<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:20-22</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:20-22</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="20"><p rend="indent"><q>Πακτύην δʼ ἀποστάντα Κύρου φησὶ
Κυμαίους καὶ Μυτιληναίους ἐκδιδόναι παρασκευάζεσθαι τὸν ἄνθρωπον ἐπὶ μισθῷ ὅσῳ δή, οὐ
<milestone unit="tlnum" n="20"/> γὰρ ἔχω γε εἰπεῖν ἀτρεκέως· ʽ</q> εὖ τὸ μὴ
<pb xml:id="v.5.p.221"/> διαβεβαιοῦσθαι πόσος ἦν ὁ μισθός, τηλικοῦτο δʼ Ἑλληνίδι πόλει προσβαλεῖν ὄνειδος, ὡς δὴ σαφῶς εἰδότα Χίους μέντοι τὸν Πακτύην κομισθέντα πρὸς αὐτοὺς
<milestone unit="stephpage" xml:id="stephpage-859b" n="859b"/>
ἐξ ἱροῦ Ἀθηναίης πολιούχου ἐκδοῦναι, καὶ ταῦτα
<milestone unit="tlnum" n="5"/> ποιῆσαι τοὺς Χίους τὸν Ἀταρνέα μισθὸν λαβόντας καίτοι Χάρων ὁ Λαμψακηνός ἀνὴρ πρεσβύτερος, ἐν τοῖς περὶ Πακτύην λόγοις γενόμενος, τοιοῦτον οὐδὲν
οὔτε Μυτιληναίοις οὔτε Χίοις ἄγος προστέτριπται ταυτὶ δὲ κατὰ λέξιν γέγραφε <q>Πακτύης δʼ ὡς ἐπύθετο
<milestone unit="tlnum" n="10"/> προσελαύνοντα τὸν στρατὸν τὸν Περσικὸν ᾤχετο φεύγων ἄρτι μὲν εἰς Μυτιλήνην, ἔπειτα δʼ εἰς Χίον· καὶ αὐτοῦ ἐκράτησε Κῦρος</q>. </p></div><div type="textpart" subtype="section" n="21"><p rend="indent">ἐν δὲ τῇ τρίτῃ τῶν βίβλων διηγούμενος τὴν Λακεδαιμονίων ἐπὶ Πολυκράτη τὸν τύραννον
<milestone unit="tlnum" n="15"/>
<milestone unit="stephpage" xml:id="stephpage-859c" n="859c"/> στρατείαν  αὐτοὺς μὲν οἴεσθαί φησι καὶ λέγειν Σαμίους, ὡς χάριν ἐκτίνοντες αὐτοῖς τῆς ἐπὶ Μεσσηνίους
βοηθείας στρατεύσειαν, τούς τε φεύγοντας κατάγοντες τῶν πολιτῶν καὶ τῷ τυράννῳ πολεμοῦντες· ἀρνεῖσθαι δὲ τὴν αἰτίαν ταύτην Λακεδαιμονίους
<milestone unit="tlnum" n="20"/> καὶ λέγειν, ὡς οὐ βοηθοῦντες οὐδʼ ἐλευθεροῦντες, ἀλλὰ τιμωρούμενοι Σαμίους στρατεύσαιντο,
κρατῆρά τινα πεμπόμενον Κροίσῳ παρʼ αὐτῶν καὶ θώρακα πάλιν παρʼ Ἀμάσιδος κομιζόμενον αὐτοῖς
ἀφελομένους. καίτοι πόλιν ἐν τοῖς τότε χρόνοις
<milestone unit="tlnum" n="25"/> οὔτε φιλότιμον οὕτως οὔτε μισοτύραννον ἴσμεν ὡς
<pb xml:id="v.5.p.222"/> τὴν Λακεδαιμονίων γενομένην· ποίου γὰρ ἕνεκα
θώρακος ἢ τίνος κρατῆρος ἑτέρου Κυψελίδας μὲν
<milestone unit="stephpage" xml:id="stephpage-859d" n="859d"/> ἐξέβαλον ἐκ Κορίνθου καὶ Ἀμπρακίας ἐκ δὲ Νάξου Λύγδαμιν ἐξ Ἀθηνῶν δὲ τοὺς Πεισιστράτου παῖδας
<milestone unit="tlnum" n="5"/>
ἐκ δὲ Σικυῶνος Αἰσχίνην ἐκ Θάσου δὲ Σύμμαχον
ἐκ δὲ Φωκέων Αὖλιν ἐκ Μιλήτου δʼ Ἀριστογένη, τὴν δʼ ἐν Θετταλοῖς δυναστείαν ἔπαυσαν, Ἀριστομήδη καὶ Ἄγγελον καταλύσαντες διὰ Λεωτυχίδου τοῦ βασιλέως; περὶ ὧν ἐν ἄλλοις ἀκριβέστερον
<milestone unit="tlnum" n="10"/>
γέγραπται· κατὰ δʼ Ἡρόδοτον οὔτε κακίας οὔτʼ ἀβελτερίας ὑπερβολὴν λελοίπασιν, εἰ τὴν καλλίστην καὶ δικαιοτάτην τῆς στρατείας ἀρνούμενοι πρόφασιν ὡμολόγουν διὰ μνησικακίαν καὶ μικρολογίαν ἐπιτίθεσθαι δυστυχοῦσιν ἀνθρώποις καὶ κακῶς πράττουσιν.
<milestone unit="tlnum" n="15"/>
</p></div><div type="textpart" subtype="section" n="22"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-859e" n="859e"/>οὐ μὴν ἀλλὰ Λακεδαιμονίους μὲν ἁμωσγέπως
ὑποπεσόντας αὐτοῦ τῷ γραφείῳ προσέχρωσε τὴν δὲ Κορινθίων πόλιν, ἐκτὸς δρόμου κατὰ τοῦτον οὖσαν τὸν τόπον, ὅμως προσπεριλαβὼν ὁδοῦ,
<milestone unit="tlnum" n="20"/> φασί, πάρεργον ἀνέπλησεν αἰτίας δεινῆς καὶ μοχθηροτάτης διαβολῆς. <q>συνεπελάβοντο γάρ</q> φησὶ τοῦ <q>στρατεύματος τοῦ ἐπὶ Σάμον ὥστε γενέσθαι καὶ
<milestone unit="stephpage" xml:id="stephpage-859f" n="859f"/>Κορίνθιοι προθύμως, ὑβρίσματος εἰς αὐτοὺς ὑπὸ Σαμίων πρότερον ὑπάρξαντος. ἦν δὲ τοιοῦτο · Κερκυραίων
<milestone unit="tlnum" n="25"/>
παῖδας τριακοσίους τῶν πρώτων Περίανδρος
<pb xml:id="v.5.p.223"/>
ὁ Κορίνθου τύραννος; ἐπʼ ἐκτομῇ παρʼ Ἀλυάττην ἔπεμπε · τούτους ἀποβάντας εἰς τὴν νῆσον οἱ Σάμιοι
διδάξαντες ἐν ἱερῷ Ἀρτέμιδος ἱκέτας καθίζεσθαι
καὶ τρωκτὰ προτιθέντες αὐτοῖς ὁσημέραι σησάμου
<milestone unit="tlnum" n="5"/>
καὶ μέλιτος περιεποίησαν</q> τοῦθʼ ὕβρισμα Σαμίων εἰς Κορινθίους ὁ συγγραφεὺς προσαγορεύει καὶ διὰ
τοῦτό φησι συμπαροξῦναι Λακεδαιμονίους κατʼ αὐτῶν
ἔτεσιν οὐκ ὀλίγοις ὕστερον, ἔγκλημα ποιησαμένους, ὅτι τριακοσίους παῖδας Ἑλλήνων ἐφύλαξαν
<milestone unit="tlnum" n="10"/>
ἄνδρας. ὁ δὲ τοῦτο Κορινθίοις προστριβόμενος
τοὔνειδος ἀποφαίνει τοῦ τυράννου μοχθηροτέραν τὴν πόλιν· ἐκεῖνος μὲν γὰρ τὸν υἱὸν αὐτοῦ Κερκυραίους
ἀνελόντας ἠμύνατο, Κορίνθιοι δὲ τί παθόντες
<milestone unit="stephpage" xml:id="stephpage-860a" n="860a"/> ἐτιμωροῦντο Σαμίους ἐμποδὼν στάντας ὠμότητι
<milestone unit="tlnum" n="15"/> καὶ παρανομίᾳ τοσαύτῃ, καὶ ταῦτα μετὰ τρεῖς γενεὰς ὀργὴν καὶ μνησικακίαν ἀναφέροντες ὑπὲρ τυραννίδος,
ἧς καταλυθείσης πᾶν τε μνῆμα καὶ πᾶν ἴχνος
ἐξαλείφοντες καὶ ἀφανίζοντες οὐκ ἐπαύοντο, χαλεπῆς καὶ βαρείας αὐτοῖς γενομένης; ἀλλὰ δὴ τὸ μὲν
<milestone unit="tlnum" n="20"/> ὕβρισμα τοιοῦτον ἦν τὸ Σαμίων εἰς Κορινθίους·
τὸ δὲ τιμώρημα ποῖόν τι τὸ Κορινθίων εἰς Σαμίους;
εἰ γὰρ ὄντως ὠργίζοντο Σαμίοις, οὐ παροξύνειν, ἀποτρέπειν δὲ μᾶλλον αὐτοῖς ἦν προσῆκον Λακεδαιμονίους ἐπὶ Πολυκράτη στρατευομένους, ὅπως
<milestone unit="tlnum" n="25"/>
<milestone unit="stephpage" xml:id="stephpage-860b" n="860b"/>
μὴ τοῦ τυράννου καταλυθέντος ἐλεύθεροι Σάμιοι γένοιντο καὶ παύσαιντο δουλεύοντες. ὃ δὲ μέγιστὸν
ἐστι, τί δήποτε Κορίνθιοι Σαμίοις μὲν ὠργίζοντο
<pb xml:id="v.5.p.224"/> βουληθεῖσι σῷσαι καὶ μὴ δυνηθεῖσι τοὺς Κερκυραίων
παῖδας, Κνιδίοις δὲ τοῖς σῴσασι  καὶ ἀποδοῦσιν οὐκ ἐνεκάλουν; καίτοι Κερκυραῖοι Σαμίων μὲν ἐπὶ τούτῳ
λόγον οὐ πολὺν ἔχουσι, Κνιδίων δὲ μέμνηνται καὶ
<milestone unit="tlnum" n="5"/>Κνιδίοις εἰσὶ τιμαὶ καὶ ἀτέλειαι καὶ ψηφίσματα παρʼ αὐτοῖς· οὗτοι γὰρ ἐπιπλεύσαντες ἐξήλασαν ἐκ τοῦ ἱεροῦ τοὺς Περιάνδρου φύλακας, αὐτοὶ δʼ ἀναλαβόντες
<milestone unit="stephpage" xml:id="stephpage-860c" n="860c"/> τοὺς παῖδας εἰς Κέρκυραν διεκόμισαν, ὡς
Ἀντήνωρ ἐν τοῖς Κρητικοῖς ἱστόρηκε καὶ Διονύσιος
<milestone unit="tlnum" n="10"/>
ὁ Χαλκιδεὺς ἐν ταῖς Κτίσεσιν. ὅτι δʼ οὐ τιμωρούμενοι Σαμίους ἀλλʼ ἐλευθεροῦντες ἀπὸ τοῦ τυράννου καὶ σῴζοντες ἐστράτευσαν οἱ Λακεδαιμόνιοι, Σαμίοις αὐτοῖς ἔστι χρήσασθαι μάρτυσιν. Ἀρχίᾳ γὰρ ἀνδρὶ Σπαρτιάτῃ λαμπρῶς ἀγωνισαμένῳ τότε καὶ πεσόντι
<milestone unit="tlnum" n="15"/> τάφον εἶναι δημοσίᾳ κατεσκευασμένον ἐν Σάμῳ καὶ
τιμώμενον ὑπʼ αὐτῶν λέγουσι · διὸ καὶ τοὺς ἀπογόνους
τἀνδρὸς ἀεὶ διατελεῖν Σαμίοις οἰκείως καὶ φιλανθρώπως προσφερομένους, ὡς αὐτὸς Ἡρόδοτος ταῦτα γοῦν ἀπομεμαρτύρηκεν.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>