<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="24"><p rend="indent">ἐν δὲ τοῖς ἐφεξῆς τὰ περὶ Σάρδεις διηγούμενος,
ὡς ἐνῆν μάλιστα διέλυσε καὶ διελυμήνατο τὴν πρᾶξιν· ἃς μὲν Ἀθηναῖοι ναῦς ἐξέπεμψαν Ἴωσι
<milestone unit="tlnum" n="15"/>
τιμωροὺς ἀποστᾶσι βασιλέως, ἀρχεκάκους τολμήσας
<milestone unit="stephpage" xml:id="stephpage-861b" n="861b"/> προσειπεῖν ὅτι τοσαύτας πόλεις καὶ τηλικαύτας Ἑλληνίδας ἐλευθεροῦν ἐπεχείρησαν ἀπὸ τῶν βαρβάρων,
Ἐρετριέων δὲ κομιδῇ μνησθεὶς ἐν παρέργῳ καὶ
παρασιωπήσας μέγα κατόρθωμα καὶ ἀοίδιμον. ἤδη
<milestone unit="tlnum" n="20"/> γὰρ ὡς περὶ τὴν Ἰωνίαν συγκεχυμένην, καὶ στόλου βασιλικοῦ προσπλέοντος, ἀπαντήσαντες ἔξω Κυπρίους ἐν τῷ Παμφυλίῳ πελάγει κατεναυμάχησαν· εἶτʼ ἀναστρέψαντες ὀπίσω καὶ τὰς ναῦς ἐν
Ἐφέσῳ καταλιπόντες ἐπέθεντο Σάρδεσι καὶ Ἀρταφέρνην
<milestone unit="tlnum" n="25"/> ἐπολιόρκουν εἰς τὴν ἀκρόπολιν καταφυγόντα,
<milestone unit="stephpage" xml:id="stephpage-861c" n="861c"/> βουλόμενοι τὴν Μιλήτου λῦσαι· πολιορκίαν· καὶ
<pb xml:id="v.5.p.227"/> τοῦτο μὲν ἔπραξαν καὶ τοὺς πολεμίους ἀνέστησαν ἐκεῖθεν, ἐν φόβῳ θαυμαστῷ γενομένους πλήθους
δʼ ἐπιχυθέντος αὐτοῖς, ἀπεχώρησαν. ταῦτα δʼ ἄλλοι
τε καὶ Λυσανίας ὁ Μαλλώτης ἐν τοῖς περὶ Ἐρετρίας
<milestone unit="tlnum" n="5"/>
εἴρηκε· καὶ καλῶς εἶχεν, εἰ καὶ διὰ μηδὲν ἄλλο, τῇ γοῦν ἁλώσει καὶ φθορᾷ τῆς πόλεως ἐπειπεῖν τὸ ἀνδραγάθημα τοῦτο καὶ τὴν ἀριστείαν ὁ δὲ καὶ
κρατηθέντας αὐτοὺς ὑπὸ τῶν βαρβάρων φησὶν εἰς τὰς ναῦς καταδιωχθῆναι, μηδὲν τοιοῦτο τοῦ Λαμψακηνοῦ
<milestone unit="tlnum" n="10"/>Χάρωνος ἱστοροῦντος, ἀλλὰ ταυτὶ γράφοντος κατὰ λέξιν <q>Ἀθηναῖοι δʼ εἴκοσι τριήρεσιν ἔπλευσαν
<milestone unit="stephpage" xml:id="stephpage-861d" n="861d"/>
ἐπικουρήσοντες τοῖς Ἴωσι, καὶ εἰς Σάρδεις ἐστρατεύσαντο καὶ εἷλον· τὰ περὶ Σάρδεις ἅπαντα χωρὶς τοῦ τείχους τοῦ βασιληίου· ταῦτα δὲ ποιήσαντες
<milestone unit="tlnum" n="15"/> ἐπαναχωροῦσιν εἰς Μίλητον.</q> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>