<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:36</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:36</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="36"><p rend="indent">οὐ δεῖ δὲ θαυμάζειν, εἰ τοῖς ἀτυχήσασιν ἔγκειται πικρῶς, ὅπου καὶ τοὺς παραγενομένους καὶ
<milestone unit="tlnum" n="5"/>
<milestone unit="stephpage" xml:id="stephpage-869a" n="869a"/> συγκινδυνεύσαντας εἰς τὴν τῶν πολεμίων μερίδα καὶ προδοτῶν μετατίθησι. <q>Νάξιοι γὰρ τρεῖς ἔπεμψαν τριήρεις συμμάχους τοῖς βαρβάροις, εἷς δὲ τῶν τριηράρχων Δημόκριτος ἔπεισε τοὺς ἄλλους ἑλέσθαι
τὰ τῶν Ἑλλήνων</q> οὕτως; οὐδʼ ἐπαινεῖν ἄνευ τοῦ
<milestone unit="tlnum" n="10"/>
ψέγειν οἶδεν, ἀλλʼ ἵνʼ εἷς ἀνὴρ ἐγκωμιασθῇ, πόλιν ὅλην δεῖ κακῶς ἀκοῦσαι καὶ δῆμον. ἀντιμαρτυρεῖ
δʼ αὐτῷ τῶν μὲν πρεσβυτέρων Ἑλλάνικος τῶν δὲ νεωτέρων Ἔφορος, ὁ μὲν ἓξ ὁ δὲ πέντε ναυσὶ τοὺς Ναξίους ἐλθεῖν τοῖς Ἕλλησι βοηθοῦντας ἱστορήσας.
<milestone unit="tlnum" n="15"/> αὐτὸς δὲ καὶ παντάπασιν ἑαυτὸν ὁ Ἡρόδοτος ἐξελέγχει ταῦτα πλαττόμενον. οἱ μὲν γὰρ Ναξίων ὡρογράφοι
<milestone unit="stephpage" xml:id="stephpage-869b" n="869b"/> λέγουσι καὶ πρότερον Μεγαβάτην ἀπώσασθαι ναυσὶ
διακοσίαις ἐπιπλεύσαντα τῇ νήσῳ, καὶ Δᾶτιν αὖθις τὸν στρατηγὸν ἐξελάσαι καταπλεύσαντα πλοίοις ἑκατόν,
<milestone unit="tlnum" n="20"/>
εἰ δέ, ὡς Ἡρόδοτος εἴρηκεν ἀλλαχόθι, τὴν μὲν πόλιν αὐτῶν ἐμπρήσαντες διέφθειραν, οἱ δʼ 
ἄνθρωποι καταφυγόντες εἰς τὰ ὄρη διεσώθησαν, ἦπου καλὴν αἰτίαν εἶχον τοῖς ἀπολέσασι τὴν πατρίδα πέμπειν βοήθειαν, ἀλλὰ μὴ τοῖς ἀμυνομένοις ὑπὲρ
<milestone unit="tlnum" n="25"/> τῆς κοινῆς ἐλευθερίας ἀμύνειν. ὅτι δʼ οὐκ
<pb xml:id="v.5.p.249"/> ἐπαινέσαι βουληθεὶς Δημόκριτον, ἀλλʼ ἐπʼ αἰσχύνῃ Ναξίων
<milestone unit="stephpage" xml:id="stephpage-869c" n="869c"/>
συνέθηκε τὸ ψεῦδος, δῆλός ἐστι τῷ παραλιπεῖν ὅλως καὶ παρασιωπῆσαι τὸ Δημοκρίτου κατόρθωμα καὶ τὴν ἀριστείαν, ἣν ἐπιγράμματι, Σιμωνίδης ἐδήλωσε
<milestone unit="tlnum" n="5"/>
<quote rend="blockquote"><l>Δημόκριτος τρίτος ἦρξε μάχης, ὅτε πὰρ Σαλαμῖνα
</l><l>Ἕλληνες Μήδοις σύμβαλον ἐν πελάγει 
</l><l>πέντε δὲ νῆας ἕλεν δηίων, ἕκτην δʼ ὑπὸ χεῖρα 
</l><l>ῥύσατο βαρβαρικὴν Δωρίδʼ ἁλισκομένην.</l></quote>
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>