<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:33</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:33</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="33"><p rend="indent"><milestone unit="tlnum" n="15"/>τοὺς δὲ Θηβαίους πρῶτον μέν φησι <q>μετὰ τῶν Ἑλλήνων ἐόντας μάχεσθαι ὑπʼ ἀνάγκης ἐχομένους·</q> οὐ γὰρ μόνον Ξέρξης, ὡς ἔοικεν, ἀλλὰ καὶ
Λεωνίδας μαστιγοφόρους εἶχεν ἑπομένους, ὑφʼ ὧν
οἱ Θηβαῖοι παρὰ γνώμην ἠναγκάζοντο μαστιγούμενοι
<milestone unit="tlnum" n="20"/> μάχεσθαι. καὶ τίς  ἂν ὠμότερος τούτου γένοιτο συκοφάντης, ὃς μάχεσθαι μὲν ὑπʼ ἀνάγκης φησὶ τοὺς ἀπελθεῖν καὶ φεύγειν δυναμένους, μηδίσαι
δʼ ἑκόντας, οἷς οὐδεὶς παρῆν βοηθῶν; ἑξῆς
δὲ τούτοις γέγραφεν, ὅτι <q>τῶν ἄλλων ἐπειγομένων
<milestone unit="tlnum" n="25"/>
<milestone unit="stephpage" xml:id="stephpage-866e" n="866e"/> ἐπὶ τὸν Κολωνὸν ἀποσχισθέντες οἱ Θηβαῖοι χεῖρὰς
<pb xml:id="v.5.p.242"/>
τε προέτεινον καὶ ἤισαν ἆσσον τῶν βαρβάρων, λέγοντες τὸν ἀληθέστατον τῶν λόγων, ὡς μηδίσειαν,
καὶ γῆν τε καὶ ὕδωρ ἔδοσαν βασιλεῖ, ὑπὸ δʼ ἀνάγκης
ἐχόμενοι εἰς Θερμοπύλας ἀπικέατο καὶ ἀναίτιοι εἶεν
<milestone unit="tlnum" n="5"/> τοῦ τρώματος τοῦ γενομένου βασιλεῖ· ταῦτα λέγοντες περιεγένοντο · εἶχον γὰρ καὶ Θεσσαλοὺς τούτων τῶν λόγων μάρτυρας.</q> ὅρα διὰ τοσούτων ἐν βαρβάροις κραυγαῖς καὶ παμμιγέσι θορύβοις καὶ φυγαῖς καὶ διώξεσιν ἀκουομένην δικαιολογίαν καὶ μαρτύρων
<milestone unit="tlnum" n="10"/> ἀνάκρισιν καὶ Θεσσαλοὺς μεταξὺ τῶν φονευομένων καὶ πατουμένων ὑπʼ ἀλλήλων παρὰ τὰ στενὰ
<milestone unit="stephpage" xml:id="stephpage-866f" n="866f"/>Θηβαίοις συνδικοῦντας, ὅτι τῆς Ἑλλάδος αὐτοὺς κρατοῦντας ἄχρι Θεσπιέων ἔναγχος ἐξήλασαν περιγενόμενοι καὶ τὸν ἄρχοντα Λατταμύαν ἀποκτείναντες.
<milestone unit="tlnum" n="15"/> ταῦτα γὰρ ὑπῆρχε Βοιωτοῖς τότε καὶ Θετταλοῖς πρὸς ἀλλήλους, ἐπιεικὲς δὲ καὶ φιλάνθρωπον
οὐδέν. ἀλλὰ δὴ τῶν Θεσσαλῶν μαρτυρούντων, πῶς περιεγένοντο Θηβαῖοι; <q>τοὺς μὲν αὐτῶν ἀπέκτειναν
οἱ βάρβαροι προσιόντας</q> ὡς αὐτὸς εἴρηκε· <q>τοὺς δὲ
<milestone unit="tlnum" n="20"/>
πλεῦνας, κελεύσαντος Ξέρξεω, ἔστιξαν στίγματα βασιλήια, ἀρξάμενοι ἀπὸ τοῦ στρατηγοῦ Λεοντιάδεω.</q> <milestone unit="stephpage" xml:id="stephpage-867a" n="867a"/>οὔτε Λεοντιάδης ἐν Θερμοπύλαις ἦν στρατηγός,
ἀλλʼ Ἀνάξανδρος, ὡς Ἀριστοφάνης ἐκ τῶν κατʼ ἄρχοντας ὑπομνημάτων ἱστόρησε καὶ Νίκανδρος
ὁ Κολοφώνιος· οὔτε γιγνώσκει τις ἀνθρώπων
<pb xml:id="v.5.p.243"/> πρὸ Ἡροδότου στιχθέντας ὑπὸ Ξέρξου Θηβαίους ἐπεὶ μέγιστον ἦν ἀπολόγημα τῆς διαβολῆς καὶ καλῶς εἶχε τὴν πόλιν ἀγάλλεσθαι τοῖς στίγμασιν ἐκείνοις,
ὡς Ξέρξου δικάσαντος ἐχθίστοις χρήσασθαι Λεωνίδῃ
<milestone unit="tlnum" n="5"/> καὶ Λεοντιάδῃ · τοῦ μὲν γὰρ ᾐκίσατο πεπτωκότος
τὸ σῶμα, τοῦ δὲ ζῶντος ἔστιξεν. ὁ δὲ τὴν μὲν εἰς
Λεωνίδαν ὡμότητα δήλωμα ποιούμενος, ὅτι μάλιστα
<milestone unit="stephpage" xml:id="stephpage-867b" n="867b"/>
δὴ ἀνδρῶν ὁ βάρβαρος ἐθυμώθη ζῶντι Λεωνίδῃ, Θηβαίους δὲ καὶ μηδίζοντας λέγων ἐν Θερμοπύλαις
<milestone unit="tlnum" n="10"/> στιχθῆναι καὶ στιχθέντας αὖθις ἐν Πλαταιαῖς μηδίζειν
προθύμως δοκεῖ μοι, καθάπερ Ἱπποκλείδης
ὁ τοῖς σκέλεσι χειρονομῶν ἐπὶ τῆς τραπέζης, εἰπεῖν
ἂν ἐξορχούμενος τὴν ἀλήθειαν <q>οὐ φροντὶς Ἡροδότῳ</q>. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>