<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:35</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:35</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="35"><p rend="indent"><milestone unit="tlnum" n="20"/>ἔδει μὲν οὖν μηδὲ τοῖς μηδίσασιν Ἑλλήνων ἄγαν ἐπεμβαίνειν, καὶ ταῦτα Θούριον μὲν ὑπὸ τῶν ἄλλων νομιζόμενον αὐτὸν δὲ Ἁλικαρνασέων περιεχόμενον, οἳ Δωριεῖς ὄντες μετὰ τῆς γυναικωνίτιδος ἐπὶ τοὺς Ἕλληνας ἐστράτευσαν ὁ δὲ τοσοῦτον
<milestone unit="tlnum" n="25"/> ἀποδεῖ τοῦ πραότερον ὀνομάζειν τὰς τῶν μηδι
<pb xml:id="v.5.p.246"/>
<milestone unit="stephpage" xml:id="stephpage-868b" n="868b"/> σάντων ἀνάγκας, ὥστε περὶ Θετταλῶν διηγησάμενος, ὅτι Φωκεῦσιν, ἐχθροῖς καὶ πολεμίοις οὖσι, προσέπεμψαν, ἐπαγγελλόμενοι τὴν χώραν, αὐτῶν ἀβλαβῆ διαφυλάξειν, εἰ πεντήκοντα τάλαντα μισθὸν λάβοιεν,
<milestone unit="tlnum" n="5"/> ταῦτα περὶ Φωκέων γέγραφεν αὐτοῖς ὀνόμασιν <q>οἱ γὰρ Φωκεῖς μοῦνοι τῶν ταύτῃ ἀνθρώπων οὐκ ἐμήδιζον, κατʼ ἄλλο μὲν οὐδέν, ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω, κατὰ δὲ τὸ ἔχθος τὸ Θεσσαλῶν εἰ δὲ Θεσσαλοὶ τὰ Ἑλλήνων ηὖξον, ὡς ἐμοὶ δοκεῖ, ἐμήδιζον
<milestone unit="tlnum" n="10"/>
ἂν οἱ Φωκεῖς.</q> καίτοι μετὰ μικρὸν αὐτὸς ἐρεῖ τρισκαίδεκα πόλεις τῶν Φωκέων ὑπὸ τοῦ βαρβάρου κατακεκαῦσθαι, διεφθάρθαι τὴν χώραν, ἐμπεπρῆσθαι
<milestone unit="stephpage" xml:id="stephpage-868c" n="868c"/> τὸ ἐν Ἄβαις ἱερόν, ἄνδρας ἀπολωλέναι καὶ γυναῖκας, ὅσοι μὴ διαφυγόντες ἔφθησαν εἰς
<milestone unit="tlnum" n="15"/> τὸν Παρνασόν. ἀλλʼ ὅμως τοὺς τὰ ἔσχατα παθεῖν ἐπὶ τῷ μὴ προέσθαι τὸ καλὸν ὑπομείναντας εἰς τὴν αὐτὴν ἔθετο κακίαν τοῖς προθυμότατα μηδίσασι καὶ τὰ ἔργα τῶν ἀνδρῶν ψέξαι μὴ δυνηθεὶς αἰτίας ἐκάθητο φαύλας καὶ ὑπονοίας ἐπὶ τοῦ γραφείου
<milestone unit="tlnum" n="20"/> συντιθεὶς κατʼ αὐτῶν καὶ κελεύων οὐκ ἀφʼ ὧν
ἔπραξαν,, ἀλλʼ ἀφʼ ὧν ἔπραξαν ἄν, εἰ μὴ ταῦτα Θεσσαλοῖς ἔδοξε, κρίνεσθαι τὴν διάνοιαν αὐτῶν, ὥσπερ χώρας ἀντειλημμένης ὑφʼ ἑτέρων τῆς
προδοσίας
<milestone unit="stephpage" xml:id="stephpage-868d" n="868d"/> ἀπολειφθέντας. εἰ τοίνυν Θεσσαλούς τις
<milestone unit="tlnum" n="25"/>
ἐπιχειρεῖ τοῦ μηδισμοῦ παραιτεῖσθαι, λέγων ὡς οὐ
<pb xml:id="v.5.p.247"/> ταῦτʼ ἐβούλοντο, τῇ δὲ πρὸς Φωκέας διαφορᾷ τοῖς
Ἕλλησι προστιθεμένους ὁρῶντες αὐτοὶ παρὰ γνώμην ἐμήδισαν, ἆρʼ οὐκ ἂν αἴσχιστα κολακεύειν ἔδοξε καὶ πρὸς ἑτέρων χάριν αἰτίας χρηστὰς ἐπὶ πράγμασι
<milestone unit="tlnum" n="5"/> φαύλοις πορίζων διαστρέφειν τὴν ἀλήθειαν; ἐγὼ μὲν οἶμαι. πῶς οὖν οὐ περιφανέστατα δόξει συκοφαντεῖν
ὁ μὴ διʼ ἀρετὴν τὰ βέλτιστα Φωκεῖς ἑλμένους ἀποφαινόμενος, ἀλλʼ ὅτι τἀναντία Θεσσαλοὺς ἔγνωσαν φρονοῦντας; οὐδὲ γὰρ εἰς ἑτέρους, ὥσπερ
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-868e" n="868e"/>
εἴωθεν, ἀνάγει τὴν διαβολὴν ἀκηκοέναι λέγων ἀλλʼ αὐτὸς εὑρίσκειν συμβαλλόμενος. εἰπεῖν οὖν ἔδει τὰ τεκμήρια, διʼ ὧν ἐπείσθη τοὺς ὅμοια πράττοντας τοῖς ἀρίστοις ταὐτὰ τοῖς φαυλοτάτοις διανοηθῆναι·
τὸ γὰρ τῆς ἔχθρας γελοῖόν ἐστιν· οὔτε γὰρ Αἰγινήτας
<milestone unit="tlnum" n="15"/>
ἐκώλυσεν ἡ πρὸς Ἀθηναίους διαφορὰ καὶ Χαλκιδεῖς ἡ πρὸς Ἐρετριέας καὶ Κορινθίους ἡ πρὸς Μεγαρέας τῇ Ἑλλάδι συμμαχεῖν οὐδʼ
αὖ πάλιν Θεσσαλοὺς μηδίζοντες οἱ πολεμιώτατοι Μακεδόνες τῆς πρὸς τὸν βάρβαρον φιλίας ἀπέστρεψαν τὰς γὰρ
<milestone unit="tlnum" n="20"/> ἰδίας ἀπεχθείας ὁ κοινὸς ἀπέκρυψε κίνδυνος, ὥστε τῶν ἄλλων παθῶν ἐκπεσόντας ἢ τῷ καλῷ διʼ ἀρετὴν
<milestone unit="stephpage" xml:id="stephpage-868f" n="868f"/>
ἢ τῷ συμφέροντι διʼ ἀνάγκην προστίθεσθαι τὴν
γνώμην. οὐ μὴν ἀλλὰ καὶ μετὰ τὴν ἀνάγκην ἐκείνην, κατελήφθησαν ὑπὸ Μήδοις γενέσθαι, πάλιν
<milestone unit="tlnum" n="25"/>
μετεβάλοντο πρὸς τοὺς Ἕλληνας οἱ ἄνδρες, καὶ
Λακράτης μὲν αὐτοῖς ὁ Σπαρτιάτης ἄντικρυς ἐμαρτύρησεν·
αὐτὸς δʼ ὁ Ἡρόδοτος ὥσπερ ἐκβιασθεὶς
<pb xml:id="v.5.p.248"/>
ἐν τοῖς Πλαταιικοῖς ὁμολογεῖ καὶ Φωκέας παραγενέσθαι
τοῖς Ἕλλησιν.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>