<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:17-19</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:17-19</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="17"><p rend="indent"><milestone unit="tlnum" n="15"/>ἵνα τοίνυν μηδʼ οἱ Λακεδαιμόνιοι τῶν Ἀθηναίων ἔλαττον ἔχωσι τῆς κακοηθείας, τὸν ἐν
αὐτοῖς μάλιστα θαυμαζόμενον καὶ τιμώμενον ὅρα πῶς διαλελύμανται, τὸν Ὀθρυάδαν· <q>τὸν δὲ ἕνα</q> <milestone unit="stephpage" xml:id="stephpage-858d" n="858d"/>φησὶ <q>τὸν περιλειφθέντα τῶν τριηκοσίων
αἰσχυνό
<milestone unit="tlnum" n="20"/>
μενον ἀπονοστέειν ἐς Σπάρτην, τῶν συλλοχιτέων διεφθαρμένων, αὐτοῦ μιν ἐν τῇσι Θυρέῃσι καταχρήσασθαι
ἑωυτόν.</q> ἄνω μὲν γὰρ ἀμφοτέροις ἐπίδικον
εἶναι τὸ νίκημά φησιν, ἐνταῦθα δὲ τῇ αἰσχύνῃ
<pb xml:id="v.5.p.219"/> τοῦ Ὀθρυάδου ἧτταν τῶν Λακεδαιμονίων κατεμαρτύρησεν ἡττηθέντα μὲν γὰρ ζῆν αἰσχρὸν ἦν, περιγενέσθαι δὲ νικῶντα κάλλιστον.
</p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent">ἐῶ τοίνυν ὅτι τὸν Κροῖσον ἀμαθῆ καὶ
<milestone unit="tlnum" n="5"/> ἀλαζόνα καὶ γελοῖον φήσας ἐν πᾶσιν, ὑπὸ τούτου φησίν, αἰχμαλώτου γενομένου, καὶ παιδαγωγεῖσθαι καὶ νουθετεῖσθαι τὸν Κῦρον, ὃς φρονήσει καὶ ἀρετῇ
καὶ μεγαλονοίᾳ πολὺ πάντων δοκεῖ πεπρωτευκέναι
<milestone unit="stephpage" xml:id="stephpage-858e" n="858e"/> τῶν βασιλέων· τῷ δὲ Κροίσῳ μηδὲν ἄλλο καλὸν ἢ
<milestone unit="tlnum" n="10"/>
τὸ τιμῆσαι τοὺς θεοὺς ἀναθήμασι πολλοῖς καὶ μεγάλοις
μαρτυρήσας, αὐτὸ τοῦτο πάντων ἀσεβέστατον ἀποδείκνυσιν ἔργον. ἀδελφὸν γὰρ αὐτῷ Πανταλέοντα περὶ τῆς βασιλείας αὐτῷ διαφέρεσθαι, ζῶντος ἔτι τοῦ πατρός· τὸν οὖν Κροῖσον, ὡς εἰς
<milestone unit="tlnum" n="15"/> τὴν βασιλείαν κατέστη, τῶν ἑταίρων καὶ φίλων τοῦ
Πανταλέοντος ἕνα τῶν γνωρίμων ἐπὶ γνάφου διαφθεῖραι
<milestone unit="stephpage" xml:id="stephpage-858f" n="858f"/> καταξαινόμενον, ἐκ δὲ τῶν χρημάτων αὐτοῦ ποιησάμενον ἀναθήματα τοῖς θεοῖς ἀποστεῖλαι. Δηιόκην δὲ τὸν Μῆδον ἀρετῇ καὶ δικαιοσύνῃ κτησάμενον
<milestone unit="tlnum" n="20"/> τὴν ἡγεμονίαν οὐ φύσει γενέσθαι φησὶ τοιοῦτον, ἐρασθέντα δὲ τυραννίδος ἐπιθέσθαι προσποιήματι δικαιοσύνης.
</p></div><div type="textpart" subtype="section" n="19"><p rend="indent">ἀλλʼ ἀφίημι τὰ τῶν βαρβάρων ἀφθονίαν
<pb xml:id="v.5.p.220"/> γὰρ αὐτὸς ἐν τοῖς Ἑλληνικοῖς πεποίηκεν. Ἀθηναίους τοίνυν καὶ τοὺς πολλοὺς τῶν ἄλλων Ἰώνων
ἐπαισχύνεσθαι τῷ ὀνόματι τούτῳ, μὴ βουλομένους ἀλλὰ φεύγοντας Ἴωνας κεκλῆσθαι, τοὺς δὲ νομίζοντας
<milestone unit="tlnum" n="5"/> αὐτῶν γενναιοτάτους εἶναι καὶ ὁρμηθέντας ἀπὸ τοῦ πρυτανηίου τῶν Ἀθηναίων ἐκ βαρβάρων παιδοποιήσασθαι γυναικῶν, πατέρας αὐτῶν καὶ ἄνδρας
καὶ παῖδας φονεύσαντας· διὸ τὰς γυναῖκας νόμον θέσθαι καὶ ὅρκους ἐπελάσαι καὶ παραδοῦναι
<milestone unit="tlnum" n="10"/> ταῖς θυγατράσι, μήποτε ὁμοσιτῆσαι τοῖς ἀνδράσι μηδʼ ὀνομαστὶ βοῆσαι τὸν αὑτῆς ἄνδρα, καὶ τοὺς
<milestone unit="stephpage" xml:id="stephpage-859a" n="859a"/> νῦν ὄντας Μιλησίους ἐξ ἐκείνων γεγονέναι τῶν
γυναικῶν ὑπειπὼν δὲ καθαρῶς Ἴωνας γεγονέναι
τοὺς Ἀπατούρια ἄγοντας ἑορτὴν <q>ἄγουσι δὲ πάντες</q> <milestone unit="tlnum" n="15"/>φησὶ <q>πλὴν Ἐφεσίων καὶ Κολοφωνίων.</q> τούτους μὲν οὖν οὕτως ἐκκέκλεικε
τῆς εὐγενείας.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>