<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="15"><p rend="indent"><milestone unit="tlnum" n="5"/>καὶ μὴν τῶν ἑπτὰ σοφῶν, οὓς αὐτὸς σοφιστὰς προσεῖπε, τὸν μὲν Θάλητα Φοίνικα τῷ γένει
τὸ ἀνέκαθεν ἀποφαίνεται βάρβαρον · τοῖς δὲ θεοῖς λοιδορούμενος ἐν τῷ Σόλωνος προσωπείῳ ταῦτʼ εἴρηκεν <q>ὦ Κροῖσε, ἐπιστάμενόν με τὸ θεῖον πᾶν ἐὸν
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-858a" n="858a"/>
φθονερόν τε καὶ ταραχῶδες ἐπειρωτᾷς ἀνθρωπηίων
πέρι πραγμάτων·</q> ἃ γὰρ αὐτὸς ἐφρόνει περὶ τῶν θεῶν τῷ Σόλωνι προστριβόμενος κακοήθειαν τῇ βλασφημίᾳ προστίθησι. Πιττακῷ τοίνυν εἰς μικρὰ καὶ οὐκ ἄξια λόγου χρησάμενος, ὃ μέγιστόν ἐστι
<milestone unit="tlnum" n="15"/> τῶν πεπραγμένων τἀνδρὶ καὶ κάλλιστον, ἐν ταῖς πράξεσι γενόμενος παρῆκε. πολεμούντων γὰρ Ἀθηναίων
καὶ Μυτιληναίων περὶ Σιγείου καὶ Φρύνωνος τοῦ στρατηγοῦ τῶν Ἀθηναίων προκαλεσαμένου τὸν βουλόμενον εἰς μονομαχίαν, ἀπήντησεν ὁ Πιττακὸς
<milestone unit="tlnum" n="20"/>
<milestone unit="stephpage" xml:id="stephpage-858b" n="858b"/> καὶ δικτύῳ περιβαλὼν τὸν ἄνδρα ῥωμαλέον ὄντα καὶ μέγαν ἀπέκτεινε· τῶν δὲ Μυτιληναίων δωρεὰς αὐτῷ μεγάλας διδόντων, ἀκοντίσας τὸ δόρυ τοῦτο
μόνον τὸ χωρίον ἠξίωσεν ὅσον ἐπέσχεν ἡ αἰχμὴ καὶ καλεῖται μέχρι νῦν Πιττάκειον. τί οὖν ὁ Ἡρὸδοτος,
<milestone unit="tlnum" n="25"/> κατὰ τὸν τόπον γενόμενος τοῦτον; ἀντὶ τῆς
<pb xml:id="v.5.p.218"/> Πιττακοῦ ἀριστείας τὴν Ἀλκαίου διηγήσατο τοῦ ποιητοῦ φυγὴν ἐκ τῆς μάχης, τὰ ὅπλα ῥίψαντος τῷ
τὰ  μὲν χρηστὰ μὴ γράψαι τὰ δʼ  αἰσχρὰ μὴ παραλιπεῖν
μαρτυρήσας τοῖς ἀπὸ μιᾶς· κακίας καὶ τὸν
<milestone unit="tlnum" n="5"/> φθόνον φύεσθαι καὶ τὴν ἐπιχαιρεκακίαν λέγουσι.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>