<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:21-40</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:21-40</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="21"><p rend="indent">ἐν δὲ τῇ τρίτῃ τῶν βίβλων διηγούμενος τὴν Λακεδαιμονίων ἐπὶ Πολυκράτη τὸν τύραννον
<milestone unit="tlnum" n="15"/>
<milestone unit="stephpage" xml:id="stephpage-859c" n="859c"/> στρατείαν  αὐτοὺς μὲν οἴεσθαί φησι καὶ λέγειν Σαμίους, ὡς χάριν ἐκτίνοντες αὐτοῖς τῆς ἐπὶ Μεσσηνίους
βοηθείας στρατεύσειαν, τούς τε φεύγοντας κατάγοντες τῶν πολιτῶν καὶ τῷ τυράννῳ πολεμοῦντες· ἀρνεῖσθαι δὲ τὴν αἰτίαν ταύτην Λακεδαιμονίους
<milestone unit="tlnum" n="20"/> καὶ λέγειν, ὡς οὐ βοηθοῦντες οὐδʼ ἐλευθεροῦντες, ἀλλὰ τιμωρούμενοι Σαμίους στρατεύσαιντο,
κρατῆρά τινα πεμπόμενον Κροίσῳ παρʼ αὐτῶν καὶ θώρακα πάλιν παρʼ Ἀμάσιδος κομιζόμενον αὐτοῖς
ἀφελομένους. καίτοι πόλιν ἐν τοῖς τότε χρόνοις
<milestone unit="tlnum" n="25"/> οὔτε φιλότιμον οὕτως οὔτε μισοτύραννον ἴσμεν ὡς
<pb xml:id="v.5.p.222"/> τὴν Λακεδαιμονίων γενομένην· ποίου γὰρ ἕνεκα
θώρακος ἢ τίνος κρατῆρος ἑτέρου Κυψελίδας μὲν
<milestone unit="stephpage" xml:id="stephpage-859d" n="859d"/> ἐξέβαλον ἐκ Κορίνθου καὶ Ἀμπρακίας ἐκ δὲ Νάξου Λύγδαμιν ἐξ Ἀθηνῶν δὲ τοὺς Πεισιστράτου παῖδας
<milestone unit="tlnum" n="5"/>
ἐκ δὲ Σικυῶνος Αἰσχίνην ἐκ Θάσου δὲ Σύμμαχον
ἐκ δὲ Φωκέων Αὖλιν ἐκ Μιλήτου δʼ Ἀριστογένη, τὴν δʼ ἐν Θετταλοῖς δυναστείαν ἔπαυσαν, Ἀριστομήδη καὶ Ἄγγελον καταλύσαντες διὰ Λεωτυχίδου τοῦ βασιλέως; περὶ ὧν ἐν ἄλλοις ἀκριβέστερον
<milestone unit="tlnum" n="10"/>
γέγραπται· κατὰ δʼ Ἡρόδοτον οὔτε κακίας οὔτʼ ἀβελτερίας ὑπερβολὴν λελοίπασιν, εἰ τὴν καλλίστην καὶ δικαιοτάτην τῆς στρατείας ἀρνούμενοι πρόφασιν ὡμολόγουν διὰ μνησικακίαν καὶ μικρολογίαν ἐπιτίθεσθαι δυστυχοῦσιν ἀνθρώποις καὶ κακῶς πράττουσιν.
<milestone unit="tlnum" n="15"/>
</p></div><div type="textpart" subtype="section" n="22"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-859e" n="859e"/>οὐ μὴν ἀλλὰ Λακεδαιμονίους μὲν ἁμωσγέπως
ὑποπεσόντας αὐτοῦ τῷ γραφείῳ προσέχρωσε τὴν δὲ Κορινθίων πόλιν, ἐκτὸς δρόμου κατὰ τοῦτον οὖσαν τὸν τόπον, ὅμως προσπεριλαβὼν ὁδοῦ,
<milestone unit="tlnum" n="20"/> φασί, πάρεργον ἀνέπλησεν αἰτίας δεινῆς καὶ μοχθηροτάτης διαβολῆς. <q>συνεπελάβοντο γάρ</q> φησὶ τοῦ <q>στρατεύματος τοῦ ἐπὶ Σάμον ὥστε γενέσθαι καὶ
<milestone unit="stephpage" xml:id="stephpage-859f" n="859f"/>Κορίνθιοι προθύμως, ὑβρίσματος εἰς αὐτοὺς ὑπὸ Σαμίων πρότερον ὑπάρξαντος. ἦν δὲ τοιοῦτο · Κερκυραίων
<milestone unit="tlnum" n="25"/>
παῖδας τριακοσίους τῶν πρώτων Περίανδρος
<pb xml:id="v.5.p.223"/>
ὁ Κορίνθου τύραννος; ἐπʼ ἐκτομῇ παρʼ Ἀλυάττην ἔπεμπε · τούτους ἀποβάντας εἰς τὴν νῆσον οἱ Σάμιοι
διδάξαντες ἐν ἱερῷ Ἀρτέμιδος ἱκέτας καθίζεσθαι
καὶ τρωκτὰ προτιθέντες αὐτοῖς ὁσημέραι σησάμου
<milestone unit="tlnum" n="5"/>
καὶ μέλιτος περιεποίησαν</q> τοῦθʼ ὕβρισμα Σαμίων εἰς Κορινθίους ὁ συγγραφεὺς προσαγορεύει καὶ διὰ
τοῦτό φησι συμπαροξῦναι Λακεδαιμονίους κατʼ αὐτῶν
ἔτεσιν οὐκ ὀλίγοις ὕστερον, ἔγκλημα ποιησαμένους, ὅτι τριακοσίους παῖδας Ἑλλήνων ἐφύλαξαν
<milestone unit="tlnum" n="10"/>
ἄνδρας. ὁ δὲ τοῦτο Κορινθίοις προστριβόμενος
τοὔνειδος ἀποφαίνει τοῦ τυράννου μοχθηροτέραν τὴν πόλιν· ἐκεῖνος μὲν γὰρ τὸν υἱὸν αὐτοῦ Κερκυραίους
ἀνελόντας ἠμύνατο, Κορίνθιοι δὲ τί παθόντες
<milestone unit="stephpage" xml:id="stephpage-860a" n="860a"/> ἐτιμωροῦντο Σαμίους ἐμποδὼν στάντας ὠμότητι
<milestone unit="tlnum" n="15"/> καὶ παρανομίᾳ τοσαύτῃ, καὶ ταῦτα μετὰ τρεῖς γενεὰς ὀργὴν καὶ μνησικακίαν ἀναφέροντες ὑπὲρ τυραννίδος,
ἧς καταλυθείσης πᾶν τε μνῆμα καὶ πᾶν ἴχνος
ἐξαλείφοντες καὶ ἀφανίζοντες οὐκ ἐπαύοντο, χαλεπῆς καὶ βαρείας αὐτοῖς γενομένης; ἀλλὰ δὴ τὸ μὲν
<milestone unit="tlnum" n="20"/> ὕβρισμα τοιοῦτον ἦν τὸ Σαμίων εἰς Κορινθίους·
τὸ δὲ τιμώρημα ποῖόν τι τὸ Κορινθίων εἰς Σαμίους;
εἰ γὰρ ὄντως ὠργίζοντο Σαμίοις, οὐ παροξύνειν, ἀποτρέπειν δὲ μᾶλλον αὐτοῖς ἦν προσῆκον Λακεδαιμονίους ἐπὶ Πολυκράτη στρατευομένους, ὅπως
<milestone unit="tlnum" n="25"/>
<milestone unit="stephpage" xml:id="stephpage-860b" n="860b"/>
μὴ τοῦ τυράννου καταλυθέντος ἐλεύθεροι Σάμιοι γένοιντο καὶ παύσαιντο δουλεύοντες. ὃ δὲ μέγιστὸν
ἐστι, τί δήποτε Κορίνθιοι Σαμίοις μὲν ὠργίζοντο
<pb xml:id="v.5.p.224"/> βουληθεῖσι σῷσαι καὶ μὴ δυνηθεῖσι τοὺς Κερκυραίων
παῖδας, Κνιδίοις δὲ τοῖς σῴσασι  καὶ ἀποδοῦσιν οὐκ ἐνεκάλουν; καίτοι Κερκυραῖοι Σαμίων μὲν ἐπὶ τούτῳ
λόγον οὐ πολὺν ἔχουσι, Κνιδίων δὲ μέμνηνται καὶ
<milestone unit="tlnum" n="5"/>Κνιδίοις εἰσὶ τιμαὶ καὶ ἀτέλειαι καὶ ψηφίσματα παρʼ αὐτοῖς· οὗτοι γὰρ ἐπιπλεύσαντες ἐξήλασαν ἐκ τοῦ ἱεροῦ τοὺς Περιάνδρου φύλακας, αὐτοὶ δʼ ἀναλαβόντες
<milestone unit="stephpage" xml:id="stephpage-860c" n="860c"/> τοὺς παῖδας εἰς Κέρκυραν διεκόμισαν, ὡς
Ἀντήνωρ ἐν τοῖς Κρητικοῖς ἱστόρηκε καὶ Διονύσιος
<milestone unit="tlnum" n="10"/>
ὁ Χαλκιδεὺς ἐν ταῖς Κτίσεσιν. ὅτι δʼ οὐ τιμωρούμενοι Σαμίους ἀλλʼ ἐλευθεροῦντες ἀπὸ τοῦ τυράννου καὶ σῴζοντες ἐστράτευσαν οἱ Λακεδαιμόνιοι, Σαμίοις αὐτοῖς ἔστι χρήσασθαι μάρτυσιν. Ἀρχίᾳ γὰρ ἀνδρὶ Σπαρτιάτῃ λαμπρῶς ἀγωνισαμένῳ τότε καὶ πεσόντι
<milestone unit="tlnum" n="15"/> τάφον εἶναι δημοσίᾳ κατεσκευασμένον ἐν Σάμῳ καὶ
τιμώμενον ὑπʼ αὐτῶν λέγουσι · διὸ καὶ τοὺς ἀπογόνους
τἀνδρὸς ἀεὶ διατελεῖν Σαμίοις οἰκείως καὶ φιλανθρώπως προσφερομένους, ὡς αὐτὸς Ἡρόδοτος ταῦτα γοῦν ἀπομεμαρτύρηκεν.
</p></div><div type="textpart" subtype="section" n="23"><p rend="indent"><milestone unit="tlnum" n="20"/>ἐν δὲ τῇ πέμπτῃ, τῶν ἀρίστων Ἀθήνησι καὶ πρώτων ἀνδρῶν Κλεισθένη μὲν ἀναπεῖσαί φησι
<milestone unit="stephpage" xml:id="stephpage-860d" n="860d"/> τὴν Πυθίαν ψευδόμαντιν γενέσθαι, προφέρουσαν ἀεὶ Λακεδαιμονίοις ἐλευθεροῦν ἀπὸ τῶν τυράννων τὰς Ἀθήνας · καλλίστῳ μὲν ἔργῳ καὶ δικαιοτάτῳ
<milestone unit="tlnum" n="25"/> προσάπτων ἀσεβήματος διαβολὴν τηλικούτου καὶ
<pb xml:id="v.5.p.225"/>
ῥᾳδιουργήματος, ἀφαιρούμενος δὲ τοῦ θεοῦ μαντείαν καλὴν καὶ ἀγαθὴν καὶ τῆς λεγομένης συμπροφητεύειν
Θέμιδος ἀξίαν. Ἰσαγόραν δὲ τῆς γαμετῆς
ὑφίεσθαι Κλεομένει φοιτῶντι παρʼ αὐτήν · ὡς δʼ
<milestone unit="tlnum" n="5"/>
εἰώθει, παραμιγνὺς πίστεως ἕνεκα τοῖς ψόγοις ἐπαίνους
<milestone unit="stephpage" xml:id="stephpage-860e" n="860e"/>
τινὰς <q>Ἰσαγόρης δέ</q> φησὶν <q>ʽὁ Τισάνδρου οἰκίης μὲν ἦν δοκίμου, ἀτὰρ τὰ ἀνέκαθεν οὐκ
ἔχω φράσαι θύουσι δʼ οἱ συγγενεῖς αὐτοῦ Διὶ Καρίῳ</q> εὔρυθμὸς
γε καὶ πολιτικὸς ὁ μυκτὴρ τοῦ συγγραφέως, εἰς
<milestone unit="tlnum" n="10"/>Κᾶρας ὥσπερ εἰς κόρακας ἀποδιοπομπουμένου τὸν
Ἰσαγόραν. Ἀριστογείτονα μέντοι οὐκέτι κύκλῳ καὶ κακῶς, ἀλλʼ ἄντικρυς διὰ πυλῶν εἰς Φοινίκην ἐξελαύνει <q>Γεφυραῖον γεγονέναι λέγων ἀνέκαθεν· τοὺς
δὲ Γεφυραίους οὐκ ἀπʼ Εὐβοίας οὐδʼ Ἐρετριεῖς,
<milestone unit="tlnum" n="15"/>
<milestone unit="stephpage" xml:id="stephpage-860f" n="860f"/> ὥσπερ οἴονταί τινες, ἀλλὰ Φοίνικας εἶναί φησιν,
αὐτὸς οὕτω πεπυσμένος. ἀφελέσθαι τοίνυν Λακεδαιμονίους
μὴ δυνάμενος τὴν Ἀθηναίων ἐλευθέρωσιν ἀπὸ τῶν τυράννων αἰσχίστῳ πάθει κάλλιστον
ἔργον οἷὸς τʼ ἐστὶν ἀφανίζειν καὶ καταισχύνειν·  ταχὺ
<milestone unit="tlnum" n="20"/> γὰρ μετανοῆσαι φησιν αὐτούς, ὡς οὐ ποιήσαντας
ὀρθῶς, ὅτι κιβδήλοισι μαντηίοισιν ἐπαρθέντες ἄνδρας ξείνους ὄντας αὐτοῖσι καὶ ὑποσχομένους ὑποχειρίας παρέξειν τὰς Ἀθήνας ἐξήλασαν ἐκ τῆς πατρίδος
τοὺς τυράννους καὶ δήμῳ ἀχαρίστῳ παρέδωκαν τὴν
<milestone unit="tlnum" n="25"/> πόλιν. εἶτα μεταπεμψαμένους Ἱππίαν ἀπὸ Σιγείου
<pb xml:id="v.5.p.226"/> κατάγειν εἰς τὰς Ἀθήνας· ἀντιστῆναι δὲ Κορινθίους
αὐτοῖς καὶ ἀποτρέψαι, Σωκλέους διελθόντος, ὅσα Κύψελος καὶ Περίανδρος κακὰ τὴν Κορινθίων πόλιν
<milestone unit="stephpage" xml:id="stephpage-861a" n="861a"/> εἰργάσαντο τυραννοῦντες.</q> καίτοι Περιάνδρου σχετλιώτερον
<milestone unit="tlnum" n="5"/>
οὐδὲν οὐδʼ ὠμότερον ἔργον ἱστορεῖται τῆς ἐκπομπῆς τῶν τριακοσίων ἐκείνων, οὓς ἐξαρπάσασι καὶ διακωλύσασι παθεῖν ταῦτα Σαμίοις ὀργίζεσθαί φησι καὶ μνησικακεῖν Κορινθίους ὥσπερ ὑβρισθέντας. τοσαύτης· ἀναπίμπλησι ταραχῆς καὶ διαφωνίας
<milestone unit="tlnum" n="10"/>
τὸ κακόηθες αὐτοῦ τὸν λόγον, ἐξ ἁπάσης τῇ διηγήσει προφάσεως ὑποδυόμενον.
</p></div><div type="textpart" subtype="section" n="24"><p rend="indent">ἐν δὲ τοῖς ἐφεξῆς τὰ περὶ Σάρδεις διηγούμενος,
ὡς ἐνῆν μάλιστα διέλυσε καὶ διελυμήνατο τὴν πρᾶξιν· ἃς μὲν Ἀθηναῖοι ναῦς ἐξέπεμψαν Ἴωσι
<milestone unit="tlnum" n="15"/>
τιμωροὺς ἀποστᾶσι βασιλέως, ἀρχεκάκους τολμήσας
<milestone unit="stephpage" xml:id="stephpage-861b" n="861b"/> προσειπεῖν ὅτι τοσαύτας πόλεις καὶ τηλικαύτας Ἑλληνίδας ἐλευθεροῦν ἐπεχείρησαν ἀπὸ τῶν βαρβάρων,
Ἐρετριέων δὲ κομιδῇ μνησθεὶς ἐν παρέργῳ καὶ
παρασιωπήσας μέγα κατόρθωμα καὶ ἀοίδιμον. ἤδη
<milestone unit="tlnum" n="20"/> γὰρ ὡς περὶ τὴν Ἰωνίαν συγκεχυμένην, καὶ στόλου βασιλικοῦ προσπλέοντος, ἀπαντήσαντες ἔξω Κυπρίους ἐν τῷ Παμφυλίῳ πελάγει κατεναυμάχησαν· εἶτʼ ἀναστρέψαντες ὀπίσω καὶ τὰς ναῦς ἐν
Ἐφέσῳ καταλιπόντες ἐπέθεντο Σάρδεσι καὶ Ἀρταφέρνην
<milestone unit="tlnum" n="25"/> ἐπολιόρκουν εἰς τὴν ἀκρόπολιν καταφυγόντα,
<milestone unit="stephpage" xml:id="stephpage-861c" n="861c"/> βουλόμενοι τὴν Μιλήτου λῦσαι· πολιορκίαν· καὶ
<pb xml:id="v.5.p.227"/> τοῦτο μὲν ἔπραξαν καὶ τοὺς πολεμίους ἀνέστησαν ἐκεῖθεν, ἐν φόβῳ θαυμαστῷ γενομένους πλήθους
δʼ ἐπιχυθέντος αὐτοῖς, ἀπεχώρησαν. ταῦτα δʼ ἄλλοι
τε καὶ Λυσανίας ὁ Μαλλώτης ἐν τοῖς περὶ Ἐρετρίας
<milestone unit="tlnum" n="5"/>
εἴρηκε· καὶ καλῶς εἶχεν, εἰ καὶ διὰ μηδὲν ἄλλο, τῇ γοῦν ἁλώσει καὶ φθορᾷ τῆς πόλεως ἐπειπεῖν τὸ ἀνδραγάθημα τοῦτο καὶ τὴν ἀριστείαν ὁ δὲ καὶ
κρατηθέντας αὐτοὺς ὑπὸ τῶν βαρβάρων φησὶν εἰς τὰς ναῦς καταδιωχθῆναι, μηδὲν τοιοῦτο τοῦ Λαμψακηνοῦ
<milestone unit="tlnum" n="10"/>Χάρωνος ἱστοροῦντος, ἀλλὰ ταυτὶ γράφοντος κατὰ λέξιν <q>Ἀθηναῖοι δʼ εἴκοσι τριήρεσιν ἔπλευσαν
<milestone unit="stephpage" xml:id="stephpage-861d" n="861d"/>
ἐπικουρήσοντες τοῖς Ἴωσι, καὶ εἰς Σάρδεις ἐστρατεύσαντο καὶ εἷλον· τὰ περὶ Σάρδεις ἅπαντα χωρὶς τοῦ τείχους τοῦ βασιληίου· ταῦτα δὲ ποιήσαντες
<milestone unit="tlnum" n="15"/> ἐπαναχωροῦσιν εἰς Μίλητον.</q> </p></div><div type="textpart" subtype="section" n="25"><p rend="indent">ἐν δὲ τῇ ἕκτῃ διηγησάμενος περὶ Πλαταιέων,
ὡς <q>σφᾶς αὐτοὺς ἐδίδοσαν Σπαρτιάταις, οἱ δὲ μᾶλλον
ἐκέλευσαν πρὸς Ἀθηναίους τρέπεσθαι  πλησιοχώρους
ἐόντας αὐτοῖς καὶ τιμωρέειν οὐ κακούς·</q> προστίθησιν
<milestone unit="tlnum" n="20"/>
οὐ καθʼ ὑπόνοιαν οὐδὲ δόξαν, ἀλλʼ ὡς ἀκριβῶς ἐπιστάμενος, ὅτι <q>ταῦτα συνεβούλευον οἱ Λακεδαιμόνιοι
οὐ κατʼ εὔνοιαν οὕτω τῶν Πλαταιέων, ὡς βουλόμενοι τοὺς Ἀθηναίους ἔχειν πόνον συνεστεῶτας
<milestone unit="stephpage" xml:id="stephpage-861e" n="861e"/>Βοιωτοῖς.,</q> οὐκοῦν εἰ μὴ κακοήθης Ἡρόδοτος
<milestone unit="tlnum" n="25"/> ἐπίβουλοι μὲν καὶ κακοήθεις Λακεδαιμόνιοι,
ἀναίσθητοι δʼ Ἀθηναῖοι παρακρουσθέντες, Πλαταιεῖς δʼ
<pb xml:id="v.5.p.228"/>
οὐ κατʼ εὔνοιαν οὐδὲ τιμὴν, ἀλλὰ πολέμου πρόφασις εἰς μέσον ἐρρίφησαν.
</p></div><div type="textpart" subtype="section" n="26"><p rend="indent">καὶ μὴν τὴν πανσέληνον ἢδη σαφῶς ἐξελήλεγκται Λακεδαιμονίων καταψευδόμενος, ἥν φησι
<milestone unit="tlnum" n="5"/> περιμένοντας αὐτοὺς εἰς Μαραθῶνα μὴ βοηθῆσαι τοῖς Ἀθηναίοις· οὐ γὰρ μόνον ἄλλας μυρίας ἐξόδους καὶ μάχας πεποίηνται μηνὸς ἱσταμένου, μὴ περιμείναντες τὴν πανσέληνον, ἀλλὰ καὶ ταύτης
<milestone unit="stephpage" xml:id="stephpage-861f" n="861f"/> τῆς μάχης, ἕκτῃ Βοηδρομιῶνος ἱσταμένου γενομένης,
<milestone unit="tlnum" n="10"/>
ὀλίγον ἀπελείφθησαν, ὥστε  καὶ θεάσασθαι τοὺς
νεκροὺς ἐπελθόντες ἐπὶ τὸν τόπον. ἀλλʼ ὅμως ταῦτα περὶ τῆς πανσελήνου γέγραφεν <q>ἀδύνατα δέ σφι τὸ παραυτίκα ποιέειν ταῦτα, οὐ βουλομένοισι λύειν τὸν νόμον· ἦν γὰρ ἱσταμένου τοῦ μηνὸς ἐνάτη
<milestone unit="tlnum" n="15"/>
ἐνάτῃ δὲ οὐκ ἐξελεύσεσθαι ἔφασαν, οὐ πλήρεος ἐόντος τοῦ κύκλου. οὗτοι μὲν οὖν τὴν πανσέληνον
ἔμενον</q> σὺ δὲ μεταφέρεις τὴν πανσέληνον εἰς ἀρχὴν μηνὸς οὖσαν διχομηνίας, καὶ τὸν οὐρανὸν ὁμοῦ καὶ τὰς ἡμέρας καὶ πάντα πράγματα συνταράσσεις· καὶ
<milestone unit="tlnum" n="20"/>
<milestone unit="stephpage" xml:id="stephpage-862a" n="862a"/> ταῦτα τὰ τῆς, Ἑλλάδος ἐπαγγελλόμενος γράφειν
ἐσπουδακὼς δὲ περὶ τὰς Ἀθήνας διαφερόντως οὐδὲ τὴν πρὸς Ἄγρας πομπὴν ἱστόρηκας, ἣν, πέμπουσιν ἔτι νῦν τῇ Ἑκάτῃ χαριστήρια τῆς νίκης
ἑορτάζοντες. ἀλλὰ τοῦτό γε βοηθεῖ τῷ Ἡροδότῳ
<pb xml:id="v.5.p.229"/> πρὸς ἐκείνην τὴν διαβολήν, ἣν ἔχει κολακεύσας τοὺς Ἀθηναίους ἀργύριον πολὺ λαβεῖν παρʼ αὐτῶν.
εἰ γὰρ ἀνέγνω ταῦτʼ Ἀθηναίοις, οὐκ ἂν εἴασαν
οὐδὲ περιεῖδον ἐνάτῃ τὸν Φειδιππίδην παρακαλοῦντα
<milestone unit="tlnum" n="5"/>Λακεδαιμονίους ἐπὶ τὴν μάχην ἐκ τῆς μάχης γεγενημένον,
<milestone unit="stephpage" xml:id="stephpage-862b" n="862b"/> καὶ ταῦτα δευτεραῖον εἰς Σπάρτην ἐξ Ἀθηνῶν,
ὡς αὐτός φησιν, ἀφιγμένον εἰ μὴ μετὰ τὸ νικῆσαι τοὺς πολεμίους Ἀθηναῖοι μετεπέμποντο τοὺς
συμμάχους. ὅτι μέντοι δέκα τάλαντα δωρεὰν ἔλαβεν
<milestone unit="tlnum" n="10"/>
ἐξ Ἀθηνῶν Ἀνύτου τὸ ψήφισμα γράψαντος, ἀνὴρ
Ἀθηναῖος οὐ τῶν παρημελημένων ἐν ἱστορίᾳ, Δίυλλος,
εἴρηκεν. ἀπαγγείλας δὲ τὴν ἐν Μαραθῶνι μάχην ὁ Ἡρόδοτος, ὡς μὲν οἱ πλεῖστοι λέγουσι, καὶ τῶν νεκρῶν τῷ ἀριθμῷ καθεῖλε τοὔργον. εὐξαμένους
<milestone unit="tlnum" n="15"/> γάρ φασι τοὺς Ἀθηναίους τῇ, Ἀγροτέρᾳ θύσειν χιμάρους ὅσους ἂν τῶν βαρβάρων καταβάλωσιν,
εἶτα, μετὰ  τὴν μάχην ἀναρίθμου πλήθους
<milestone unit="stephpage" xml:id="stephpage-862c" n="862c"/> τῶν νεκρῶν ἀναφανέντος, παραιτεῖσθαι ψηφίσματι τὴν θεόν, ὅπως καθʼ ἕκαστον ἐνιαυτὸν ἀποθύωσι
<milestone unit="tlnum" n="20"/> πεντακοσίας τῶν χιμάρων.
</p></div><div type="textpart" subtype="section" n="27"><p rend="indent">οὐ μὴν ἀλλὰ τοῦτʼ ἐάσαντες, ἴδωμεν τὰ μετὰ τὴν μάχην· <q>τῇσι δὲ λοιπῇσι</q> φησὶν <q>οἱ βάρβαροι
ἐξανακρουσάμενοι καὶ ἀναλαβόντες ἐκ τῆς νήσου,
ἐν τῇ ἔλιπον τὰ ἐξ Ἐρετρίης ἀνδράποδα; περιέπλεον
<milestone unit="tlnum" n="25"/>Σούνιον, βουλόμενοι φθῆναι τοὺς Ἀθηναίους
<pb xml:id="v.5.p.230"/> ἀφικόμενοι εἰς τὸ ἂστυ· αἰτίην δʼ ἔσχε
Ἀθηναίοισι
ἐξ Ἀλκμεωνιδέων μηχανῆς αὐτοὺς ταῦτα ἐπινοηθῆναι· τούτους γὰρ συνθεμένους τοῖσι Πέρσῃσι ἀναδεῖξαι ἀσπίδα ἐοῦσι ἤδη ἐν τῇσι νηυσὶ · οὗτοι μὲν
<milestone unit="tlnum" n="5"/>
δὴ περιέπλεον Σούνιον</q> ἐνταῦθα τὸ μὲν τοὺς
<milestone unit="stephpage" xml:id="stephpage-862d" n="862d"/>Ἐρετριέας ἀνδράποδα προσειπεῖν, οὔτε τόλμαν Ἑλλήνων οὐδενὸς οὔτε φιλοτιμίαν ἐνδεεστέραν παρασχομένους καὶ παθόντας ἀνάξια τῆς ἀρετῆς, ἀφείσθω
διαβεβλημένων δὲ τῶν Ἀλκμεωνιδῶν, ἐν οἷς οἱ μέγιστοὶ
<milestone unit="tlnum" n="10"/>
τε τῶν οἴκων καὶ δοκιμώτατοι τῶν ἀνδρῶν
ἦσαν, ἐλάττων λόγος· ἀνατέτραπται δὲ τῆς νίκης
τὸ μέγεθος καὶ τὸ τέλος εἰς οὐδὲν ἥκει τοῦ περιβοήτου κατορθώματος, οὐδʼ ἀγών τις ἔοικεν οὐδʼ
ἔργον γεγονέναι τοσοῦτον, ἀλλὰ πρόσκρουμα βραχὺ
<milestone unit="tlnum" n="15"/> τοῖς βαρβάροις ἀποβᾶσιν, ὥσπερ οἱ διασύροντες καὶ
βασκαίνοντες λέγουσιν, εἰ μετὰ τὴν μάχην οὐ φεύγουσι κόψαντες τὰ πείσματα τῶν νεῶν, τῷ φέροντι
<milestone unit="stephpage" xml:id="stephpage-862e" n="862e"/> προσωτάτω τῆς Ἀττικῆς ἀνέμῳ παραδόντες αὑτοὺς · ἀλλʼ αἴρεται μὲν ἀσπὶς αὐτοῖς προδοσίας σημεῖον,
<milestone unit="tlnum" n="20"/> ἐπιπλέουσι δὲ ταῖς Ἀθήναις ἐλπίζοντες αἱρήσειν καὶ καθʼ ἡσυχίαν Σούνιον κάμψαντες ὑπεραιωροῦνται Φαλήρων, οἱ δὲ πρῶτοι καὶ δοκιμώτατοι τῶν ἀνδρῶν προδιδόασιν ἀπεγνωκότες τὴν πόλιν· καὶ γὰρ ἀπολύων
ὕστερον Ἀλκμεωνίδας ἑτέροις τὴν προδοσίαν
<pb xml:id="v.5.p.231"/> ἀνατίθησιν <q>ἀνεδείχθη μὲν γὰρ ἀσπίς, καὶ τοῦτο οὐκ
<milestone unit="stephpage" xml:id="stephpage-862f" n="862f"/> ἔστιν ἄλλως εἰπεῖν</q> φησὶν αὐτὸς ἰδών. τοῦτο δʼ ἀμήχανον μὲν· ἦν γενέσθαι, νενικηκότων κατὰ κράτος
τος τῶν Ἀθηναίων · γενόμενον δʼ οὐκ ἂν ὑπὸ τῶν
<milestone unit="tlnum" n="5"/> βαρβάρων συνώφθη, φυγῇ καὶ πόνῳ, πολλῷ καὶ τραύμασι καὶ βέλεσιν εἰς τὰς ναῦς ἐλαυνομένων καὶ ἀπολιπόντων τὸ χωρίον, ὡς ἕκαστος τάχους εἶχεν. ἀλλʼ ὅταν γε πάλιν ὑπὲρ τῶν Ἀλκμεωνιδῶν ἀπολογεῖσθαι
προσποιούμενος, ἃ πρῶτος ἀνθρώπων
<milestone unit="tlnum" n="10"/>
ἐπενήνοχεν ἐγκλήματα, εἴπῃ <q>θῶμα  δέ μοι καὶ οὐκ
ἐνδέχομαι τὸν λόγον, Ἀλκμεωνίδας ἄν ποτε ἀναδεῖξαι
Πέρσῃσι ἐκ συνθήματος ἀσπίδα, βουλομένους
γε εἶναι Ἀθηναίους ὑπὸ Ἱππίῃ·</q> κόμματός
τινος ἀναμιμνήσκομαι παροιμιακοῦ
<milestone unit="tlnum" n="15"/>
<quote rend="blockquote">μένε, καρκίνε, καί σε μεθήσω·</quote>
τί γὰρ ἐσπούδακας καταλαβεῖν, εἰ καταλαβὼν μεθιέναι μέλλεις; καὶ σὺ κατηγορεῖς, εἶτʼ ἀπολογῇ ·
<milestone unit="stephpage" xml:id="stephpage-863a" n="863a"/> καὶ γράφεις κατʼ ἐπιφανῶν ἀνδρῶν διαβολάς, ἃς πάλιν ἀναιρεῖς, ἀπιστῶν δὲ σεαυτῷ δηλονότι· σεαυτοῦ
<milestone unit="tlnum" n="20"/> γὰρ ἀκήκοας λέγοντος Ἀλκμεωνίδας ἀνασχεῖν ἀσπίδα νενικημένοις καὶ φεύγουσι τοῖς βαρβάροις
καὶ μὴν ἐν οἷς περὶ Ἀλκμεωνιδῶν ἀπολογῇ σεαυτὸν ἀποφαίνεις συκοφάντην εἰ γάρ <q>μᾶλλον ἢ ὁμοίως Καλλίῃ τῷ Φαινίππου, Ἱππονίκου δὲ πατρὶ, φαίνονται
<milestone unit="tlnum" n="25"/> μισοτύραννοι ἐόντες</q> ὡς ἐνταῦθα γράφεις
<pb xml:id="v.5.p.232"/> Ἀλκμεωνίδαι, ποῦ θήσεις αὐτῶν ἐκείνην τὴν συνωμοσίαν, ἣν ἐν τοῖς πρώτοις γέγραφας; ὡς ἐπιγαμίαν
<milestone unit="stephpage" xml:id="stephpage-863b" n="863b"/> ποιησόμενοι Πεισιστράτῳ κατήγαγον αὐτὸν ἀπὸ τῆς φυγῆς ἐπὶ τὴν· τυραννίδα καὶ οὐκ ἂν ἐξήλασαν
<milestone unit="tlnum" n="5"/> αὖθις, ἕως διεβλήθη παρανόμως τῇ γυναικὶ μιγνύμενος. ταῦτα μὲν οὖν τοιαύτας ἔχει ταραχάς· <gap reason="lost" rend="**"/> τῆς
Ἀλκμεωνιδῶν διαβολῆς καὶ ὑπονοίας τοῖς Καλλίου τοῦ Φαινίππου χρησάμενος ἐπαίνοις καὶ προσάψας
αὐτῷ τὸν υἱὸν Ἱππόνικον, ὃς ἦν καθʼ Ἡρόδοτον
<milestone unit="tlnum" n="10"/>
ἐν τοῖς πλουσιωτάτοις Ἀθηναίων, ὡμολόγησεν, ὅτι μηδὲν τῶν πραγμάτων δεομένων,. ἀλλὰ θεραπείᾳ καὶ χάριτι τοῦ Ἱππονίκου τὸν Καλλίαν παρενέβαλεν.
</p></div><div type="textpart" subtype="section" n="28"><p rend="indent">ἐπεὶ δʼ Ἀργείους ἅπαντες ἴσασιν οὐκ ἀπειπαμένους τοῖς Ἕλλησι τὴν συμμαχίαν, ἀξιώσαντας
<milestone unit="tlnum" n="15"/>
<milestone unit="stephpage" xml:id="stephpage-863c" n="863c"/> ὡς ἂν μὴ Λακεδαιμονίοις, ἐχθίστοις καὶ πολεμιωτάτοις οὖσι, ποιοῦντες ἀεὶ τὸ προστασσόμενον ἕπωνται, καὶ τοῦτʼ ἄλλως οὐκ ἦν, αἰτίαν κακοηθεστάτην ὑποβάλλεται, γράφων <q>ἐπεὶ δέ σφεας παραλαμβάνειν τοὺς Ἕλληνας, οὕτω δὴ ἐπισταμένους, ὅτι
<milestone unit="tlnum" n="20"/>
οὐ μεταδώσουσι τῆς ἀρχῆς; Λακεδαιμόνιοι, μεταιτέειν
ἵνα ἐπὶ προφάσεως ἡσυχίαν ἄγωσι</q> τούτων δʼ
<pb xml:id="v.5.p.233"/> ὕστερον ἀναμνῆσαί φησιν Ἀρταξέρξην ἀναβάντας εἰς Σοῦσα πρέσβεις Ἀργείων, κἀκεῖνον εἰπεῖν ὡς <q>οὐδεμίαν νομίζοι πόλιν Ἄργεος φιλιωτέρην·</q> εἶθʼ ὑπειπών,
ὥσπερ εἴωθε, καὶ ἀναδυόμενος <q>οὐκ εἰδέναι
<milestone unit="tlnum" n="5"/> φησὶ περὶ τούτων ἀτρεκέως, εἰδέναι δʼ ὅτι πᾶσιν ἀνθρώποις ἐστὶν ἐγκλήματα καὶ οὐκ Ἀργείοισι
<milestone unit="stephpage" xml:id="stephpage-863d" n="863d"/>
αἴσχιστα πεποίηται. ἐγὼ δὲ λέγειν ὀφείλω τὰ λεγόμενα,
πείθεσθαί γε μὴν οὐ παντάπασι ὀφείλω, καί μοι τὸ ἔπος τοῦτο ἐχέτω ἐς πάντα τὸν λόγον. ἐπεὶ
<milestone unit="tlnum" n="10"/>
καὶ ταῦτα λέγεται, ὡς ἄρα Ἀργεῖοι ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα, ἐπειδή σφι πρὸς τοὺς Λακεδαιμονίους κακῶς ἡ αἰχμὴ ἑστήκεε, πᾶν δὴ βουλόμενοι σφίσι προεῖναι τῆς παρούσης λύπης.</q> ἆρʼ οὖν οὐχ, ὅπερ αὐτὸς τὸν Αἰθίοπά φησι
<milestone unit="tlnum" n="15"/> πρὸς τὰ μύρα καὶ τὴν πορφύραν εἰπεῖν, ὡς δολερὰ
<milestone unit="stephpage" xml:id="stephpage-863e" n="863e"/> μὲν τὰ ῥήματα δολερὰ δὲ τὰ εἵματα τῶν Περσέων ἐστί, τοῦτ̓ ἄν τις εἴποι πρὸς αὐτόν, ὡς δολερὰ μὲν τὰ ῥήματα δολερὰ δὲ τὰ σχήματα τῶν Ἡροδότου λόγων
<quote rend="blockquote">ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ,</quote>
<milestone unit="tlnum" n="20"/>
ὥσπερ οἱ ζῳγράφοι τὰ λαμπρὰ τῇ σκιᾷ τρανότερα ποιοῦσιν, οὕτω ταῖς ἀρνήσεσι τὰς διαβολὰς ἐπιτείνοντος
αὐτοῦ καὶ τὰς ὑπονοίας ταῖς ἀμφιβολίαις βαθυτέρας ποιοῦντος; Ἀργεῖοι δʼ ὅτι μὲν οὐ
<pb xml:id="v.5.p.234"/>
συναράμενοι τοῖς Ἕλλησιν, ἀλλὰ διὰ τὴν ἡγεμονίαν καὶ
<milestone unit="stephpage" xml:id="stephpage-863f" n="863f"/> τῆς ἀρετῆς Λακεδαιμονίοις ἐκστάντες, κατῄσχυναν τὸν Ἡρακλέα καὶ τὴν εὐγένειαν, οὐδʼ ἔστιν ἀντειπεῖν,
ὑπὸ Σιφνίοις γὰρ ἦν καὶ Κυθνίοις ἄμεινον
<milestone unit="tlnum" n="5"/>
ἐλευθεροῦν τεὺς Ἕλληνας ἢ Σπαρτιάταις φιλονεικοῦντας ὑπὲρ ἀρχῆς ἐγκαταλιπεῖν τοσούτους καὶ τοιούτους ἀγῶνας. εἰ δʼ αὐτοὶ ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα διὰ τὴν κακῶς ἑστῶσαν αὐτοῖς αἰχμὴν πρὸς Λακεδαιμονίους, πῶς
<milestone unit="tlnum" n="10"/>
οὐκ ἐμήδιζον ἀναφανδὸν ἥκοντος οὐδ̓, εἰ μὴ συστρατεύειν ἐβούλοντο βασιλεῖ, τὴν γοῦν Λακωνικὴν ὑπολειπόμενοι κακῶς ἐποίουν, ἢ Θυρέας ἣπτοντο πάλιν
ἢ τρόπον ἄλλον ἀντελαμβάνοντο καὶ παρηνώχλουν
<milestone unit="stephpage" xml:id="stephpage-864a" n="864a"/>Λακεδαιμονίοις, μέγα βλάψαι δυνάμενοι τοὺς Ἕλληνας,
<milestone unit="tlnum" n="15"/>
εἰ μὴ παρῆκαν εἰς Πλαταιὰς ἐκείνους ἐκστρατεῦσαι τοσούτοις ὁπλίταις;
</p></div><div type="textpart" subtype="section" n="29"><p rend="indent">ἀλλʼ Ἀθηναίους γε μεγάλους ἐνταῦθα τῷ λόγῳ πεποίηκε καὶ σωτῆρας ἀνηγόρευκε τῆς Ἑλλάδος· ὀρθῶς γε ποιῶν καὶ δικαίως, εἰ μὴ πολλὰ καὶ
<milestone unit="tlnum" n="20"/> βλάσφημα προσῆν τοῖς ἐπαίνοις. νῦν δὲ <q>προδοθῆναι μὲν ἂν λέγων ὑπὸ τῶν ἄλλων Ἑλλήνων Λακεδαιμονίους, μονωθέντας δʼ ἂν καὶ ἀποδεξαμένους ἔργα μεγάλα ἀποθανεῖν γενναίως, ἢ πρὸ τούτου ὁρῶντας καὶ τοὺς ἄλλους Ἕλληνας μηδίζοντας
<milestone unit="tlnum" n="25"/>
ὁμολογίῃ ἂν χρήσασθαι πρὸς Ξέρξεα,</q> δῆλός ἐστιν
<pb xml:id="v.5.p.235"/>
οὐ τοῦτο λέγων εἰς τὸν Ἀθηναίων ἔπαινον, ἀλλʼ
<milestone unit="stephpage" xml:id="stephpage-864b" n="864b"/>Ἀθηναίων ἐπαινῶν, ἵνα κακῶς εἴπῃ τοὺς ἄλλους ἅπαντας. τί γὰρ ἄν τις ἔνι δυσχεραίνοι, Θηβαίους ἀεὶ καὶ Φωκέας πικρῶς αὐτοῦ καὶ κατακόρως ἐξονειδίζοντος,
<milestone unit="tlnum" n="5"/> ὅπου καὶ τῶν προκινδυνευσάντων ὑπὲρ τῆς Ἑλλάδος τὴν οὐ γεγενημένην μὲν, γενομένην
δʼ ἄν, ὡς αὐτὸς εἰκάζει, καταψηφίζεται προδοσίαν; αὐτοὺς δὲ Λακεδαιμονίους ἐν ἀδήλῳ θέμενος ἐπηπόρησεν,
εἴτʼ ἔπεσον ἂν μαχόμενοι τοῖς πολεμίοις
<milestone unit="tlnum" n="10"/> εἴτε παρέδωκαν ἑαυτούς, μικροῖς γε νὴ Δία τεκμηρίοις αὐτῶν ἀπιστήσας τοῖς περὶ Θερμοπύλας.
</p></div><div type="textpart" subtype="section" n="30"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-864c" n="864c"/>διηγούμενος δὲ συμπεσοῦσαν ναυαγίαν ταῖς
βασιλικαῖς ναυσὶ καὶ ὅτι <q>πολλῶν χρημάτων ἐκπεσόντων,
Ἀμεινοκλῆς ὁ Κρητίνεω Μάγνης ἀνὴρ
<milestone unit="tlnum" n="15"/>
ὠφελήθη μεγάλως, χρυσία ἄφατα καὶ χρήματα περιβαλόμενος·</q> οὐδὲ τοῦτον ἄδηκτον παρῆκεν, <q>ἀλλʼ ὁ μὲν τἄλλα</q> φησὶν <q>οὐκ εὐτυχέων εὑρήμασι μέγα πλούσιος ἐγένετο ἦν γάρ τις καὶ τοῦτον ἄχαρις συμφορὴ λυπεῦσα παιδοφόνος.</q> τοῦτο μὲν οὖν παντὶ
<milestone unit="tlnum" n="20"/> δῆλον, ὅτι τὰ χρυσᾶ χρήματα καὶ τὰ εὑρήματα καὶ τὸν ἐκβρασσόμενον ὑπὸ τῆς θαλάσσης πλοῦτον ἐπεισήγαγε τῇ ἱστορίᾳ, χώραν καὶ τόπον ποιῶν, ἐν
ᾧ θήσεται τὴν Ἀμεινοκλέους παιδοφονίαν.
<pb xml:id="v.5.p.236"/>
</p></div><div type="textpart" subtype="section" n="31"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-864d" n="864d"/>Ἀριστοφάνους δὲ τοῦ Βοιωτοῦ γράψαντος, ὅτι χρήματα μὲν αἰτήσας οὐκ ἔλαβε παρὰ Θηβαίων, ἐπιχειρῶν δὲ τοῖς νέοις διαλέγεσθαι καὶ συσχολάζειν ὑπὸ τῶν ἀρχόντων ἐκωλύθη διʼ ἀγροικίαν αὐτῶν
<milestone unit="tlnum" n="5"/> καὶ μισολογίαν, ἄλλο μὲν οὐδέν ἐστι τεκμήριον ὁ
δʼ Ἡρόδοτος τῷ Ἀριστοφάνει μεμαρτύρηκε, διʼ ὧν
τὰ μὲν ψευδῶς, τὰ δὲ διὰ <gap reason="lost" rend="**"/>, τὰ δὲ ὡς μισῶν καὶ διαφερόμενος τοῖς Θηβαίοις ἐγκέκληκε; Θεσσαλοὺς μὲν γὰρ ὑπʼ ἀνάγκης ἀποφαίνεται μηδίσαι τὸ πρῶτον,
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-864e" n="864e"/> ἀληθῆ λέγων· καὶ περὶ τῶν ἄλλων Ἑλλήνων μαντευόμενος ὡς προδόντων ἂν Λακεδαιμονίους. ὑπεῖπεν ὡς <q>οὐχ ἑκόντων ἀλλʼ ὑπʼ ἀνάγκης; ἁλισκομένων κατὰ πόλεις.</q> Θηβαίοις δὲ τῆς αὐτῆς ἀνάγκης
οὐ δίδωσι τὴν αὐτὴν συγγνώμην, καίτοι πεντακοσίους
<milestone unit="tlnum" n="15"/> μὲν εἰς τὰ Τέμπη καὶ Μναμίαν  στρατηγὸν ἔπεμψαν, εἰς δὲ Θερμοπύλας ὅσους ᾔτησε Λεωνίδας·
οἳ καὶ μόνοι σὺν Θεσπιεῦσι παρέμειναν αὐτῷ, τῶν ἄλλων ἀπολιπόντων μετὰ τὴν κύκλωσιν· ἐπεὶ δὲ
τῶν παρόδων κρατήσας ὁ, βάρβαρος ἐν τοῖς ὅροις
<milestone unit="tlnum" n="20"/>
<milestone unit="stephpage" xml:id="stephpage-864f" n="864f"/> ἦν καὶ Δημάρατος ὁ Σπαρτιάτης διὰ ξενίας εὔνους
ὢν Ἀτταγίνῳ τῷ προεστῶτι τῆς ὀλιγαρχίας διεπράξατο
φίλον βασιλέως γενέσθαι καὶ ξένον, οἱ δʼ
Ἕλληνες ἐν ταῖς ναυσὶν ἦσαν, πεζῇ δʼ οὐδεὶς
<pb xml:id="v.5.p.237"/>
προσήλαυνεν, οὕτω προσεδέξαντο τὰς διαλύσεις ὑπὸ τῆς μεγάλης ἀνάγκης ἐγκαταληφθέντες. οὔτε γὰρ θάλασσα καὶ νῆες αὐτοῖς παρῆσαν ὡς Ἀθηναίοις, οὔτʼ ἀπωτάτω κατῴκουν ὡς Σπαρτιᾶται τῆς Ἑλλάδος ἐν
<milestone unit="tlnum" n="5"/> μυχῷ, μιᾶς δʼ ἡμέρας ὁδὸν καὶ ἡμισείας ἀπέχοντι
τῷ Μήδῳ συστάντες ἐπὶ τῶν στενῶν καὶ διαγωνισάμενοι μετὰ μόνων Σπαρτιατῶν καὶ Θεσπιέων
<milestone unit="stephpage" xml:id="stephpage-865a" n="865a"/> ἠτύχησαν. ὁ δὲ συγγραφεὺς οὕτως ἐστὶ δίκαιος, ὥστε <q>Λακεδαιμονίους μὲν μονωθέντας καὶ γενομένους
<milestone unit="tlnum" n="10"/> συμμάχων ἐρήμους τυχὸν ἄν φησιν  ὁμολογίῃ
χρήσασθαι πρὸς Ξέρξεα</q> Θηβαίοις δὲ ταὐτὸ διὰ τὴν αὐτὴν ἀνάγκην παθοῦσι λοιδορεῖται. τὸ δὲ μέγιστον καὶ κάλλιστον ἔργον ἀνελεῖν μὴ δυνηθεὶς
ὡς οὐ πραχθὲν αὐτοῖς, αἰτίῃ φαύλῃ καὶ ὑπονοίᾳ
<milestone unit="tlnum" n="15"/> διαλυμαινόμενος ταῦτʼ ἔγραφεν <q>οἱ μέν νυν ξύμμαχοι
οἱ ἀποπεμπόμενοι ᾤχοντό τε ἀπιόντες καὶ ἐπείθοντο Λεωνίδῃ Θεσπιέες δὲ καὶ Θηβαῖοι. κατέμειναν μοῦνοι παρὰ Λακεδαιμονίοισι τούτων δὲ Θηβαῖοι
<milestone unit="stephpage" xml:id="stephpage-865b" n="865b"/> μὲν ἀέκοντες ἔμενον καὶ οὐ βουλόμενοι κατεῖχε
<milestone unit="tlnum" n="20"/> γάρ σφεας Λεωνίδης ἐν ὁμήρων λόγῳ ποιεύμενος
Θεσπιέες δὲ ἑκόντες μάλιστα, οἳ οὐδαμᾶ ἔφασαν ἀπολιπόντες Λεωνίδην καὶ τοὺς μετὰ τούτου ἀπαλλάξεσθαι</q> Εἶτʼ οὐ δῆλός ἐστιν ἰδίαν τινὰ πρὸς Θηβαίους ἔχων ὀργὴν καὶ δυσμένειαν, ὑφʼ ἧς οὐ
<pb xml:id="v.5.p.238"/> μόνον διέβαλε ψευδῶς καὶ ἀδίκως τὴν πόλιν, ἀλλʼ
οὐδὲ τοῦ · πιθανοῦ τῆς διαβολῆς ἐφρόντισεν, οὐδʼ ὅπως αὐτὸς ἑαυτῷ τἀναντία λέγων παρʼ ὀλίγους ἀνθρώπους οὐ φανεῖται συνειδώς; προειπὼν γὰρ
<milestone unit="tlnum" n="5"/>
ὡς <q>ὁ Λεωνίδης, ἐπεὶ τʼ ᾔσθετο τοὺς συμμάχους
<milestone unit="stephpage" xml:id="stephpage-865c" n="865c"/> ἐόντας ἀπροθύμους καὶ οὐκ ἐθέλοντας· συγκινδυνεύειν, κελεύσαι σφέας ἀπαλλάττεσθαι·</q> πάλιν μετʼ
ὀλίγον λέγει τοὺς Θηβαίους ἄκοντας αὐτὸν κατασχεῖν, οὓς εἰκὸς ἦν ἀπελάσαι καὶ βουλομένους παραμένειν,
<milestone unit="tlnum" n="10"/>
εἰ μηδίζειν αἰτίαν εἶχον. ὅπου γὰρ οὐκ ἐδεῖτο τῶν μὴ προθύμων, τί χρήσιμον ἦν ἀναμεμίχθαι μαχομένοις ἀνθρώπους ὑπόπτους; οὐ γὰρ
δὴ φρένας εἶχε τοιαύτας ὁ τῶν Σπαρτιατῶν. βασιλεὺς καὶ τῆς Ἑλλάδος ἡγεμών, ὥστε <q>κατέχειν ἐν
<milestone unit="tlnum" n="15"/> ὁμήρων λόγῳ</q> τοῖς τριακοσίοις τοὺς τετρακοσίους ὅπλʼ ἔχοντας καὶ προσκειμένων ἔμπροσθεν ἤδη καὶ ὄπισθεν ἅμα τῶν πολεμίων καὶ γὰρ εἰ πρότερον
ἐν ὁμήρων
λόγῳ ποιούμενος ἦγεν αὐτούς, ἒν · γε
<milestone unit="stephpage" xml:id="stephpage-865d" n="865d"/> τοῖς ἐσχάτοις εἰκὸς ἦν καιροῖς ἐκείνους τε Λεωνίδα
<milestone unit="tlnum" n="20"/> μηδὲν φροντίσαντας ἀπαλλαγῆναι καὶ Λεωνίδαν δεῖσαι τὴν ὑπʼ ἐκείνων μᾶλλον ἢ τῶν βαρβάρων κύκλωσιν. ἄνευ δὲ τούτων, πῶς οὐ γελοῖος ὁ Λεωνίδας, τοὺς μὲν ἄλλους Ἕλληνας ἀπιέναι κελεύων
ὡς αὐτίκα μάλα τεθνηξόμενος, Θηβαίους δὲ κωλύων,
<pb xml:id="v.5.p.239"/>
ὡς ὑπʼ αὐτοῦ φυλάττοιντο τοῖς Ἕλλησιν ἀποθνήσκειν
μέλλοντος; εἰ γὰρ ὡς ἀληθῶς ἐν ὁμήρων λόγῳ, μᾶλλον δʼ ἀνδραπόδων, περιῆγε τοὺς ἄνδρας,
οὐ κατέχειν ὤφειλεν αὐτοὺς μετὰ τῶν ἀπολουμένων,
<milestone unit="tlnum" n="5"/> ἀλλὰ παραδοῦναι τοῖς ἀπιοῦσι τῶν Ἑλλήνων. ὃ δὲ
<milestone unit="stephpage" xml:id="stephpage-865e" n="865e"/> λοιπὸν ἦν τῶν αἰτίων εἰπεῖν <q>ἴσως δὲ ἀπολουμένους
κατεῖχε</q> καὶ τοῦτʼ ἀνῄρηκεν ὁ συγγραφεύς, οἷς περὶ τῆς φιλοτιμίας τοῦ Λεωνίδου κατὰ λέξιν εἴρηκε <q>ταῦτα τε δὴ ἐπιλεγόμενον Λεωνίδην καὶ βουλόμενον
<milestone unit="tlnum" n="10"/> καταθέσθαι κλέος μοῦνον Σπαρτιητέων ἀποπέμψαι τοὺς συμμάχους μᾶλλον ἢ τῇσι γνώμῃσι διενεχθέντας.</q> ὑπερβολὴ γὰρ εὐηθείας ἦν, ἧς ἀπήλαυνε δόξης
τοὺς συμμάχους κατέχειν μεθέξοντας τοὺς πολεμίους.
<milestone unit="stephpage" xml:id="stephpage-865f" n="865f"/> ὅτι τοίνυν οὐ διεβέβλητο τοῖς Θηβαίοις ὁ
<milestone unit="tlnum" n="15"/>Λεωνίδας,· ἀλλὰ καὶ φίλους ἐνόμιζε βεβαίους, ἐκ τῶν πεπραγμένων δῆλόν ἐστι. καὶ γὰρ παρῆλθεν εἰς Θήβας ἄγων τὸ στράτευμα καὶ δεηθεὶς ἔτυχεν
οὗ μηδὲ εἷς ἄλλος, ἐν τῷ ἱερῷ κατακοιμηθῆναι τοῦ
Ἡρακλέους, καὶ τὴν ὄψιν ἣν εἶδεν ὄναρ ἐξήγγειλε
<milestone unit="tlnum" n="20"/> τοῖς Θηβαίοις· ἔδοξε γὰρ ἐν θαλάσσῃ πολὺν ἐχούσῃ καὶ τραχὺν κλύδωνα τὰς ἐπιφανεστάτας καὶ μεγίστας πόλεις τῆς Ἑλλάδος ἀνωμάλως διαφέρεσθαι καὶ σαλεύειν, τὴν δὲ Θηβαίων ὑπερέχειν τε πασῶν καὶ μετέωρον ἀρθῆναι πρὸς τὸν οὐρανὸν εἶτʼ ἐξαίφνης
<pb xml:id="v.5.p.240"/> ἀφανῆ γενέσθαι καὶ ταῦτα μὲν ἦν ὅμοια· τοῖς ὕστερον χρόνῳ πολλῷ συμπεσοῦσι περὶ τὴν πόλιν.
</p></div><div type="textpart" subtype="section" n="32"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-866a" n="866a"/>ὁ δʼ Ἡρόδοτος ἐν τῇ διηγήσει τῆς μάχης
καὶ τοῦ Λεωνίδου τὴν μεγίστην ἠμαύρωκε πρᾶξιν,
<milestone unit="tlnum" n="5"/>
αὐτοῦ πεσεῖν πάντας εἰπὼν ἐν τοῖς στενοῖς περὶ τὸν Κολωνόν· ἐπράχθη δʼ ἄλλως. ἐπεὶ γὰρ ἐπύθοντο νύκτωρ τὴν περίοδον τῶν πολεμίων, ἀναστάντες ἐβάδιζον ἐπὶ τὸ στρατόπεδον καὶ τὴν σκηνὴν ὀλίγου δεῖν βασιλέως, ὡς ἐκεῖνον αὐτὸν ἀποκτενοῦντες καὶ
<milestone unit="tlnum" n="10"/> περὶ ἐκείνῳ τεθνηξόμενοι μέχρι μὲν οὖν τῆς σκηνῆς ἀεὶ τὸν ἐμποδὼν φονεύοντες, τοὺς δʼ ἄλλους τρεπόμενοι προῆλθον· ἐπεὶ δʼ οὐχ εὑρίσκετο Ξέρξης,
<milestone unit="stephpage" xml:id="stephpage-866b" n="866b"/> ζητοῦντες ἐν μεγάλῳ καὶ ἀχανεῖ στρατεύματι καὶ πλανώμενοι μόλις ὑπὸ τῶν βαρβάρων πανταχόθεν
<milestone unit="tlnum" n="15"/> περιχυθέντων διεφθάρησαν, ὅσα δʼ ἄλλα πρὸς τούτῳ τολμήματα καὶ ῥήματα τῶν Σπαρτιατῶν παραλέλοιπεν, ἐν τῷ Λεωνίδου βίῳ γραφήσεται μικρὰ δ̓ οὐ χεῖρόν ἐστι καὶ νῦν διελθεῖν. ἀγῶνα μὲν γὰρ ἐπιτάφιον αὐτῶν ἠγωνίσαντο πρὸ τῆς ἐξόδου
<milestone unit="tlnum" n="20"/>
καὶ τοῦτον ἐθεῶντο πατέρες; αὐτῶν καὶ μητέρες· αὐτὸς δʼ ὁ Λεωνίδας πρὸς μὲν τὸν εἰπόντα παντελῶς ὀλίγους ἐξάγειν αὐτὸν ἐπὶ τὴν μάχην <q>πολλοὺς
μὲν ἔφη τεθνηξομένους·</q> πρὸς δὲ τὴν γυναῖκα, πυνθανομένην ἐξιόντος εἴ τι λέγοι, μεταστραφεὶς
<milestone unit="tlnum" n="25"/>
<milestone unit="stephpage" xml:id="stephpage-866c" n="866c"/> εἶπεν <q>ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθὰ  τίκτειν.</q> ἐν
<pb xml:id="v.5.p.241"/>
δὲ Θερμοπύλαις μετὰ τὴν κύκλωσιν δύο τῶν ἀπὸ
γένους ὑπεξελέσθαι βουλόμενος ἐπιστολὴν ἐδίδου
τῷ ἑτέρῳ καὶ ἔπεμπεν ὁ δʼ οὐκ ἐδέξατο φήσας μετʼ
ὀργῆς <q>μαχατάς τοι, οὐκ ἀγγελιαφόρος, εἱπόμαν·</q> <milestone unit="tlnum" n="5"/>τὸν δʼ ἕτερον ἐκέλευεν εἰπεῖν τι πρὸς τὰ τέλη τῶν Σπαρτιατῶν ὁ δʼ ἀπεκρίνατο τῷ πράγματι, καὶ τὴν ἀσπίδα λαβὼν εἰς τάξιν κατέστη. ταῦτʼ οὐκ ἄν τις
ἐπετίμησεν, ἄλλου παραλιπόντος· ὁ δὲ τὴν Ἀμάσιδος ἀποψόφησιν καὶ τὴν τῶν ὄνων τοῦ κλέπτου
<milestone unit="tlnum" n="10"/> προσέλασιν καὶ τὴν τῶν ἀσκῶν ἐπίδοσιν καὶ πολλὰ τοιαῦτα συναγαγὼν καὶ διαμνημονεύων, οὐκ ἀμελείᾳ
<milestone unit="stephpage" xml:id="stephpage-866d" n="866d"/> δόξειεν ἂν καὶ ὑπεροψίᾳ προΐεσθαι καλὰ μὲν ἔργα
καλὰς δὲ φωνὰς ἀλλʼ οὐκ εὐμενὴς ὢν πρὸς ἐνίους οὐδὲ δίκαιος.
</p></div><div type="textpart" subtype="section" n="33"><p rend="indent"><milestone unit="tlnum" n="15"/>τοὺς δὲ Θηβαίους πρῶτον μέν φησι <q>μετὰ τῶν Ἑλλήνων ἐόντας μάχεσθαι ὑπʼ ἀνάγκης ἐχομένους·</q> οὐ γὰρ μόνον Ξέρξης, ὡς ἔοικεν, ἀλλὰ καὶ
Λεωνίδας μαστιγοφόρους εἶχεν ἑπομένους, ὑφʼ ὧν
οἱ Θηβαῖοι παρὰ γνώμην ἠναγκάζοντο μαστιγούμενοι
<milestone unit="tlnum" n="20"/> μάχεσθαι. καὶ τίς  ἂν ὠμότερος τούτου γένοιτο συκοφάντης, ὃς μάχεσθαι μὲν ὑπʼ ἀνάγκης φησὶ τοὺς ἀπελθεῖν καὶ φεύγειν δυναμένους, μηδίσαι
δʼ ἑκόντας, οἷς οὐδεὶς παρῆν βοηθῶν; ἑξῆς
δὲ τούτοις γέγραφεν, ὅτι <q>τῶν ἄλλων ἐπειγομένων
<milestone unit="tlnum" n="25"/>
<milestone unit="stephpage" xml:id="stephpage-866e" n="866e"/> ἐπὶ τὸν Κολωνὸν ἀποσχισθέντες οἱ Θηβαῖοι χεῖρὰς
<pb xml:id="v.5.p.242"/>
τε προέτεινον καὶ ἤισαν ἆσσον τῶν βαρβάρων, λέγοντες τὸν ἀληθέστατον τῶν λόγων, ὡς μηδίσειαν,
καὶ γῆν τε καὶ ὕδωρ ἔδοσαν βασιλεῖ, ὑπὸ δʼ ἀνάγκης
ἐχόμενοι εἰς Θερμοπύλας ἀπικέατο καὶ ἀναίτιοι εἶεν
<milestone unit="tlnum" n="5"/> τοῦ τρώματος τοῦ γενομένου βασιλεῖ· ταῦτα λέγοντες περιεγένοντο · εἶχον γὰρ καὶ Θεσσαλοὺς τούτων τῶν λόγων μάρτυρας.</q> ὅρα διὰ τοσούτων ἐν βαρβάροις κραυγαῖς καὶ παμμιγέσι θορύβοις καὶ φυγαῖς καὶ διώξεσιν ἀκουομένην δικαιολογίαν καὶ μαρτύρων
<milestone unit="tlnum" n="10"/> ἀνάκρισιν καὶ Θεσσαλοὺς μεταξὺ τῶν φονευομένων καὶ πατουμένων ὑπʼ ἀλλήλων παρὰ τὰ στενὰ
<milestone unit="stephpage" xml:id="stephpage-866f" n="866f"/>Θηβαίοις συνδικοῦντας, ὅτι τῆς Ἑλλάδος αὐτοὺς κρατοῦντας ἄχρι Θεσπιέων ἔναγχος ἐξήλασαν περιγενόμενοι καὶ τὸν ἄρχοντα Λατταμύαν ἀποκτείναντες.
<milestone unit="tlnum" n="15"/> ταῦτα γὰρ ὑπῆρχε Βοιωτοῖς τότε καὶ Θετταλοῖς πρὸς ἀλλήλους, ἐπιεικὲς δὲ καὶ φιλάνθρωπον
οὐδέν. ἀλλὰ δὴ τῶν Θεσσαλῶν μαρτυρούντων, πῶς περιεγένοντο Θηβαῖοι; <q>τοὺς μὲν αὐτῶν ἀπέκτειναν
οἱ βάρβαροι προσιόντας</q> ὡς αὐτὸς εἴρηκε· <q>τοὺς δὲ
<milestone unit="tlnum" n="20"/>
πλεῦνας, κελεύσαντος Ξέρξεω, ἔστιξαν στίγματα βασιλήια, ἀρξάμενοι ἀπὸ τοῦ στρατηγοῦ Λεοντιάδεω.</q> <milestone unit="stephpage" xml:id="stephpage-867a" n="867a"/>οὔτε Λεοντιάδης ἐν Θερμοπύλαις ἦν στρατηγός,
ἀλλʼ Ἀνάξανδρος, ὡς Ἀριστοφάνης ἐκ τῶν κατʼ ἄρχοντας ὑπομνημάτων ἱστόρησε καὶ Νίκανδρος
ὁ Κολοφώνιος· οὔτε γιγνώσκει τις ἀνθρώπων
<pb xml:id="v.5.p.243"/> πρὸ Ἡροδότου στιχθέντας ὑπὸ Ξέρξου Θηβαίους ἐπεὶ μέγιστον ἦν ἀπολόγημα τῆς διαβολῆς καὶ καλῶς εἶχε τὴν πόλιν ἀγάλλεσθαι τοῖς στίγμασιν ἐκείνοις,
ὡς Ξέρξου δικάσαντος ἐχθίστοις χρήσασθαι Λεωνίδῃ
<milestone unit="tlnum" n="5"/> καὶ Λεοντιάδῃ · τοῦ μὲν γὰρ ᾐκίσατο πεπτωκότος
τὸ σῶμα, τοῦ δὲ ζῶντος ἔστιξεν. ὁ δὲ τὴν μὲν εἰς
Λεωνίδαν ὡμότητα δήλωμα ποιούμενος, ὅτι μάλιστα
<milestone unit="stephpage" xml:id="stephpage-867b" n="867b"/>
δὴ ἀνδρῶν ὁ βάρβαρος ἐθυμώθη ζῶντι Λεωνίδῃ, Θηβαίους δὲ καὶ μηδίζοντας λέγων ἐν Θερμοπύλαις
<milestone unit="tlnum" n="10"/> στιχθῆναι καὶ στιχθέντας αὖθις ἐν Πλαταιαῖς μηδίζειν
προθύμως δοκεῖ μοι, καθάπερ Ἱπποκλείδης
ὁ τοῖς σκέλεσι χειρονομῶν ἐπὶ τῆς τραπέζης, εἰπεῖν
ἂν ἐξορχούμενος τὴν ἀλήθειαν <q>οὐ φροντὶς Ἡροδότῳ</q>. </p></div><div type="textpart" subtype="section" n="34"><p rend="indent">ἐν δὲ τῇ ὀγδόῃ τοὺς Ἕλληνάς φησι καταδειλιάσαντας
<milestone unit="tlnum" n="15"/> ἀπὸ τοῦ Ἀρτεμισίου δρησμὸν βουλεύεσθαι
ἔσω εἰς τὴν Ἑλλάδα, καὶ τῶν Εὐβοέων δεομένων ὀλίγον ἐπιμεῖναι χρόνον, ὅπως ὑπεκθοῖντο γενεὰς καὶ τὸ οἰκετικόν, ὀλιγωρεῖν, ἄχρι οὗ Θεμιστοκλῆς
<milestone unit="stephpage" xml:id="stephpage-867c" n="867c"/> ἀργύριον λαβὼν Εὐρυβιάδῃ τε μετέδωκε
<milestone unit="tlnum" n="20"/> καὶ Ἀδειμάντῳ τῷ Κορινθίων στρατηγῷ ·, τότε δὲ μεῖναι καὶ διαναυμαχῆσαι πρὸς τοὺς βαρβάρους
ὁ μὲν Πίνδαρος οὐκ ὢν συμμάχου πόλεως ἀλλὰ μηδίζειν αἰτίαν ἐχούσης, ὅμως τοῦ Ἀρτεμισίου μνησθεὶς ἐπιπεφώνηκεν
<milestone unit="tlnum" n="25"/>
<quote rend="blockquote"><l>ὅθι παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰν 
</l><l>κρηπῖδʼ ἐλευθερίας</l></quote>
<pb xml:id="v.5.p.244"/>
Ἡρόδοτος δέ, ὑφʼ οὗ κεκοσμῆσθαί τινες ἀξιοῦσι τὴν
Ἑλλάδα, δωροδοκίας καὶ κλοπῆς ἔργον ἀποφαίνει τὴν νίκην ἐκείνην γενομένην καὶ τοὺς Ἕλληνας ἀκουσίως ἀγωνισαμένους, ὑπὸ τῶν στρατηγῶν ἐξαπατηθέντας
<milestone unit="tlnum" n="5"/> ἀργύριον λαβόντων. καὶ τοῦτο πέρας
<milestone unit="stephpage" xml:id="stephpage-867d" n="867d"/> οὐ γέγονεν αὐτῷ τῆς κακοηθείας· ἀλλὰ πάντες μὲν ἄνθρωποι σχεδὸν ὁμολογοῦσι ταῖς ναυμαχίαις αὐτόθι κρατοῦντας τοὺς Ἕλληνας ὅμως ὑφέσθαι τοῦ Ἀρτεμισίου τοῖς βαρβάροις, τὰ περὶ Θερμοπύλας ἀκούσαντας·
<milestone unit="tlnum" n="10"/>
οὐδὲ γὰρ ἦν ὄφελος ἐνταῦθα καθημένους φρουρεῖν τὴν θάλασσαν, ἐντὸς Πυλῶν τοῦ πολέμου γεγονότος καὶ Ξέρξου τῶν παρόδων κρατοῦντος. Ἡρόδοτος δέ, πρὶν ἀπαγγελῆναι τὸν Λεωνίδου θάνατον,
ἤδη ποιεῖ τοὺς Ἕλληνας βουλευομένους ἀποδιδράσκειν·
<milestone unit="tlnum" n="15"/> λέγει δʼ οὕτω <q>τρηχέως δὲ περιεφθέντες, καὶ οὐχ ἣκιστα Ἀθηναῖοι, τῶν αἱ ἡμίσειαι τῶν
<milestone unit="stephpage" xml:id="stephpage-867e" n="867e"/> νεῶν τετρωμέναι ἦσαν, δρησμὸν ἐβούλευον εἰς τὴν
Ἑλλάδα</q> καίτοι τὴν πρὸ τοῦ ἀγῶνος ἀναχώρησιν
οὕτως ὀνομάσαι μᾶλλον δʼ ὀνειδίσαι δεδόσθω· ὁ
<milestone unit="tlnum" n="20"/>
δὲ καὶ πρότερον δρασμὸν εἶπεν καὶ νῦν δρασμὸν ὀνομάζει καὶ μετʼ ὀλίγον πάλιν ἐρεῖ δρασμόν· οὕτω
πικρῶς; τῷ ῥήματι προσπέφυκε. <q>τοῖς βαρβάροισι αὐτίκα μετὰ ταῦτα πλοίῳ ἦλθε ἀνὴρ Ἑστιαιεύς, ἀγγέλλων τὸν δρησμὸν τὸν ἀπʼ Ἀρτεμισίου τῶν
<pb xml:id="v.5.p.245"/>
Ἑλλήνων οἱ δὲ ὑπὸ ἀπιστίης τὸν μὲν ἀγγέλλοντα εἶχον ἐν φυλακῇ, νέας δὲ ταχείας ἀπέστειλαν προκατοψομένας.</q> τί σὺ λέγεις; ἀποδιδράσκειν ὡς κεκρατημένους,
οὓς οἱ πολέμιοι μετὰ τὴν μάχην ἀπιστοῦσι
<milestone unit="tlnum" n="5"/>
<milestone unit="stephpage" xml:id="stephpage-867f" n="867f"/> φεύγειν ὡς πολὺ κρατοῦντας; εἶτα πιστεύειν ἄξιον τούτῳ γράφοντι περὶ ἀνδρὸς ἢ πόλεως μιᾶς, ὃς ἑνὶ ῥήματι τὸ νίκημα τῆς Ἑλλάδος ἀφαιρεῖται καὶ τὸ
τρόπαιον καθαιρεῖ καὶ τὰς ἐπιγραφάς, ἃς ἔθεντο παρὰ τῇ Ἀρτέμιδι τῇ Προσηῴᾳ, κόμπον ἀποφαίνει
<milestone unit="tlnum" n="10"/> καὶ ἀλαζονείαν; ἔχει δʼ οὕτω τοὐπίγραμμα
<quote rend="blockquote"><l>παντοδαπῶν ἀνδρῶν γενεὰς Ἀσίας ἀπὸ χώρας 
</l><l>παῖδες Ἀθηναίων τῷδέ ποτʼ ἐν πελάγει 
</l><l>ναυμαχίᾳ δαμάσαντες, ἐπεὶ στρατὸς ὤλετο Μήδων, 
</l><l>σήματα ταῦτʼ ἔθεσαν παρθένῳ Ἀρτέμιδι.</l></quote>
<milestone unit="tlnum" n="15"/>
<milestone unit="stephpage" xml:id="stephpage-868a" n="868a"/>
ἐν μὲν οὖν ταῖς μάχαις οὐκ  ἔταξε τοὺς Ἕλληνας οὐδʼ ἐδήλωσεν ἣν ἑκάστη πόλις ἔχουσα χώραν ἐναυμάχησε, κατὰ δὲ τὸν ἀπόπλουν, ὃν αὐτὸς δρασμὸν προσαγορεύει, πρώτους φησὶ Κορινθίους πλεῖν
ὑστάτους δʼ Ἀθηναίους.
</p></div><div type="textpart" subtype="section" n="35"><p rend="indent"><milestone unit="tlnum" n="20"/>ἔδει μὲν οὖν μηδὲ τοῖς μηδίσασιν Ἑλλήνων ἄγαν ἐπεμβαίνειν, καὶ ταῦτα Θούριον μὲν ὑπὸ τῶν ἄλλων νομιζόμενον αὐτὸν δὲ Ἁλικαρνασέων περιεχόμενον, οἳ Δωριεῖς ὄντες μετὰ τῆς γυναικωνίτιδος ἐπὶ τοὺς Ἕλληνας ἐστράτευσαν ὁ δὲ τοσοῦτον
<milestone unit="tlnum" n="25"/> ἀποδεῖ τοῦ πραότερον ὀνομάζειν τὰς τῶν μηδι
<pb xml:id="v.5.p.246"/>
<milestone unit="stephpage" xml:id="stephpage-868b" n="868b"/> σάντων ἀνάγκας, ὥστε περὶ Θετταλῶν διηγησάμενος, ὅτι Φωκεῦσιν, ἐχθροῖς καὶ πολεμίοις οὖσι, προσέπεμψαν, ἐπαγγελλόμενοι τὴν χώραν, αὐτῶν ἀβλαβῆ διαφυλάξειν, εἰ πεντήκοντα τάλαντα μισθὸν λάβοιεν,
<milestone unit="tlnum" n="5"/> ταῦτα περὶ Φωκέων γέγραφεν αὐτοῖς ὀνόμασιν <q>οἱ γὰρ Φωκεῖς μοῦνοι τῶν ταύτῃ ἀνθρώπων οὐκ ἐμήδιζον, κατʼ ἄλλο μὲν οὐδέν, ὡς ἐγὼ συμβαλλόμενος εὑρίσκω, κατὰ δὲ τὸ ἔχθος τὸ Θεσσαλῶν εἰ δὲ Θεσσαλοὶ τὰ Ἑλλήνων ηὖξον, ὡς ἐμοὶ δοκεῖ, ἐμήδιζον
<milestone unit="tlnum" n="10"/>
ἂν οἱ Φωκεῖς.</q> καίτοι μετὰ μικρὸν αὐτὸς ἐρεῖ τρισκαίδεκα πόλεις τῶν Φωκέων ὑπὸ τοῦ βαρβάρου κατακεκαῦσθαι, διεφθάρθαι τὴν χώραν, ἐμπεπρῆσθαι
<milestone unit="stephpage" xml:id="stephpage-868c" n="868c"/> τὸ ἐν Ἄβαις ἱερόν, ἄνδρας ἀπολωλέναι καὶ γυναῖκας, ὅσοι μὴ διαφυγόντες ἔφθησαν εἰς
<milestone unit="tlnum" n="15"/> τὸν Παρνασόν. ἀλλʼ ὅμως τοὺς τὰ ἔσχατα παθεῖν ἐπὶ τῷ μὴ προέσθαι τὸ καλὸν ὑπομείναντας εἰς τὴν αὐτὴν ἔθετο κακίαν τοῖς προθυμότατα μηδίσασι καὶ τὰ ἔργα τῶν ἀνδρῶν ψέξαι μὴ δυνηθεὶς αἰτίας ἐκάθητο φαύλας καὶ ὑπονοίας ἐπὶ τοῦ γραφείου
<milestone unit="tlnum" n="20"/> συντιθεὶς κατʼ αὐτῶν καὶ κελεύων οὐκ ἀφʼ ὧν
ἔπραξαν,, ἀλλʼ ἀφʼ ὧν ἔπραξαν ἄν, εἰ μὴ ταῦτα Θεσσαλοῖς ἔδοξε, κρίνεσθαι τὴν διάνοιαν αὐτῶν, ὥσπερ χώρας ἀντειλημμένης ὑφʼ ἑτέρων τῆς
προδοσίας
<milestone unit="stephpage" xml:id="stephpage-868d" n="868d"/> ἀπολειφθέντας. εἰ τοίνυν Θεσσαλούς τις
<milestone unit="tlnum" n="25"/>
ἐπιχειρεῖ τοῦ μηδισμοῦ παραιτεῖσθαι, λέγων ὡς οὐ
<pb xml:id="v.5.p.247"/> ταῦτʼ ἐβούλοντο, τῇ δὲ πρὸς Φωκέας διαφορᾷ τοῖς
Ἕλλησι προστιθεμένους ὁρῶντες αὐτοὶ παρὰ γνώμην ἐμήδισαν, ἆρʼ οὐκ ἂν αἴσχιστα κολακεύειν ἔδοξε καὶ πρὸς ἑτέρων χάριν αἰτίας χρηστὰς ἐπὶ πράγμασι
<milestone unit="tlnum" n="5"/> φαύλοις πορίζων διαστρέφειν τὴν ἀλήθειαν; ἐγὼ μὲν οἶμαι. πῶς οὖν οὐ περιφανέστατα δόξει συκοφαντεῖν
ὁ μὴ διʼ ἀρετὴν τὰ βέλτιστα Φωκεῖς ἑλμένους ἀποφαινόμενος, ἀλλʼ ὅτι τἀναντία Θεσσαλοὺς ἔγνωσαν φρονοῦντας; οὐδὲ γὰρ εἰς ἑτέρους, ὥσπερ
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-868e" n="868e"/>
εἴωθεν, ἀνάγει τὴν διαβολὴν ἀκηκοέναι λέγων ἀλλʼ αὐτὸς εὑρίσκειν συμβαλλόμενος. εἰπεῖν οὖν ἔδει τὰ τεκμήρια, διʼ ὧν ἐπείσθη τοὺς ὅμοια πράττοντας τοῖς ἀρίστοις ταὐτὰ τοῖς φαυλοτάτοις διανοηθῆναι·
τὸ γὰρ τῆς ἔχθρας γελοῖόν ἐστιν· οὔτε γὰρ Αἰγινήτας
<milestone unit="tlnum" n="15"/>
ἐκώλυσεν ἡ πρὸς Ἀθηναίους διαφορὰ καὶ Χαλκιδεῖς ἡ πρὸς Ἐρετριέας καὶ Κορινθίους ἡ πρὸς Μεγαρέας τῇ Ἑλλάδι συμμαχεῖν οὐδʼ
αὖ πάλιν Θεσσαλοὺς μηδίζοντες οἱ πολεμιώτατοι Μακεδόνες τῆς πρὸς τὸν βάρβαρον φιλίας ἀπέστρεψαν τὰς γὰρ
<milestone unit="tlnum" n="20"/> ἰδίας ἀπεχθείας ὁ κοινὸς ἀπέκρυψε κίνδυνος, ὥστε τῶν ἄλλων παθῶν ἐκπεσόντας ἢ τῷ καλῷ διʼ ἀρετὴν
<milestone unit="stephpage" xml:id="stephpage-868f" n="868f"/>
ἢ τῷ συμφέροντι διʼ ἀνάγκην προστίθεσθαι τὴν
γνώμην. οὐ μὴν ἀλλὰ καὶ μετὰ τὴν ἀνάγκην ἐκείνην, κατελήφθησαν ὑπὸ Μήδοις γενέσθαι, πάλιν
<milestone unit="tlnum" n="25"/>
μετεβάλοντο πρὸς τοὺς Ἕλληνας οἱ ἄνδρες, καὶ
Λακράτης μὲν αὐτοῖς ὁ Σπαρτιάτης ἄντικρυς ἐμαρτύρησεν·
αὐτὸς δʼ ὁ Ἡρόδοτος ὥσπερ ἐκβιασθεὶς
<pb xml:id="v.5.p.248"/>
ἐν τοῖς Πλαταιικοῖς ὁμολογεῖ καὶ Φωκέας παραγενέσθαι
τοῖς Ἕλλησιν.
</p></div><div type="textpart" subtype="section" n="36"><p rend="indent">οὐ δεῖ δὲ θαυμάζειν, εἰ τοῖς ἀτυχήσασιν ἔγκειται πικρῶς, ὅπου καὶ τοὺς παραγενομένους καὶ
<milestone unit="tlnum" n="5"/>
<milestone unit="stephpage" xml:id="stephpage-869a" n="869a"/> συγκινδυνεύσαντας εἰς τὴν τῶν πολεμίων μερίδα καὶ προδοτῶν μετατίθησι. <q>Νάξιοι γὰρ τρεῖς ἔπεμψαν τριήρεις συμμάχους τοῖς βαρβάροις, εἷς δὲ τῶν τριηράρχων Δημόκριτος ἔπεισε τοὺς ἄλλους ἑλέσθαι
τὰ τῶν Ἑλλήνων</q> οὕτως; οὐδʼ ἐπαινεῖν ἄνευ τοῦ
<milestone unit="tlnum" n="10"/>
ψέγειν οἶδεν, ἀλλʼ ἵνʼ εἷς ἀνὴρ ἐγκωμιασθῇ, πόλιν ὅλην δεῖ κακῶς ἀκοῦσαι καὶ δῆμον. ἀντιμαρτυρεῖ
δʼ αὐτῷ τῶν μὲν πρεσβυτέρων Ἑλλάνικος τῶν δὲ νεωτέρων Ἔφορος, ὁ μὲν ἓξ ὁ δὲ πέντε ναυσὶ τοὺς Ναξίους ἐλθεῖν τοῖς Ἕλλησι βοηθοῦντας ἱστορήσας.
<milestone unit="tlnum" n="15"/> αὐτὸς δὲ καὶ παντάπασιν ἑαυτὸν ὁ Ἡρόδοτος ἐξελέγχει ταῦτα πλαττόμενον. οἱ μὲν γὰρ Ναξίων ὡρογράφοι
<milestone unit="stephpage" xml:id="stephpage-869b" n="869b"/> λέγουσι καὶ πρότερον Μεγαβάτην ἀπώσασθαι ναυσὶ
διακοσίαις ἐπιπλεύσαντα τῇ νήσῳ, καὶ Δᾶτιν αὖθις τὸν στρατηγὸν ἐξελάσαι καταπλεύσαντα πλοίοις ἑκατόν,
<milestone unit="tlnum" n="20"/>
εἰ δέ, ὡς Ἡρόδοτος εἴρηκεν ἀλλαχόθι, τὴν μὲν πόλιν αὐτῶν ἐμπρήσαντες διέφθειραν, οἱ δʼ 
ἄνθρωποι καταφυγόντες εἰς τὰ ὄρη διεσώθησαν, ἦπου καλὴν αἰτίαν εἶχον τοῖς ἀπολέσασι τὴν πατρίδα πέμπειν βοήθειαν, ἀλλὰ μὴ τοῖς ἀμυνομένοις ὑπὲρ
<milestone unit="tlnum" n="25"/> τῆς κοινῆς ἐλευθερίας ἀμύνειν. ὅτι δʼ οὐκ
<pb xml:id="v.5.p.249"/> ἐπαινέσαι βουληθεὶς Δημόκριτον, ἀλλʼ ἐπʼ αἰσχύνῃ Ναξίων
<milestone unit="stephpage" xml:id="stephpage-869c" n="869c"/>
συνέθηκε τὸ ψεῦδος, δῆλός ἐστι τῷ παραλιπεῖν ὅλως καὶ παρασιωπῆσαι τὸ Δημοκρίτου κατόρθωμα καὶ τὴν ἀριστείαν, ἣν ἐπιγράμματι, Σιμωνίδης ἐδήλωσε
<milestone unit="tlnum" n="5"/>
<quote rend="blockquote"><l>Δημόκριτος τρίτος ἦρξε μάχης, ὅτε πὰρ Σαλαμῖνα
</l><l>Ἕλληνες Μήδοις σύμβαλον ἐν πελάγει 
</l><l>πέντε δὲ νῆας ἕλεν δηίων, ἕκτην δʼ ὑπὸ χεῖρα 
</l><l>ῥύσατο βαρβαρικὴν Δωρίδʼ ἁλισκομένην.</l></quote>
</p></div><div type="textpart" subtype="section" n="37"><p rend="indent">ἀλλὰ τί ἄν τις ἀγανακτοίη περὶ Ναξίων;
<milestone unit="tlnum" n="10"/>
εἰ γάρ εἰσιν ἀντίποδες ἡμῶν, ὥσπερ ἔνιοι λέγουσι, τῆς γῆς τὰ κάτω περιοικοῦντες, οἶμαι μηδʼ ἐκείνους
ἀνηκόους εἶναι Θεμιστοκλέους καὶ τοῦ Θεμιστοκλέους βουλεύματος, ὃ βουλεύσας τῇ Ἑλλάδι ναυμαχῆσαι
<milestone unit="stephpage" xml:id="stephpage-869d" n="869d"/> πρὸ τῆς Σαλαμῖνος ἱδρύσατο ναὸν Ἀριστοβούλης
<milestone unit="tlnum" n="15"/>Ἀρτέμιδος ἐν Μελίτῃ, τοῦ βαρβάρου καταπολεμηθέντος. τοῦτο μὲν τοῦ Θεμιστοκλέους ὁ χαρίεις συγγραφεὺς ὅσον ἐφʼ ἑαυτῷ παραιρούμενος καὶ τὴν δόξαν εἰς ἕτερον μεταφέρων ταυτὶ γράφει κατὰ λέξιν <q>ἐνταῦθα δὴ Θεμιστοκλέα ἀφικόμενον
<milestone unit="tlnum" n="20"/> ἐπὶ τὴν νέα εἴρετο Μνησίφιλος ἀνὴρ Ἀθηναῖος, ὃ
τι σφι εἴη βεβουλευμένον πυθόμενος δὲ πρὸς αὐτοῦ, ὡς εἴη δεδογμένον ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμὸν καὶ πρὸ τῆς Πελοποννήσου ναυμαχέειν,
<pb xml:id="v.5.p.250"/> εἶπε <q>οὐκ ἄρα, ἢν ἀπαίρωσι τὰς νέας ἀπὸ Σαλαμῖνος, οὐδὲ περὶ μιῆς ἔτι πατρίδος ναυμαχήσεις· κατὰ γὰρ πόλεις ἕκαστοι τρέψονται.</q> </q> καὶ μετʼ ὀλίγον
<milestone unit="stephpage" xml:id="stephpage-869e" n="869e"/> <q>ἀλλὰ εἴ τις ἔστι μηχανή, ἴθι τε καὶ πειρῶ
<milestone unit="tlnum" n="5"/> διαχέαι τὰ βεβουλευμένα, ἤν κως δύνῃ ἀναγνῶσαι Εὐρυβιάδεα μεταβουλεύσασθαι ὥστε αὐτοῦ μενεῖν</q> εὖθʼ ὑπειπὼν ὅτι <q>κάρτα τῷ Θεμιστοκλεῖ ἤρεσε ἡ
ὑποθήκη, καὶ οὐδὲν πρὸς ταῦτα ἀμειψάμενος ἀφίκετο πρὸς τὸν Εὐρυβιάδην</q> πάλιν αὐταῖς λέξεσι
<milestone unit="tlnum" n="10"/> γέγραφεν <q>ἐνταῦθα δὲ Θεμιστοκλῆς παριζόμενὸς οἱ
καταλέγει κεῖνά τε πάντα ἃ ἤκουσε Μνησιφίλου
<milestone unit="stephpage" xml:id="stephpage-869f" n="869f"/> ἑωυτοῦ ποιεύμενος, καὶ ἄλλα προστιθείς.</q> ὁρᾷς ὅτι κακοηθείας προστρίβεται τἀνδρὶ δόξαν, ἴδιον αὐτοῦ βούλευμα ποιεῖσθαι τὸ τοῦ Μνησιφίλου λέγων;
</p></div><div type="textpart" subtype="section" n="38"><p rend="indent"><milestone unit="tlnum" n="15"/>ἔτι δὲ μᾶλλον τῶν Ἑλλήνων καταγελῶν Θεμιστοκλέα μὲν οὔτε φησὶ φρονῆσαι τὸ συμφέρον ἀλλὰ παριδεῖν, ὃς Ὀδυσσεὺς ἐπωνομάσθη διὰ τὴν
φρόνησιν Ἀρτεμισίαν δὲ τὴν Ἡροδότου πολῖτιν,
μηδενὸς διδάξαντος, αὐτὴν ἀφʼ ἑαυτῆς ἐπινοήσασαν
<milestone unit="tlnum" n="20"/>Ξέρξῃ προειπεῖν, ὡς <q>οὐχ οἷοί τε πολλὸν χρόνον
ἔσονταί τοι ἀντέχειν οἱ Ἕλληνες, ἀλλά σφεας διασκεδᾷς,
<milestone unit="stephpage" xml:id="stephpage-870a" n="870a"/> κατὰ πόλεις δὲ ἕκαστοι φεύξονται καὶ οὐκ εἰκὸς αὐτούς, ἢν σὺ ἐπὶ τὴν Πελοπόννησον ἐλαύνῃς τὸν πεζὸν στρατόν, ἀτρεμήσειν,  οὐδέ σφι μελήσειν
<pb xml:id="v.5.p.251"/> πρὸ τῶν Ἀθηνέων ναυμαχέειν ἢν δὲ αὐτίκα ἐπειχθῇς ναυμαχῆσαι, δειμαίνω μὴ ὁ ναυτικὸς στρατὸς κακωθεὶς καὶ τὸν πεζὸν προσδηλήσηται</q> ταῦτα μὲν
οὖν μέτρων ἐνδεῖ τῷ Ἡροδότῳ, Σίβυλλαν ἀποφῆναι
<milestone unit="tlnum" n="5"/> τὴν Ἀρτεμισίαν τὰ μέλλοντα προθεσπίζουσαν
οὕτως ἀκριβῶς. διὸ καὶ Ξέρξης αὐτῇ παρέδωκε τοὺς ἑαυτοῦ παῖδας ἀπάγειν εἰς Ἔφεσον· ἐπελέληστο γὰρ ἐκ Σούσων, ὡς ἔοικεν, ἄγειν γυναῖκας, εἰ γυναικείας ἐδέοντο παραπομπῆς οἱ παῖδες.
</p></div><div type="textpart" subtype="section" n="39"><p rend="indent"><milestone unit="tlnum" n="10"/>ἀλλʼ ὃ μὲν ἔψευσται, λόγος ἡμῖν οὐδείς
<milestone unit="stephpage" xml:id="stephpage-870b" n="870b"/>
ἃ δὲ τ<gap reason="lost" rend="**"/> ψεῦσται μόνον ἐξετάζομεν. φησὶ τοίνυν
Ἀθηναίους· λέγειν, ὡς Ἀδείμαντος ὁ Κορινθίων στρατηγός, ἐν χερσὶ τῶν πολεμίων γενομένων, ὑπερεκπλαγεὶς καὶ καταδείσας ἔφευγεν · οὐ πρύμναν
<milestone unit="tlnum" n="15"/>
κρουσάμενος οὐδὲ διαδὺς ἀτρέμα διὰ τῶν μαχομένων, ἀλλὰ λαμπρῶς ἐπαιρόμενος τὰ ἱστία καὶ τὰς ναῦς ἁπάσας ἀποστρέψας· εἶτα μέντοι κέλης ἐλαυνόμενος
αὐτῷ συνέτυχε περὶ τὰ λήγοντα τῆς Σαλαμινίας,
ἐκ δὲ τοῦ κέλητος ἐφθέγξατό τις <q>σὺ μέν,
<milestone unit="tlnum" n="20"/>
ὦ Ἀδείμαντε, φεύγεις καταπροδοὺς τοὺς Ἕλληνας ·
οἱ δὲ καὶ δὴ νικῶσι, καθάπερ ἠρῶντο ἐπικρατῆσαι
<milestone unit="stephpage" xml:id="stephpage-870c" n="870c"/> τῶν ἐχθρῶν</q> ὁ δὲ κέλης οὗτος ἦν, ὡς ἔοικεν,
οὐρανοπετής· τί γὰρ ἔδει τίθεσθαι μηχανῆς
<pb xml:id="v.5.p.252"/> τραγικῆς, ἐν πᾶσι
τοῖς ἄλλοις ὑπερπαίοντα τοὺς τραγῳδοὺς ἀλαζονείᾳ; πιστεύσας οὖν ὁ Ἀδείμαντος <q>ἐπανῆλθεν εἰς τὸ στρατόπεδον ἐπʼ ἐξειργασμένοις αὕτη φάτις ἔχει ὑπὸ Ἀθηναίων οὐ μέντοι Κορίνθιοι
<milestone unit="tlnum" n="5"/>
ὁμολογέουσι, ἀλλὰ ἐν πρώτοισι σφέας αὐτοὺς τῆς
ναυμαχίης νομίζουσι γενέσθαι μαρτυρεῖ δέ σφι καὶ
ἡ ἄλλη Ἑλλάς.</q> Τοιοῦτός ἐστιν ἐν πολλοῖς ὁ ἄνθρωπος
ἑτέρας καθʼ ἑτέρων διαβολὰς καὶ κατηγορίας κατατίθησιν, ὥστε μὴ διαμαρτεῖν τοῦ φανῆναὶ
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-870d" n="870d"/> τινα πάντως πονηρόν ὥσπερ ἐνταῦθα περίεστιν αὐτῷ, ἀπιστουμένους μὲν τῆς διαβολῆς, Κορινθίους ἀδοξεῖν, ἀπιστουμένης δέ, Ἀθηναίους, ἢν οἶμαι μηδὲ Κορινθίων Ἀθηναίους, ἀλλὰ τοῦτον ἀμφοτέρων ὁμοῦ καταψεύδεσθαι. Θουκυδίδης γοῦν ἀντιλέγοντα
<milestone unit="tlnum" n="15"/> ποιῶν τῷ Κορινθίῳ τὸν Ἀθηναῖον ἐν Λακεδαίμονι καὶ πολλὰ περὶ τῶν Μηδικῶν λαμπρυνόμενον ἔργων καὶ περὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας οὐδεμίαν αἰτίαν προδοσίας ἢ λιποταξίας ἐπενήνοχε Κορινθίοις· οὐδὲ γὰρ εἰκὸς ἦν Ἀθηναίους ταῦτα βλασφημεῖν περὶ
<milestone unit="tlnum" n="20"/> τῆς Κορινθίων πόλεως, ἣν τρίτην μὲν ἑώρων μετὰ Λακεδαιμονίους καὶ μετʼ αὐτοὺς ἐγχαραττομένην
<milestone unit="stephpage" xml:id="stephpage-870e" n="870e"/> τοῖς ἀπὸ τῶν βαρβάρων ἀναθήμασιν· ἐν δὲ Σαλαμῖνι παρὰ τὴν πόλιν ἔδωκαν αὐτοῖς θάψαι τε τοὺς
<pb xml:id="v.5.p.253"/>
ἀποθανόντας, ὡς ἄνδρας ἀγαθοὺς γενομένους, καὶ ἐπιγράψαι τόδε τὸ ἐλεγεῖον
<quote rend="blockquote"><l>ὦ ξένε, εὔυδρὸν ποτʼ ἐναίομεν ἄστυ Κορίνθου, 
</l><l>νῦν δʼ ἅμʼ Αἴαντος νᾶσος ἔχει Σαλαμίς.
<milestone unit="tlnum" n="5"/>
</l><l>ἐνθάδε Φοινίσσας νῆας καὶ Πέρσας ἑλόντες
</l><l>καὶ Μήδους, ἱερὰν Ἑλλάδα ῥυσάμεθα.</l></quote>
τὸ δʼ ἐν Ἰσθμῷ κενοτάφιον ἐπιγραφὴν ἔχει ταύτην
<quote rend="blockquote"><l>ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν
<milestone unit="stephpage" xml:id="stephpage-870f" n="870f"/>
</l><l>ταῖς αὐτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι.</l></quote>
<milestone unit="tlnum" n="10"/>Διοδώρου δέ τινος τῶν Κορινθίων τριηράρχων ἐν
ἱερῷ Λητοῦς ἀναθήμασι κειμένοις καὶ τοῦτʼ ἐπιγέγραπται
<quote rend="blockquote"><l> ταῦτʼ ἀπὸ δυσμενέων Μήδων ναῦται Διοδώρου 
</l><l>ὅπλʼ ἀνέθεν Λατοῖ, μνάματα ναυμαχίας.</l></quote>
<milestone unit="tlnum" n="15"/>
αὐτός γε μὴν ὁ Ἀδείμαντος, πλεῖστα λοιδορούμενος
Ἡρόδοτος διατελεῖ καὶ λέγων <q>μοῦνον ἀσπαίρειν τῶν στρατηγῶν, ὡς φευξόμενον ἀπʼ Ἀρτεμισίου καὶ· μὴ περιμενοῦντα</q> σκόπει τίνα δόξαν εἶχεν
<quote rend="blockquote"><l>οὗτος Ἀδειμάντου κείνου τάφος, ὃν δία πᾶσα
<milestone unit="tlnum" n="20"/>
</l><l>Ἑλλὰς ἐλευθερίας ἀμφέθετο στέφανον.</l></quote>
<pb xml:id="v.5.p.254"/>
<milestone unit="stephpage" xml:id="stephpage-871a" n="871a"/>οὔτε γὰρ τελευτήσαντι τοιαύτην εἰκὸς ἦν ἀνδρὶ δειλῷ καὶ προδότῃ γενέσθαι τιμήν, οὔτʼ ἂν ἐτόλμησε τῶν θυγατέρων ὄνομα θέσθαι τῇ μὲν Ναυσινίκην
τῇ δʼ Ἀκροθίνιον τῇ δʼ Ἀλεξιβίαν, Ἀριστέα δὲ
<milestone unit="tlnum" n="5"/> καλέσαι τὸν υἱόν, εἰ μή τις ἦν ἐπιφάνεια καὶ λαμπρότης περὶ αὐτὸν ἀπὸ τῶν ἔργων ἐκείνων. καὶ μὴν ὅτι μόναι τῶν Ἑλληνίδων αἱ Κορίνθιαι γυναῖκες εὔξαντο τὴν καλὴν ἐκείνην καὶ δαιμόνιον εὐχήν, ἔρωτα τοῖς ἀνδράσι τῆς πρὸς τοὺς βαρβάρους μάχης
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-871b" n="871b"/> ἐμβαλεῖν τὴν θεόν, οὐχ ὅπως τοὺς περὶ τὸν Ἡρόδοτον ἀγνοῆσαι πιθανὸν ἦν, ἀλλʼ οὐδὲ τὸν ἔσχατον Καρῶν· διεβοήθη γὰρ τὸ πρᾶγμα καὶ Σιμωνίδης
ἐποίησεν ἐπίγραμμα, χαλκῶν εἰκόνων ἀνασταθεισῶν
ἐν τῷ ναῷ τῆς Ἀφροδίτης, ὃν ἱδρύσασθαι Μήδειαν
<milestone unit="tlnum" n="15"/> λέγουσιν, οἱ μὲν αὐτὴν παυσαμένην τἀνδρός, οἱ
δʼ ἐπὶ τῷ τὸν Ἰάσονα τῆς Θέτιδος ἐρῶντα παῦσαι τὴν θεόν. τὸ δʼ ἐπίγραμμα τοῦτʼ ἐστὶν
<quote rend="blockquote"><l>αἵδʼ ὑπὲρ Ἑλλάνων τε καὶ ἰθυμάχων πολιητᾶν
</l><l>ἔσταθεν εὐξάμεναι Κύπριδι δαιμόνια.
<milestone unit="tlnum" n="20"/>
</l><l>οὐ γὰρ τοξοφόροισιν ἐμήδετο δῖʼ Ἀφροδίτα 
</l><l>Μήδοις Ἑλλάνων ἀκρόπολιν προδόμεν.</l></quote>
<pb xml:id="v.5.p.255"/>
<milestone unit="stephpage" xml:id="stephpage-871c" n="871c"/> ταῦτʼ ἔδει γράφειν καὶ τούτων μεμνῆσθαι μᾶλλον,
ἢ τὴν Ἀμεινοκλέους ἐμβαλεῖν <gap reason="lost" rend="**"/> παιδοφονίαν.
</p></div><div type="textpart" subtype="section" n="40"><p rend="indent">τῶν τοίνυν αἰτιῶν τῶν κατὰ Θεμιστοκλέους ἀνέδην ἐμφορηθείς, ἐν οἷς κλέπτοντα καὶ πλεονεκτοῦντα
<milestone unit="tlnum" n="5"/> λάθρα τῶν ἄλλων στρατηγῶν οὔ φησι παύσασθαι περὶ τὰς νήσους · τέλος αὐτῶν Ἀθηναίων τὸν στέφανον ἀφελόμενος Αἰγινήταις ἐπιτίθησι, γράφων ταῦτα <q>πέμψαντες ἀκροθίνια, οἱ Ἕλληνες εἰς Δελφοὺς ἐπηρώτων τὸν θεὸν κοινῇ, εἰ λελάβηκε
<milestone unit="tlnum" n="10"/> πλήρεα καὶ ἀρεστὰ τὰ ἀκροθίνια· ὁ δὲ παρʼ Ἑλλήνων μὲν τῶν ἄλλων ἔφησε ἔχειν, παρʼ Αἰγινητέων
<milestone unit="stephpage" xml:id="stephpage-871d" n="871d"/>
δὲ οὒ · ἀλλʼ ἀπαίτεε αὐτοὺς τὰ ἀριστεῖα τῆς ἐν Σαλαμῖνι ναυμαχίας.</q> οὐκέτι Σκύθαις οὐδὲ Πέρσαις
οὐδʼ Αἰγυπτίοις τοὺς ἑαυτοῦ λόγους ἀνατίθησι
<milestone unit="tlnum" n="15"/> πλάττων, ὥσπερ Αἴσωπος κόραξι καὶ πιθήκοις, ἀλλὰ
τῷ τοῦ Πυθίου προσώπῳ χρώμενος, ἀπωθεῖ τῶν
ἐν Σαλαμῖνι πρωτείων τὰς Ἀθήνας. Θεμιστοκλεῖ δὲ
τῶν δευτερείων ἐν Ἰσθμῷ γενομένων διὰ τὸ τῶν στρατηγῶν ἕκαστον αὑτῷ  μὲν τὸ πρωτεῖον ἐκείνῳ
<milestone unit="tlnum" n="20"/>
δὲ τὸ δευτερεῖον ἀποδοῦναι, καὶ τέλος τῆς κρίσεως
μὴ λαβούσης, δέον αἰτιάσασθαι τὴν φιλοτιμίαν τῶν
<milestone unit="stephpage" xml:id="stephpage-871e" n="871e"/> στρατηγῶν, πάντας ἀποπλεῦσαί φησι τοὺς Ἕλληνας
ὑπὸ φθόνου μὴ βουληθέντας ἀναγορεῦσαι τὸν ἄνδρα πρῶτον.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>