<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:32-34</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:32-34</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="32"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-866a" n="866a"/>ὁ δʼ Ἡρόδοτος ἐν τῇ διηγήσει τῆς μάχης
καὶ τοῦ Λεωνίδου τὴν μεγίστην ἠμαύρωκε πρᾶξιν,
<milestone unit="tlnum" n="5"/>
αὐτοῦ πεσεῖν πάντας εἰπὼν ἐν τοῖς στενοῖς περὶ τὸν Κολωνόν· ἐπράχθη δʼ ἄλλως. ἐπεὶ γὰρ ἐπύθοντο νύκτωρ τὴν περίοδον τῶν πολεμίων, ἀναστάντες ἐβάδιζον ἐπὶ τὸ στρατόπεδον καὶ τὴν σκηνὴν ὀλίγου δεῖν βασιλέως, ὡς ἐκεῖνον αὐτὸν ἀποκτενοῦντες καὶ
<milestone unit="tlnum" n="10"/> περὶ ἐκείνῳ τεθνηξόμενοι μέχρι μὲν οὖν τῆς σκηνῆς ἀεὶ τὸν ἐμποδὼν φονεύοντες, τοὺς δʼ ἄλλους τρεπόμενοι προῆλθον· ἐπεὶ δʼ οὐχ εὑρίσκετο Ξέρξης,
<milestone unit="stephpage" xml:id="stephpage-866b" n="866b"/> ζητοῦντες ἐν μεγάλῳ καὶ ἀχανεῖ στρατεύματι καὶ πλανώμενοι μόλις ὑπὸ τῶν βαρβάρων πανταχόθεν
<milestone unit="tlnum" n="15"/> περιχυθέντων διεφθάρησαν, ὅσα δʼ ἄλλα πρὸς τούτῳ τολμήματα καὶ ῥήματα τῶν Σπαρτιατῶν παραλέλοιπεν, ἐν τῷ Λεωνίδου βίῳ γραφήσεται μικρὰ δ̓ οὐ χεῖρόν ἐστι καὶ νῦν διελθεῖν. ἀγῶνα μὲν γὰρ ἐπιτάφιον αὐτῶν ἠγωνίσαντο πρὸ τῆς ἐξόδου
<milestone unit="tlnum" n="20"/>
καὶ τοῦτον ἐθεῶντο πατέρες; αὐτῶν καὶ μητέρες· αὐτὸς δʼ ὁ Λεωνίδας πρὸς μὲν τὸν εἰπόντα παντελῶς ὀλίγους ἐξάγειν αὐτὸν ἐπὶ τὴν μάχην <q>πολλοὺς
μὲν ἔφη τεθνηξομένους·</q> πρὸς δὲ τὴν γυναῖκα, πυνθανομένην ἐξιόντος εἴ τι λέγοι, μεταστραφεὶς
<milestone unit="tlnum" n="25"/>
<milestone unit="stephpage" xml:id="stephpage-866c" n="866c"/> εἶπεν <q>ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθὰ  τίκτειν.</q> ἐν
<pb xml:id="v.5.p.241"/>
δὲ Θερμοπύλαις μετὰ τὴν κύκλωσιν δύο τῶν ἀπὸ
γένους ὑπεξελέσθαι βουλόμενος ἐπιστολὴν ἐδίδου
τῷ ἑτέρῳ καὶ ἔπεμπεν ὁ δʼ οὐκ ἐδέξατο φήσας μετʼ
ὀργῆς <q>μαχατάς τοι, οὐκ ἀγγελιαφόρος, εἱπόμαν·</q> <milestone unit="tlnum" n="5"/>τὸν δʼ ἕτερον ἐκέλευεν εἰπεῖν τι πρὸς τὰ τέλη τῶν Σπαρτιατῶν ὁ δʼ ἀπεκρίνατο τῷ πράγματι, καὶ τὴν ἀσπίδα λαβὼν εἰς τάξιν κατέστη. ταῦτʼ οὐκ ἄν τις
ἐπετίμησεν, ἄλλου παραλιπόντος· ὁ δὲ τὴν Ἀμάσιδος ἀποψόφησιν καὶ τὴν τῶν ὄνων τοῦ κλέπτου
<milestone unit="tlnum" n="10"/> προσέλασιν καὶ τὴν τῶν ἀσκῶν ἐπίδοσιν καὶ πολλὰ τοιαῦτα συναγαγὼν καὶ διαμνημονεύων, οὐκ ἀμελείᾳ
<milestone unit="stephpage" xml:id="stephpage-866d" n="866d"/> δόξειεν ἂν καὶ ὑπεροψίᾳ προΐεσθαι καλὰ μὲν ἔργα
καλὰς δὲ φωνὰς ἀλλʼ οὐκ εὐμενὴς ὢν πρὸς ἐνίους οὐδὲ δίκαιος.
</p></div><div type="textpart" subtype="section" n="33"><p rend="indent"><milestone unit="tlnum" n="15"/>τοὺς δὲ Θηβαίους πρῶτον μέν φησι <q>μετὰ τῶν Ἑλλήνων ἐόντας μάχεσθαι ὑπʼ ἀνάγκης ἐχομένους·</q> οὐ γὰρ μόνον Ξέρξης, ὡς ἔοικεν, ἀλλὰ καὶ
Λεωνίδας μαστιγοφόρους εἶχεν ἑπομένους, ὑφʼ ὧν
οἱ Θηβαῖοι παρὰ γνώμην ἠναγκάζοντο μαστιγούμενοι
<milestone unit="tlnum" n="20"/> μάχεσθαι. καὶ τίς  ἂν ὠμότερος τούτου γένοιτο συκοφάντης, ὃς μάχεσθαι μὲν ὑπʼ ἀνάγκης φησὶ τοὺς ἀπελθεῖν καὶ φεύγειν δυναμένους, μηδίσαι
δʼ ἑκόντας, οἷς οὐδεὶς παρῆν βοηθῶν; ἑξῆς
δὲ τούτοις γέγραφεν, ὅτι <q>τῶν ἄλλων ἐπειγομένων
<milestone unit="tlnum" n="25"/>
<milestone unit="stephpage" xml:id="stephpage-866e" n="866e"/> ἐπὶ τὸν Κολωνὸν ἀποσχισθέντες οἱ Θηβαῖοι χεῖρὰς
<pb xml:id="v.5.p.242"/>
τε προέτεινον καὶ ἤισαν ἆσσον τῶν βαρβάρων, λέγοντες τὸν ἀληθέστατον τῶν λόγων, ὡς μηδίσειαν,
καὶ γῆν τε καὶ ὕδωρ ἔδοσαν βασιλεῖ, ὑπὸ δʼ ἀνάγκης
ἐχόμενοι εἰς Θερμοπύλας ἀπικέατο καὶ ἀναίτιοι εἶεν
<milestone unit="tlnum" n="5"/> τοῦ τρώματος τοῦ γενομένου βασιλεῖ· ταῦτα λέγοντες περιεγένοντο · εἶχον γὰρ καὶ Θεσσαλοὺς τούτων τῶν λόγων μάρτυρας.</q> ὅρα διὰ τοσούτων ἐν βαρβάροις κραυγαῖς καὶ παμμιγέσι θορύβοις καὶ φυγαῖς καὶ διώξεσιν ἀκουομένην δικαιολογίαν καὶ μαρτύρων
<milestone unit="tlnum" n="10"/> ἀνάκρισιν καὶ Θεσσαλοὺς μεταξὺ τῶν φονευομένων καὶ πατουμένων ὑπʼ ἀλλήλων παρὰ τὰ στενὰ
<milestone unit="stephpage" xml:id="stephpage-866f" n="866f"/>Θηβαίοις συνδικοῦντας, ὅτι τῆς Ἑλλάδος αὐτοὺς κρατοῦντας ἄχρι Θεσπιέων ἔναγχος ἐξήλασαν περιγενόμενοι καὶ τὸν ἄρχοντα Λατταμύαν ἀποκτείναντες.
<milestone unit="tlnum" n="15"/> ταῦτα γὰρ ὑπῆρχε Βοιωτοῖς τότε καὶ Θετταλοῖς πρὸς ἀλλήλους, ἐπιεικὲς δὲ καὶ φιλάνθρωπον
οὐδέν. ἀλλὰ δὴ τῶν Θεσσαλῶν μαρτυρούντων, πῶς περιεγένοντο Θηβαῖοι; <q>τοὺς μὲν αὐτῶν ἀπέκτειναν
οἱ βάρβαροι προσιόντας</q> ὡς αὐτὸς εἴρηκε· <q>τοὺς δὲ
<milestone unit="tlnum" n="20"/>
πλεῦνας, κελεύσαντος Ξέρξεω, ἔστιξαν στίγματα βασιλήια, ἀρξάμενοι ἀπὸ τοῦ στρατηγοῦ Λεοντιάδεω.</q> <milestone unit="stephpage" xml:id="stephpage-867a" n="867a"/>οὔτε Λεοντιάδης ἐν Θερμοπύλαις ἦν στρατηγός,
ἀλλʼ Ἀνάξανδρος, ὡς Ἀριστοφάνης ἐκ τῶν κατʼ ἄρχοντας ὑπομνημάτων ἱστόρησε καὶ Νίκανδρος
ὁ Κολοφώνιος· οὔτε γιγνώσκει τις ἀνθρώπων
<pb xml:id="v.5.p.243"/> πρὸ Ἡροδότου στιχθέντας ὑπὸ Ξέρξου Θηβαίους ἐπεὶ μέγιστον ἦν ἀπολόγημα τῆς διαβολῆς καὶ καλῶς εἶχε τὴν πόλιν ἀγάλλεσθαι τοῖς στίγμασιν ἐκείνοις,
ὡς Ξέρξου δικάσαντος ἐχθίστοις χρήσασθαι Λεωνίδῃ
<milestone unit="tlnum" n="5"/> καὶ Λεοντιάδῃ · τοῦ μὲν γὰρ ᾐκίσατο πεπτωκότος
τὸ σῶμα, τοῦ δὲ ζῶντος ἔστιξεν. ὁ δὲ τὴν μὲν εἰς
Λεωνίδαν ὡμότητα δήλωμα ποιούμενος, ὅτι μάλιστα
<milestone unit="stephpage" xml:id="stephpage-867b" n="867b"/>
δὴ ἀνδρῶν ὁ βάρβαρος ἐθυμώθη ζῶντι Λεωνίδῃ, Θηβαίους δὲ καὶ μηδίζοντας λέγων ἐν Θερμοπύλαις
<milestone unit="tlnum" n="10"/> στιχθῆναι καὶ στιχθέντας αὖθις ἐν Πλαταιαῖς μηδίζειν
προθύμως δοκεῖ μοι, καθάπερ Ἱπποκλείδης
ὁ τοῖς σκέλεσι χειρονομῶν ἐπὶ τῆς τραπέζης, εἰπεῖν
ἂν ἐξορχούμενος τὴν ἀλήθειαν <q>οὐ φροντὶς Ἡροδότῳ</q>. </p></div><div type="textpart" subtype="section" n="34"><p rend="indent">ἐν δὲ τῇ ὀγδόῃ τοὺς Ἕλληνάς φησι καταδειλιάσαντας
<milestone unit="tlnum" n="15"/> ἀπὸ τοῦ Ἀρτεμισίου δρησμὸν βουλεύεσθαι
ἔσω εἰς τὴν Ἑλλάδα, καὶ τῶν Εὐβοέων δεομένων ὀλίγον ἐπιμεῖναι χρόνον, ὅπως ὑπεκθοῖντο γενεὰς καὶ τὸ οἰκετικόν, ὀλιγωρεῖν, ἄχρι οὗ Θεμιστοκλῆς
<milestone unit="stephpage" xml:id="stephpage-867c" n="867c"/> ἀργύριον λαβὼν Εὐρυβιάδῃ τε μετέδωκε
<milestone unit="tlnum" n="20"/> καὶ Ἀδειμάντῳ τῷ Κορινθίων στρατηγῷ ·, τότε δὲ μεῖναι καὶ διαναυμαχῆσαι πρὸς τοὺς βαρβάρους
ὁ μὲν Πίνδαρος οὐκ ὢν συμμάχου πόλεως ἀλλὰ μηδίζειν αἰτίαν ἐχούσης, ὅμως τοῦ Ἀρτεμισίου μνησθεὶς ἐπιπεφώνηκεν
<milestone unit="tlnum" n="25"/>
<quote rend="blockquote"><l>ὅθι παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰν 
</l><l>κρηπῖδʼ ἐλευθερίας</l></quote>
<pb xml:id="v.5.p.244"/>
Ἡρόδοτος δέ, ὑφʼ οὗ κεκοσμῆσθαί τινες ἀξιοῦσι τὴν
Ἑλλάδα, δωροδοκίας καὶ κλοπῆς ἔργον ἀποφαίνει τὴν νίκην ἐκείνην γενομένην καὶ τοὺς Ἕλληνας ἀκουσίως ἀγωνισαμένους, ὑπὸ τῶν στρατηγῶν ἐξαπατηθέντας
<milestone unit="tlnum" n="5"/> ἀργύριον λαβόντων. καὶ τοῦτο πέρας
<milestone unit="stephpage" xml:id="stephpage-867d" n="867d"/> οὐ γέγονεν αὐτῷ τῆς κακοηθείας· ἀλλὰ πάντες μὲν ἄνθρωποι σχεδὸν ὁμολογοῦσι ταῖς ναυμαχίαις αὐτόθι κρατοῦντας τοὺς Ἕλληνας ὅμως ὑφέσθαι τοῦ Ἀρτεμισίου τοῖς βαρβάροις, τὰ περὶ Θερμοπύλας ἀκούσαντας·
<milestone unit="tlnum" n="10"/>
οὐδὲ γὰρ ἦν ὄφελος ἐνταῦθα καθημένους φρουρεῖν τὴν θάλασσαν, ἐντὸς Πυλῶν τοῦ πολέμου γεγονότος καὶ Ξέρξου τῶν παρόδων κρατοῦντος. Ἡρόδοτος δέ, πρὶν ἀπαγγελῆναι τὸν Λεωνίδου θάνατον,
ἤδη ποιεῖ τοὺς Ἕλληνας βουλευομένους ἀποδιδράσκειν·
<milestone unit="tlnum" n="15"/> λέγει δʼ οὕτω <q>τρηχέως δὲ περιεφθέντες, καὶ οὐχ ἣκιστα Ἀθηναῖοι, τῶν αἱ ἡμίσειαι τῶν
<milestone unit="stephpage" xml:id="stephpage-867e" n="867e"/> νεῶν τετρωμέναι ἦσαν, δρησμὸν ἐβούλευον εἰς τὴν
Ἑλλάδα</q> καίτοι τὴν πρὸ τοῦ ἀγῶνος ἀναχώρησιν
οὕτως ὀνομάσαι μᾶλλον δʼ ὀνειδίσαι δεδόσθω· ὁ
<milestone unit="tlnum" n="20"/>
δὲ καὶ πρότερον δρασμὸν εἶπεν καὶ νῦν δρασμὸν ὀνομάζει καὶ μετʼ ὀλίγον πάλιν ἐρεῖ δρασμόν· οὕτω
πικρῶς; τῷ ῥήματι προσπέφυκε. <q>τοῖς βαρβάροισι αὐτίκα μετὰ ταῦτα πλοίῳ ἦλθε ἀνὴρ Ἑστιαιεύς, ἀγγέλλων τὸν δρησμὸν τὸν ἀπʼ Ἀρτεμισίου τῶν
<pb xml:id="v.5.p.245"/>
Ἑλλήνων οἱ δὲ ὑπὸ ἀπιστίης τὸν μὲν ἀγγέλλοντα εἶχον ἐν φυλακῇ, νέας δὲ ταχείας ἀπέστειλαν προκατοψομένας.</q> τί σὺ λέγεις; ἀποδιδράσκειν ὡς κεκρατημένους,
οὓς οἱ πολέμιοι μετὰ τὴν μάχην ἀπιστοῦσι
<milestone unit="tlnum" n="5"/>
<milestone unit="stephpage" xml:id="stephpage-867f" n="867f"/> φεύγειν ὡς πολὺ κρατοῦντας; εἶτα πιστεύειν ἄξιον τούτῳ γράφοντι περὶ ἀνδρὸς ἢ πόλεως μιᾶς, ὃς ἑνὶ ῥήματι τὸ νίκημα τῆς Ἑλλάδος ἀφαιρεῖται καὶ τὸ
τρόπαιον καθαιρεῖ καὶ τὰς ἐπιγραφάς, ἃς ἔθεντο παρὰ τῇ Ἀρτέμιδι τῇ Προσηῴᾳ, κόμπον ἀποφαίνει
<milestone unit="tlnum" n="10"/> καὶ ἀλαζονείαν; ἔχει δʼ οὕτω τοὐπίγραμμα
<quote rend="blockquote"><l>παντοδαπῶν ἀνδρῶν γενεὰς Ἀσίας ἀπὸ χώρας 
</l><l>παῖδες Ἀθηναίων τῷδέ ποτʼ ἐν πελάγει 
</l><l>ναυμαχίᾳ δαμάσαντες, ἐπεὶ στρατὸς ὤλετο Μήδων, 
</l><l>σήματα ταῦτʼ ἔθεσαν παρθένῳ Ἀρτέμιδι.</l></quote>
<milestone unit="tlnum" n="15"/>
<milestone unit="stephpage" xml:id="stephpage-868a" n="868a"/>
ἐν μὲν οὖν ταῖς μάχαις οὐκ  ἔταξε τοὺς Ἕλληνας οὐδʼ ἐδήλωσεν ἣν ἑκάστη πόλις ἔχουσα χώραν ἐναυμάχησε, κατὰ δὲ τὸν ἀπόπλουν, ὃν αὐτὸς δρασμὸν προσαγορεύει, πρώτους φησὶ Κορινθίους πλεῖν
ὑστάτους δʼ Ἀθηναίους.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>