<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:23</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:23</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="23"><p rend="indent"><milestone unit="tlnum" n="20"/>ἐν δὲ τῇ πέμπτῃ, τῶν ἀρίστων Ἀθήνησι καὶ πρώτων ἀνδρῶν Κλεισθένη μὲν ἀναπεῖσαί φησι
<milestone unit="stephpage" xml:id="stephpage-860d" n="860d"/> τὴν Πυθίαν ψευδόμαντιν γενέσθαι, προφέρουσαν ἀεὶ Λακεδαιμονίοις ἐλευθεροῦν ἀπὸ τῶν τυράννων τὰς Ἀθήνας · καλλίστῳ μὲν ἔργῳ καὶ δικαιοτάτῳ
<milestone unit="tlnum" n="25"/> προσάπτων ἀσεβήματος διαβολὴν τηλικούτου καὶ
<pb xml:id="v.5.p.225"/>
ῥᾳδιουργήματος, ἀφαιρούμενος δὲ τοῦ θεοῦ μαντείαν καλὴν καὶ ἀγαθὴν καὶ τῆς λεγομένης συμπροφητεύειν
Θέμιδος ἀξίαν. Ἰσαγόραν δὲ τῆς γαμετῆς
ὑφίεσθαι Κλεομένει φοιτῶντι παρʼ αὐτήν · ὡς δʼ
<milestone unit="tlnum" n="5"/>
εἰώθει, παραμιγνὺς πίστεως ἕνεκα τοῖς ψόγοις ἐπαίνους
<milestone unit="stephpage" xml:id="stephpage-860e" n="860e"/>
τινὰς <q>Ἰσαγόρης δέ</q> φησὶν <q>ʽὁ Τισάνδρου οἰκίης μὲν ἦν δοκίμου, ἀτὰρ τὰ ἀνέκαθεν οὐκ
ἔχω φράσαι θύουσι δʼ οἱ συγγενεῖς αὐτοῦ Διὶ Καρίῳ</q> εὔρυθμὸς
γε καὶ πολιτικὸς ὁ μυκτὴρ τοῦ συγγραφέως, εἰς
<milestone unit="tlnum" n="10"/>Κᾶρας ὥσπερ εἰς κόρακας ἀποδιοπομπουμένου τὸν
Ἰσαγόραν. Ἀριστογείτονα μέντοι οὐκέτι κύκλῳ καὶ κακῶς, ἀλλʼ ἄντικρυς διὰ πυλῶν εἰς Φοινίκην ἐξελαύνει <q>Γεφυραῖον γεγονέναι λέγων ἀνέκαθεν· τοὺς
δὲ Γεφυραίους οὐκ ἀπʼ Εὐβοίας οὐδʼ Ἐρετριεῖς,
<milestone unit="tlnum" n="15"/>
<milestone unit="stephpage" xml:id="stephpage-860f" n="860f"/> ὥσπερ οἴονταί τινες, ἀλλὰ Φοίνικας εἶναί φησιν,
αὐτὸς οὕτω πεπυσμένος. ἀφελέσθαι τοίνυν Λακεδαιμονίους
μὴ δυνάμενος τὴν Ἀθηναίων ἐλευθέρωσιν ἀπὸ τῶν τυράννων αἰσχίστῳ πάθει κάλλιστον
ἔργον οἷὸς τʼ ἐστὶν ἀφανίζειν καὶ καταισχύνειν·  ταχὺ
<milestone unit="tlnum" n="20"/> γὰρ μετανοῆσαι φησιν αὐτούς, ὡς οὐ ποιήσαντας
ὀρθῶς, ὅτι κιβδήλοισι μαντηίοισιν ἐπαρθέντες ἄνδρας ξείνους ὄντας αὐτοῖσι καὶ ὑποσχομένους ὑποχειρίας παρέξειν τὰς Ἀθήνας ἐξήλασαν ἐκ τῆς πατρίδος
τοὺς τυράννους καὶ δήμῳ ἀχαρίστῳ παρέδωκαν τὴν
<milestone unit="tlnum" n="25"/> πόλιν. εἶτα μεταπεμψαμένους Ἱππίαν ἀπὸ Σιγείου
<pb xml:id="v.5.p.226"/> κατάγειν εἰς τὰς Ἀθήνας· ἀντιστῆναι δὲ Κορινθίους
αὐτοῖς καὶ ἀποτρέψαι, Σωκλέους διελθόντος, ὅσα Κύψελος καὶ Περίανδρος κακὰ τὴν Κορινθίων πόλιν
<milestone unit="stephpage" xml:id="stephpage-861a" n="861a"/> εἰργάσαντο τυραννοῦντες.</q> καίτοι Περιάνδρου σχετλιώτερον
<milestone unit="tlnum" n="5"/>
οὐδὲν οὐδʼ ὠμότερον ἔργον ἱστορεῖται τῆς ἐκπομπῆς τῶν τριακοσίων ἐκείνων, οὓς ἐξαρπάσασι καὶ διακωλύσασι παθεῖν ταῦτα Σαμίοις ὀργίζεσθαί φησι καὶ μνησικακεῖν Κορινθίους ὥσπερ ὑβρισθέντας. τοσαύτης· ἀναπίμπλησι ταραχῆς καὶ διαφωνίας
<milestone unit="tlnum" n="10"/>
τὸ κακόηθες αὐτοῦ τὸν λόγον, ἐξ ἁπάσης τῇ διηγήσει προφάσεως ὑποδυόμενον.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>