<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:37</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:37</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="37"><p rend="indent">ἀλλὰ τί ἄν τις ἀγανακτοίη περὶ Ναξίων;
<milestone unit="tlnum" n="10"/>
εἰ γάρ εἰσιν ἀντίποδες ἡμῶν, ὥσπερ ἔνιοι λέγουσι, τῆς γῆς τὰ κάτω περιοικοῦντες, οἶμαι μηδʼ ἐκείνους
ἀνηκόους εἶναι Θεμιστοκλέους καὶ τοῦ Θεμιστοκλέους βουλεύματος, ὃ βουλεύσας τῇ Ἑλλάδι ναυμαχῆσαι
<milestone unit="stephpage" xml:id="stephpage-869d" n="869d"/> πρὸ τῆς Σαλαμῖνος ἱδρύσατο ναὸν Ἀριστοβούλης
<milestone unit="tlnum" n="15"/>Ἀρτέμιδος ἐν Μελίτῃ, τοῦ βαρβάρου καταπολεμηθέντος. τοῦτο μὲν τοῦ Θεμιστοκλέους ὁ χαρίεις συγγραφεὺς ὅσον ἐφʼ ἑαυτῷ παραιρούμενος καὶ τὴν δόξαν εἰς ἕτερον μεταφέρων ταυτὶ γράφει κατὰ λέξιν <q>ἐνταῦθα δὴ Θεμιστοκλέα ἀφικόμενον
<milestone unit="tlnum" n="20"/> ἐπὶ τὴν νέα εἴρετο Μνησίφιλος ἀνὴρ Ἀθηναῖος, ὃ
τι σφι εἴη βεβουλευμένον πυθόμενος δὲ πρὸς αὐτοῦ, ὡς εἴη δεδογμένον ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμὸν καὶ πρὸ τῆς Πελοποννήσου ναυμαχέειν,
<pb xml:id="v.5.p.250"/> εἶπε <q>οὐκ ἄρα, ἢν ἀπαίρωσι τὰς νέας ἀπὸ Σαλαμῖνος, οὐδὲ περὶ μιῆς ἔτι πατρίδος ναυμαχήσεις· κατὰ γὰρ πόλεις ἕκαστοι τρέψονται.</q> </q> καὶ μετʼ ὀλίγον
<milestone unit="stephpage" xml:id="stephpage-869e" n="869e"/> <q>ἀλλὰ εἴ τις ἔστι μηχανή, ἴθι τε καὶ πειρῶ
<milestone unit="tlnum" n="5"/> διαχέαι τὰ βεβουλευμένα, ἤν κως δύνῃ ἀναγνῶσαι Εὐρυβιάδεα μεταβουλεύσασθαι ὥστε αὐτοῦ μενεῖν</q> εὖθʼ ὑπειπὼν ὅτι <q>κάρτα τῷ Θεμιστοκλεῖ ἤρεσε ἡ
ὑποθήκη, καὶ οὐδὲν πρὸς ταῦτα ἀμειψάμενος ἀφίκετο πρὸς τὸν Εὐρυβιάδην</q> πάλιν αὐταῖς λέξεσι
<milestone unit="tlnum" n="10"/> γέγραφεν <q>ἐνταῦθα δὲ Θεμιστοκλῆς παριζόμενὸς οἱ
καταλέγει κεῖνά τε πάντα ἃ ἤκουσε Μνησιφίλου
<milestone unit="stephpage" xml:id="stephpage-869f" n="869f"/> ἑωυτοῦ ποιεύμενος, καὶ ἄλλα προστιθείς.</q> ὁρᾷς ὅτι κακοηθείας προστρίβεται τἀνδρὶ δόξαν, ἴδιον αὐτοῦ βούλευμα ποιεῖσθαι τὸ τοῦ Μνησιφίλου λέγων;
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>