<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="28"><p rend="indent">ἐπεὶ δʼ Ἀργείους ἅπαντες ἴσασιν οὐκ ἀπειπαμένους τοῖς Ἕλλησι τὴν συμμαχίαν, ἀξιώσαντας
<milestone unit="tlnum" n="15"/>
<milestone unit="stephpage" xml:id="stephpage-863c" n="863c"/> ὡς ἂν μὴ Λακεδαιμονίοις, ἐχθίστοις καὶ πολεμιωτάτοις οὖσι, ποιοῦντες ἀεὶ τὸ προστασσόμενον ἕπωνται, καὶ τοῦτʼ ἄλλως οὐκ ἦν, αἰτίαν κακοηθεστάτην ὑποβάλλεται, γράφων <q>ἐπεὶ δέ σφεας παραλαμβάνειν τοὺς Ἕλληνας, οὕτω δὴ ἐπισταμένους, ὅτι
<milestone unit="tlnum" n="20"/>
οὐ μεταδώσουσι τῆς ἀρχῆς; Λακεδαιμόνιοι, μεταιτέειν
ἵνα ἐπὶ προφάσεως ἡσυχίαν ἄγωσι</q> τούτων δʼ
<pb xml:id="v.5.p.233"/> ὕστερον ἀναμνῆσαί φησιν Ἀρταξέρξην ἀναβάντας εἰς Σοῦσα πρέσβεις Ἀργείων, κἀκεῖνον εἰπεῖν ὡς <q>οὐδεμίαν νομίζοι πόλιν Ἄργεος φιλιωτέρην·</q> εἶθʼ ὑπειπών,
ὥσπερ εἴωθε, καὶ ἀναδυόμενος <q>οὐκ εἰδέναι
<milestone unit="tlnum" n="5"/> φησὶ περὶ τούτων ἀτρεκέως, εἰδέναι δʼ ὅτι πᾶσιν ἀνθρώποις ἐστὶν ἐγκλήματα καὶ οὐκ Ἀργείοισι
<milestone unit="stephpage" xml:id="stephpage-863d" n="863d"/>
αἴσχιστα πεποίηται. ἐγὼ δὲ λέγειν ὀφείλω τὰ λεγόμενα,
πείθεσθαί γε μὴν οὐ παντάπασι ὀφείλω, καί μοι τὸ ἔπος τοῦτο ἐχέτω ἐς πάντα τὸν λόγον. ἐπεὶ
<milestone unit="tlnum" n="10"/>
καὶ ταῦτα λέγεται, ὡς ἄρα Ἀργεῖοι ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα, ἐπειδή σφι πρὸς τοὺς Λακεδαιμονίους κακῶς ἡ αἰχμὴ ἑστήκεε, πᾶν δὴ βουλόμενοι σφίσι προεῖναι τῆς παρούσης λύπης.</q> ἆρʼ οὖν οὐχ, ὅπερ αὐτὸς τὸν Αἰθίοπά φησι
<milestone unit="tlnum" n="15"/> πρὸς τὰ μύρα καὶ τὴν πορφύραν εἰπεῖν, ὡς δολερὰ
<milestone unit="stephpage" xml:id="stephpage-863e" n="863e"/> μὲν τὰ ῥήματα δολερὰ δὲ τὰ εἵματα τῶν Περσέων ἐστί, τοῦτ̓ ἄν τις εἴποι πρὸς αὐτόν, ὡς δολερὰ μὲν τὰ ῥήματα δολερὰ δὲ τὰ σχήματα τῶν Ἡροδότου λόγων
<quote rend="blockquote">ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ,</quote>
<milestone unit="tlnum" n="20"/>
ὥσπερ οἱ ζῳγράφοι τὰ λαμπρὰ τῇ σκιᾷ τρανότερα ποιοῦσιν, οὕτω ταῖς ἀρνήσεσι τὰς διαβολὰς ἐπιτείνοντος
αὐτοῦ καὶ τὰς ὑπονοίας ταῖς ἀμφιβολίαις βαθυτέρας ποιοῦντος; Ἀργεῖοι δʼ ὅτι μὲν οὐ
<pb xml:id="v.5.p.234"/>
συναράμενοι τοῖς Ἕλλησιν, ἀλλὰ διὰ τὴν ἡγεμονίαν καὶ
<milestone unit="stephpage" xml:id="stephpage-863f" n="863f"/> τῆς ἀρετῆς Λακεδαιμονίοις ἐκστάντες, κατῄσχυναν τὸν Ἡρακλέα καὶ τὴν εὐγένειαν, οὐδʼ ἔστιν ἀντειπεῖν,
ὑπὸ Σιφνίοις γὰρ ἦν καὶ Κυθνίοις ἄμεινον
<milestone unit="tlnum" n="5"/>
ἐλευθεροῦν τεὺς Ἕλληνας ἢ Σπαρτιάταις φιλονεικοῦντας ὑπὲρ ἀρχῆς ἐγκαταλιπεῖν τοσούτους καὶ τοιούτους ἀγῶνας. εἰ δʼ αὐτοὶ ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα διὰ τὴν κακῶς ἑστῶσαν αὐτοῖς αἰχμὴν πρὸς Λακεδαιμονίους, πῶς
<milestone unit="tlnum" n="10"/>
οὐκ ἐμήδιζον ἀναφανδὸν ἥκοντος οὐδ̓, εἰ μὴ συστρατεύειν ἐβούλοντο βασιλεῖ, τὴν γοῦν Λακωνικὴν ὑπολειπόμενοι κακῶς ἐποίουν, ἢ Θυρέας ἣπτοντο πάλιν
ἢ τρόπον ἄλλον ἀντελαμβάνοντο καὶ παρηνώχλουν
<milestone unit="stephpage" xml:id="stephpage-864a" n="864a"/>Λακεδαιμονίοις, μέγα βλάψαι δυνάμενοι τοὺς Ἕλληνας,
<milestone unit="tlnum" n="15"/>
εἰ μὴ παρῆκαν εἰς Πλαταιὰς ἐκείνους ἐκστρατεῦσαι τοσούτοις ὁπλίταις;
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>