<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:14-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:14-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="14"><p rend="indent">καὶ οὐ τοῦτο δεινόν· ἀλλʼ ἀναγαγὼν εἰς Περσέα τὸ Ἡρακλέους γένος Περσέα μὲν Ἀσσύριον γεγονέναι λέγει κατὰ τὸν Περσῶν λόγον · <q>οἱ
<milestone unit="tlnum" n="15"/>
δὲ Δωριέων</q> φησὶν <q>ἡγεμόνες φαίνοιντʼ ἂν Αἰγύπτιοι ἰθαγενέες ἐόντες, καταλέγοντι τοὺς ἄνω ἀπὸ Δανάης
τῆς Ἀκρισίου πατέρας.</q> τὸν γὰρ Ἔπαφον καὶ τὴν
Ἰὼ καὶ τὸν Ἴασον καὶ τὸν Ἄργον ὅλως ἀφῆκε, φιλοτιμούμενος
μὴ μόνον ἄλλους Ἡρακλεῖς Αἰγυπτίους
<milestone unit="tlnum" n="20"/> καὶ Φοίνικας ἀποφαίνειν, ἀλλὰ καὶ τοῦτον, ὃν αὐτὸς τρίτον γεγονέναι φησίν, εἰς βαρβάρους ἀποξενῶσαι
<milestone unit="stephpage" xml:id="stephpage-857f" n="857f"/> τῆς Ἑλλάδος. καίτοι τῶν παλαιῶν καὶ λογίων ἀνδρῶν
οὐχ Ὅμηρος οὐχ Ἡσίοδος οὐκ Ἀρχίλοχος οὐ
<pb xml:id="v.5.p.217"/> Πείσανδρος οὐ Στησίχορος οὐκ Ἀλκμὰν οὐ Πίνδαρος
Αἰγυπτίου ἔσχον λόγον Ἡρακλέους ἢ Φοίνικος, ἀλλʼ ἕνα τοῦτον ἴσασι πάντες Ἡρακλέα τὸν Βοιώτιον ὁμοῦ καὶ Ἀργεῖον.
</p></div><div type="textpart" subtype="section" n="15"><p rend="indent"><milestone unit="tlnum" n="5"/>καὶ μὴν τῶν ἑπτὰ σοφῶν, οὓς αὐτὸς σοφιστὰς προσεῖπε, τὸν μὲν Θάλητα Φοίνικα τῷ γένει
τὸ ἀνέκαθεν ἀποφαίνεται βάρβαρον · τοῖς δὲ θεοῖς λοιδορούμενος ἐν τῷ Σόλωνος προσωπείῳ ταῦτʼ εἴρηκεν <q>ὦ Κροῖσε, ἐπιστάμενόν με τὸ θεῖον πᾶν ἐὸν
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-858a" n="858a"/>
φθονερόν τε καὶ ταραχῶδες ἐπειρωτᾷς ἀνθρωπηίων
πέρι πραγμάτων·</q> ἃ γὰρ αὐτὸς ἐφρόνει περὶ τῶν θεῶν τῷ Σόλωνι προστριβόμενος κακοήθειαν τῇ βλασφημίᾳ προστίθησι. Πιττακῷ τοίνυν εἰς μικρὰ καὶ οὐκ ἄξια λόγου χρησάμενος, ὃ μέγιστόν ἐστι
<milestone unit="tlnum" n="15"/> τῶν πεπραγμένων τἀνδρὶ καὶ κάλλιστον, ἐν ταῖς πράξεσι γενόμενος παρῆκε. πολεμούντων γὰρ Ἀθηναίων
καὶ Μυτιληναίων περὶ Σιγείου καὶ Φρύνωνος τοῦ στρατηγοῦ τῶν Ἀθηναίων προκαλεσαμένου τὸν βουλόμενον εἰς μονομαχίαν, ἀπήντησεν ὁ Πιττακὸς
<milestone unit="tlnum" n="20"/>
<milestone unit="stephpage" xml:id="stephpage-858b" n="858b"/> καὶ δικτύῳ περιβαλὼν τὸν ἄνδρα ῥωμαλέον ὄντα καὶ μέγαν ἀπέκτεινε· τῶν δὲ Μυτιληναίων δωρεὰς αὐτῷ μεγάλας διδόντων, ἀκοντίσας τὸ δόρυ τοῦτο
μόνον τὸ χωρίον ἠξίωσεν ὅσον ἐπέσχεν ἡ αἰχμὴ καὶ καλεῖται μέχρι νῦν Πιττάκειον. τί οὖν ὁ Ἡρὸδοτος,
<milestone unit="tlnum" n="25"/> κατὰ τὸν τόπον γενόμενος τοῦτον; ἀντὶ τῆς
<pb xml:id="v.5.p.218"/> Πιττακοῦ ἀριστείας τὴν Ἀλκαίου διηγήσατο τοῦ ποιητοῦ φυγὴν ἐκ τῆς μάχης, τὰ ὅπλα ῥίψαντος τῷ
τὰ  μὲν χρηστὰ μὴ γράψαι τὰ δʼ  αἰσχρὰ μὴ παραλιπεῖν
μαρτυρήσας τοῖς ἀπὸ μιᾶς· κακίας καὶ τὸν
<milestone unit="tlnum" n="5"/> φθόνον φύεσθαι καὶ τὴν ἐπιχαιρεκακίαν λέγουσι.
</p></div><div type="textpart" subtype="section" n="16"><p rend="indent">μετὰ ταῦτα τοὺς Ἀλκμεωνίδας, ἄνδρας
<milestone unit="stephpage" xml:id="stephpage-858c" n="858c"/> γενομένους καὶ τὴν πατρίδα τῆς τυραννίδος ἐλευθερώσαντας, εἰς αἰτίαν ἐμβαλὼν προδοσίας δέξασθαί φησι τὸν Πεισίστρατον ἐκ τῆς φυγῆς καὶ συγκαταγαγεῖν
<milestone unit="tlnum" n="10"/> ἐπὶ τῷ γάμῳ τῆς Μεγακλέους θυγατρός· τὴν
δὲ παῖδα πρὸς τὴν μητέρα φράσαι τὴν ἑαυτῆς ὅτι <q>ὦ μαμμίδιον, ὁρᾷς; οὐ μίγνυταί μοι κατὰ νόμον
Πεισίστρατος.</q> ἐπὶ τούτῳ δὲ τοὺς Ἀλκμεωνίδας τῷ παρανομήματι σχετλιάσαντας ἐξελάσαι τὸν τύραννον.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>