="15"/>ἔτι δὲ μᾶλλον τῶν Ἑλλήνων καταγελῶν Θεμιστοκλέα μὲν οὔτε φησὶ φρονῆσαι τὸ συμφέρον ἀλλὰ παριδεῖν, ὃς Ὀδυσσεὺς ἐπωνομάσθη διὰ τὴν
φρόνησιν Ἀρτεμισίαν δὲ τὴν Ἡροδότου πολῖτιν,
μηδενὸς διδάξαντος, αὐτὴν ἀφʼ ἑαυτῆς ἐπινοήσασαν
<milestone unit="tlnum" n="20"/>Ξέρξῃ προειπεῖν, ὡς <q>οὐχ οἷοί τε πολλὸν χρόνον
ἔσονταί τοι ἀντέχειν οἱ Ἕλληνες, ἀλλά σφεας διασκεδᾷς,
<milestone unit="stephpage" xml:id="stephpage-870a" n="870a"/> κατὰ πόλεις δὲ ἕκαστοι φεύξονται καὶ οὐκ εἰκὸς αὐτούς, ἢν σὺ ἐπὶ τὴν Πελοπόννησον ἐλαύνῃς τὸν πεζὸν στρατόν, ἀτρεμήσειν,  οὐδέ σφι μελήσειν
<pb xml:id="v.5.p.251"/> πρὸ τῶν Ἀθηνέων ναυμαχέειν ἢν δὲ αὐτίκα ἐπειχθῇς ναυμαχῆσαι, δειμαίνω μὴ ὁ ναυτικὸς στρατὸς κακωθεὶς καὶ τὸν πεζὸν προσδηλήσηται</q> ταῦτα μὲν
οὖν μέτρων ἐνδεῖ τῷ Ἡροδότῳ, Σίβυλλαν ἀποφῆναι
<milestone unit="tlnum" n="5"/> τὴν Ἀρτεμισίαν τὰ μέλλοντα προθεσπίζουσαν
οὕτως ἀκριβῶς. διὸ καὶ Ξέρξης αὐτῇ παρέδωκε τοὺς ἑαυτοῦ παῖδας ἀπάγειν εἰς Ἔφεσον· ἐπελέληστο γὰρ ἐκ Σούσων, ὡς ἔοικεν, ἄγειν γυναῖκας, εἰ γυναικείας ἐδέοντο παραπομπῆς οἱ παῖδες.
</p></div><div type="textpart" subtype="section" n="39"><p rend="indent"><milestone unit="tlnum" n="10"/>ἀλλʼ ὃ μὲν ἔψευσται, λόγος ἡμῖν οὐδείς
<milestone unit="stephpage" xml:id="stephpage-870b" n="870b"/>
ἃ δὲ τ<gap reason="lost" rend="**"/> ψεῦσται μόνον ἐξετάζομεν. φησὶ τοίνυν
Ἀθηναίους· λέγειν, ὡς Ἀδείμαντος ὁ Κορινθίων στρατηγός, ἐν χερσὶ τῶν πολεμίων γενομένων, ὑπερεκπλαγεὶς καὶ καταδείσας ἔφευγεν · οὐ πρύμναν
<milestone unit="tlnum" n="15"/>
κρουσάμενος οὐδὲ διαδὺς ἀτρέμα διὰ τῶν μαχομένων, ἀλλὰ λαμπρῶς ἐπαιρόμενος τὰ ἱστία καὶ τὰς ναῦς ἁπάσας ἀποστρέψας· εἶτα μέντοι κέλης ἐλαυνόμενος
αὐτῷ συνέτυχε περὶ τὰ λήγοντα τῆς Σαλαμινίας,
ἐκ δὲ τοῦ κέλητος ἐφθέγξατό τις <q>σὺ μέν,
<milestone unit="tlnum" n="20"/>
ὦ Ἀδείμαντε, φεύγεις καταπροδοὺς τοὺς Ἕλληνας ·
οἱ δὲ καὶ δὴ νικῶσι, καθάπερ ἠρῶντο ἐπικρατῆσαι
<milestone unit="stephpage" xml:id="stephpage-870c" n="870c"/> τῶν ἐχθρῶν</q> ὁ δὲ κέλης οὗτος ἦν, ὡς ἔοικεν,
οὐρανοπετής· τί γὰρ ἔδει τίθεσθαι μηχανῆς
<pb xml:id="v.5.p.252"/> τραγικῆς, ἐν πᾶσι
τοῖς ἄλλοις ὑπερπαίοντα τοὺς τραγῳδοὺς ἀλαζονείᾳ; πιστεύσας οὖν ὁ Ἀδείμαντος <q>ἐπανῆλθεν εἰς τὸ στρατόπεδον ἐπʼ ἐξειργασμένοις αὕτη φάτις ἔχει ὑπὸ Ἀθηναίων οὐ μέντοι Κορίνθιοι
<milestone unit="tlnum" n="5"/>
ὁμολογέουσι, ἀλλὰ ἐν πρώτοισι σφέας αὐτοὺς τῆς
ναυμαχίης νομίζουσι γενέσθαι μαρτυρεῖ δέ σφι καὶ
ἡ ἄλλη Ἑλλάς.</q> Τοιοῦτός ἐστιν ἐν πολλοῖς ὁ ἄνθρωπος
ἑτέρας καθʼ ἑτέρων διαβολὰς καὶ κατηγορίας κατατίθησιν, ὥστε μὴ διαμαρτεῖν τοῦ φανῆναὶ
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-870d" n="870d"/> τινα πάντως πονηρόν ὥσπερ ἐνταῦθα περίεστιν αὐτῷ, ἀπιστουμένους μὲν τῆς διαβολῆς, Κορινθίους ἀδοξεῖν, ἀπιστουμένης δέ, Ἀθηναίους, ἢν οἶμαι μηδὲ Κορινθίων Ἀθηναίους, ἀλλὰ τοῦτον ἀμφοτέρων ὁμοῦ καταψεύδεσθαι. Θουκυδίδης γοῦν ἀντιλέγοντα
<milestone unit="tlnum" n="15"/> ποιῶν τῷ Κορινθίῳ τὸν Ἀθηναῖον ἐν Λακεδαίμονι καὶ πολλὰ περὶ τῶν Μηδικῶν λαμπρυνόμενον ἔργων καὶ περὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας οὐδεμίαν αἰτίαν προδοσίας ἢ λιποταξίας ἐπενήνοχε Κορινθίοις· οὐδὲ γὰρ εἰκὸς ἦν Ἀθηναίους ταῦτα βλασφημεῖν περὶ
<milestone unit="tlnum" n="20"/> τῆς Κορινθίων πόλεως, ἣν τρίτην μὲν ἑώρων μετὰ Λακεδαιμονίους καὶ μετʼ αὐτοὺς ἐγχαραττομένην
<milestone unit="stephpage" xml:id="stephpage-870e" n="870e"/> τοῖς ἀπὸ τῶν βαρβάρων ἀναθήμασιν· ἐν δὲ Σαλαμῖνι παρὰ τὴν πόλιν ἔδωκαν αὐτοῖς θάψαι τε τοὺς
<pb xml:id="v.5.p.253"/>
ἀποθανόντας, ὡς ἄνδρας ἀγαθοὺς γενομένους, καὶ ἐπιγράψαι τόδε τὸ ἐλεγεῖον
<quote rend="blockquote"><l>ὦ ξένε, εὔυδρὸν ποτʼ ἐναίομεν ἄστυ Κορίνθου, 
</l><l>νῦν δʼ ἅμʼ Αἴαντος νᾶσος ἔχει Σαλαμίς.
<milestone unit="tlnum" n="5"/>
</l><l>ἐνθάδε Φοινίσσας νῆας καὶ Πέρσας ἑλόντες
</l><l>καὶ Μήδους, ἱερὰν Ἑλλάδα ῥυσάμεθα.</l></quote>
τὸ δʼ ἐν Ἰσθμῷ κενοτάφιον ἐπιγραφὴν ἔχει ταύτην
<quote rend="blockquote"><l>ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν
<milestone unit="stephpage" xml:id="stephpage-870f" n="870f"/>
</l><l>ταῖς αὐτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι.</l></quote>
<milestone unit="tlnum" n="10"/>Διοδώρου δέ τινος τῶν Κορινθίων τριηράρχων ἐν
ἱερῷ Λητοῦς ἀναθήμασι κειμένοις καὶ τοῦτʼ ἐπιγέγραπται
<quote rend="blockquote"><l> ταῦτʼ ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου 
</l><l>ὅπλʼ ἀνέθεν Λατοῖ, μνάματα ναυμαχίας.</l></quote>
<milestone unit="tlnum" n="15"/>
αὐτός γε μὴν ὁ Ἀδείμαντος, πλεῖστα λοιδορούμενος
Ἡρόδοτος διατελεῖ καὶ λέγων <q>μοῦνον ἀσπαίρειν τῶν στρατηγῶν, ὡς φευξόμενον ἀπʼ Ἀρτεμισίου καὶ· μὴ περιμενοῦντα</q> σκόπει τίνα δόξαν εἶχεν
<quote rend="blockquote"><l>οὗτος Ἀδειμάντου κείνου τάφος, ὃν δία πᾶσα
<milestone unit="tlnum" n="20"/>
</l><l>Ἑλλὰς ἐλευθερίας ἀμφέθετο στέφανον.</l></quote>
<pb xml:id="v.5.p.254"/>
<milestone unit="stephpage" xml:id="stephpage-871a" n="871a"/>οὔτε γὰρ τελευτήσαντι τοιαύτην εἰκὸς ἦν ἀνδρὶ δειλῷ καὶ προδότῃ γενέσθαι τιμήν, οὔτʼ ἂν ἐτόλμησε τῶν θυγατέρων ὄνομα θέσθαι τῇ μὲν Ναυσινίκην
τῇ δʼ Ἀκροθίνιον τῇ δʼ Ἀλεξιβίαν, Ἀριστέα δὲ
<milestone unit="tlnum" n="5"/> καλέσαι τὸν υἱόν, εἰ μή τις ἦν ἐπιφάνεια καὶ λαμπρότης περὶ αὐτὸν ἀπὸ τῶν ἔργων ἐκείνων. καὶ μὴν ὅτι μόναι τῶν Ἑλληνίδων αἱ Κορίνθιαι γυναῖκες εὔξαντο τὴν καλὴν ἐκείνην καὶ δαιμόνιον εὐχήν, ἔρωτα τοῖς ἀνδράσι τῆς πρὸς τοὺς βαρβάρους μάχης
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-871b" n="871b"/> ἐμβαλεῖν τὴν θεόν, οὐχ ὅπως τοὺς περὶ τὸν Ἡρόδοτον ἀγνοῆσαι πιθανὸν ἦν, ἀλλʼ οὐδὲ τὸν ἔσχατον Καρῶν· διεβοήθη γὰρ τὸ πρᾶγμα καὶ Σιμωνίδης
ἐποίησεν ἐπίγραμμα, χαλκῶν εἰκόνων ἀνασταθεισῶν
ἐν τῷ ναῷ τῆς Ἀφροδίτης, ὃν ἱδρύσασθαι Μήδειαν
<milestone unit="tlnum" n="15"/> λέγουσιν, οἱ μὲν αὐτὴν παυσαμένην τἀνδρός, οἱ
δʼ ἐπὶ τῷ τὸν Ἰάσονα τῆς Θέτιδος ἐρῶντα παῦσαι τὴν θεόν. τὸ δʼ ἐπίγραμμα τοῦτʼ ἐστὶν
<quote rend="blockquote"><l>αἵδʼ ὑπὲρ Ἑλλάνων τε καὶ ἰθυμάχων πολιητᾶν
</l><l>ἔσταθεν εὐξάμεναι Κύπριδι δαιμόνια.
<milestone unit="tlnum" n="20"/>
</l><l>οὐ γὰρ τοξοφόροισιν ἐμήδετο δῖʼ Ἀφροδίτα 
</l><l>Μήδοις Ἑλλάνων ἀκρόπολιν προδόμεν.</l></quote>
<pb xml:id="v.5.p.255"/>
<milestone unit="stephpage" xml:id="stephpage-871c" n="871c"/> ταῦτʼ ἔδει γράφειν καὶ τούτων μεμνῆσθαι μᾶλλον,
ἢ τὴν Ἀμεινοκλέους ἐμβαλεῖν <gap reason="lost" rend="**"/> παιδοφονίαν.
</p></div><div type="textpart" subtype="section" n="40"><p rend="indent">τῶν τοίνυν αἰτιῶν τῶν κατὰ Θεμιστοκλέους ἀνέδην ἐμφορηθείς, ἐν οἷς κλέπτοντα καὶ πλεονεκτοῦντα
<milestone unit="tlnum" n="5"/> λάθρα τῶν ἄλλων στρατηγῶν οὔ φησι παύσασθαι περὶ τὰς νήσους · τέλος αὐτῶν Ἀθηναίων τὸν στέφανον ἀφελόμενος Αἰγινήταις ἐπιτίθησι, γράφων ταῦτα <q>πέμψαντες ἀκροθίνια, οἱ Ἕλληνες εἰς Δελφοὺς ἐπηρώτων τὸν θεὸν κοινῇ, εἰ λελάβηκε
<milestone unit="tlnum" n="10"/> πλήρεα καὶ ἀρεστὰ τὰ ἀκροθίνια· ὁ δὲ παρʼ Ἑλλήνων μὲν τῶν ἄλλων ἔφησε ἔχειν, παρʼ Αἰγινητέων
<milestone unit="stephpage" xml:id="stephpage-871d" n="871d"/>
δὲ οὒ · ἀλλʼ ἀπαίτεε αὐτοὺς τὰ ἀριστεῖα τῆς ἐν Σαλαμῖνι ναυμαχίας.</q> οὐκέτι Σκύθαις οὐδὲ Πέρσαις
οὐδʼ Αἰγυπτίοις τοὺς ἑαυτοῦ λόγους ἀνατίθησι
<milestone unit="tlnum" n="15"/> πλάττων, ὥσπερ Αἴσωπος κόραξι καὶ πιθήκοις, ἀλλὰ
τῷ τοῦ Πυθίου προσώπῳ χρώμενος, ἀπωθεῖ τῶν
ἐν Σαλαμῖνι πρωτείων τὰς Ἀθήνας. Θεμιστοκλεῖ δὲ
τῶν δευτερείων ἐν Ἰσθμῷ γενομένων διὰ τὸ τῶν στρατηγῶν ἕκαστον αὑτῷ  μὲν τὸ πρωτεῖον ἐκείνῳ
<milestone unit="tlnum" n="20"/>
δὲ τὸ δευτερεῖον ἀποδοῦναι, καὶ τέλος τῆς κρίσεως
μὴ λαβούσης, δέον αἰτιάσασθαι τὴν φιλοτιμίαν τῶν
<milestone unit="stephpage" xml:id="stephpage-871e" n="871e"/> στρατηγῶν, πάντας ἀποπλεῦσαί φησι τοὺς Ἕλληνας
ὑπὸ φθόνου μὴ βουληθέντας ἀναγορεῦσαι τὸν ἄνδρα πρῶτον.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>