<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:11-13</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:11-13</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="11"><p rend="indent">πρῶτα δὴ πάντων ὥσπερ ἀφʼ ἑστίας ἀρξάμενος Ἰοῦς τῆς Ἰνάχου θυγατρός, ἣν πάντες Ἕλληνες
<milestone unit="stephpage" xml:id="stephpage-856e" n="856e"/> ἐκτεθειῶσθαι νομίζουσι ταῖς τιμαῖς ὑπὸ τῶν βαρβάρων καὶ καταλιπεῖν ὄνομα πολλαῖς μὲν θαλάτταις,
<milestone unit="tlnum" n="15"/> πορθμῶν δὲ τοῖς μεγίστοις ἀφʼ αὑτῆς διὰ τὴν δόξαν, ἀρχὴν δὲ καὶ πηγὴν τῶν ἐπιφανεστάτων καὶ βασιλικωτάτων γενῶν παρασχεῖν · ταύτην ὁ γενναῖος
ἐπιδοῦναί φησιν ἑαυτὴν Φοίνιξι φορτηγοῖς, ὑπὸ τοῦ ναυκλήρου διαφθαρεῖσαν ἑκουσίως καὶ
<milestone unit="tlnum" n="20"/> φοβουμένην μὴ κύουσα φανερὰ γένηται. καὶ καταψεύδεται Φοινίκων ὡς ταῦτα περὶ αὐτῆς λεγόντων. Περσῶν δὲ τοὺς λογίους μαρτυρεῖν φήσας, ὅτι τὴν
Ἰοῦν μετʼ ἄλλων γυναικῶν οἱ Φοίνικες ἀφαρπάσειαν,
<milestone unit="stephpage" xml:id="stephpage-856f" n="856f"/> εὐθὺς ἀποφαίνεται γνώμην τὸ κάλλιστον ἔργον
<milestone unit="tlnum" n="25"/> καὶ μέγιστον τῆς Ἑλλάδος ἀβελτερίᾳ τὸν Τρωικὸν πόλεμον γενέσθαι διὰ γυναῖκα φαύλην. <q>δῆλον γάρ</q> <pb xml:id="v.5.p.214"/>φησὶν <q>ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο, οὐκ ἂν ἡρπάζοντο.</q> καὶ τοὺς θεοὺς τοίνυν ἀβέλτερα ποιεῖν λέγωμεν, ὑπὲρ τῶν Λεύκτρου θυγατέρων βιασθεισῶν
μηνίοντας Λακεδαιμονίοις καὶ κολάζοντας Αἴαντα
<milestone unit="tlnum" n="5"/> διὰ τὴν Κασάνδρας ὕβριν· δῆλα γὰρ δὴ καθʼ Ἡρόδοτον, ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο, οὐκ ἂν ὑβρίζοντο. καίτοι καὶ Ἀριστομένη φησὶν αὐτὸς ὑπὸ Λακεδαιμονίων ζῶντα συναρπασθῆναι, καὶ Φιλοποίμην
ὕστερον ὁ τῶν Ἀχαιῶν στρατηγὸς ταὐτὸ τοῦτʼ
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-857a" n="857a"/> ἔπαθε, καὶ Ῥηγοῦλον ἐχειρώσαντο Καρχηδόνιοι τὸν
Ῥωμαίων ὕπατον· ὧν ἔργον εὑρεῖν μαχιμωτέρους καὶ πολεμικωτέρους ἄνδρας. ἀλλὰ θαυμάζειν οὐκ ἄξιον, ὅπου καὶ παρδάλεις ζώσας καὶ τίγρεις συναρπάζουσιν
ἄνθρωποι Ἡρόδοτος δὲ κατηγορεῖ τῶν
<milestone unit="tlnum" n="15"/> βιασθεισῶν γυναικῶν, ἀπολογούμενος ὑπὲρ τῶν ἁρπασάντων.
</p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent">οὕτω δὲ φιλοβάρβαρός ἐστιν, ὥστε Βούσιριν
ἀπολύσας τῆς λεγομένης ἀνθρωποθυσίας καὶ ξενοκτονίας,
καὶ πᾶσιν Αἰγυπτίοις ὁσιότητα πολλὴν καὶ
<milestone unit="tlnum" n="20"/> δικαιοσύνην μαρτυρήσας ἐφʼ Ἕλληνας ἀναστρέφει
τὸ μύσος τοῦτο καὶ τὴν μιαιφονίαν. ἐν γὰρ τῇ
<milestone unit="stephpage" xml:id="stephpage-857b" n="857b"/> δευτέρᾳ βίβλῳ <q>Μενέλαόν</q> φησι <q>παρὰ Πρωτέως ἀπολαβόντα τὴν Ἑλένην καὶ τιμηθέντα δωρεαῖς μεγάλαις ἀδικώτατον ἀνθρώπων γενέσθαι καὶ κάκιστον·
<milestone unit="tlnum" n="25"/> ὑπὸ γὰρ ἀπλοίας συνεχόμενον
<pb xml:id="v.5.p.215"/> ἐπιτεχνήσασθαι πρᾶγμα οὐχ ὅσιον, καὶ λαβόντα δύο παιδία ἀνδρῶν ἐπιχωρίων ἔντομά σφεα ποιῆσαι μισηθέντα
δʼ ἐπὶ τούτῳ καὶ διωκόμενον οἴχεσθαι φεύγοντα νηυσὶν ἐπὶ Λιβύης.</q> τοῦτον δὲ τὸν λόγον οὐκ οἶδʼ
<milestone unit="tlnum" n="5"/> ὅστις Αἰγυπτίων εἴρηκεν· ἀλλὰ τἀναντία πολλαὶ μὲν Ἑλένης πολλαὶ δὲ Μενελάου τιμαὶ διαφυλάττονται παρʼ αὐτοῖς.
</p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent">ὁ δὲ συγγραφεὺς ἐπιμένων Πέρσας, μὲν
φησι <q>παισὶ μίσγεσθαι παρʼ Ἑλλήνων μαθόντας</q> <milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-857c" n="857c"/> καίτοι πῶς Ἕλλησι Πέρσαι διδασκάλια ταύτης ὀφείλουσι τῆς ἀκολασίας, παρʼ οἷς ὀλίγου δεῖν ὑπὸ πάντων ὁμολογεῖται παῖδας ἐκτετμῆσθαι, πρὶν Ἑλληνικὴν ἰδεῖν θάλασσαν; Ἕλληνας δὲ μαθεῖν παρʼ
Αἰγυπτίων πομπὰς καὶ πανηγύρεις, καὶ τούτους
<milestone unit="tlnum" n="15"/> τοὺς δώδεκα θεοὺς σέβεσθαι Διονύσου δὲ καὶ τοὔνομα παρʼ Αἰγυπτίων Μελάμποδα μαθεῖν καὶ διδάξαι τοὺς ἄλλους Ἕλληνας· μυστήρια δὲ καὶ τὰς περὶ Δήμητρα τελετὰς ὑπὸ τῶν Δαναοῦ θυγατέρων
ἐξ Αἰγύπτου κομισθῆναι καὶ τύπτεσθαι μὲν
<milestone unit="tlnum" n="20"/>Αἰγυπτίους φησὶ  καὶ πενθεῖν, τίνας δʼ οὐ βούλεσθαι αὐτὸς ὀνομάζειν, ἀλλʼ εὐστόμως κεῖσθαι περὶ
<milestone unit="stephpage" xml:id="orgpage-857d" n="857d"/> τῶν θείων Ἡρακλέα δὲ καὶ Διόνυσον, οὗ μὲν
<pb xml:id="v.5.p.216"/>
Αἰγύπτιοι, ἀποφαίνων ὄντας θεούς, οὗ δʼ Ἕλληνες,
ἀνθρώπους καταγεγηρακότας, οὐδαμοῦ ταύτην προύθετο τὴν εὐλάβειαν · καίτοι καὶ τὸν Αίγύπτιον Ἡρακλέα τῶν δευτέρων θεῶν γενέσθαι λέγει καὶ τὸν Διόνυσον
<milestone unit="tlnum" n="5"/> τῶν τρίτων, ὡς ἀρχὴν ἐσχηκότας γενέσεως καὶ οὐκ ὄντας ἀιδίους· ἀλλʼ ὅμως ἐκείνους μὲν ἀποφαίνει θεούς, τούτοις δʼ ὡς φθιτοῖς καὶ ἥρωσιν
ἐναγίζειν οἴεται δεῖν ἀλλὰ μὴ θύειν ὡς θεοῖς. ταὐτὰ καὶ περὶ Πανὸς εἴρηκε, ταῖς Αἰγυπτίων ἀλαζονείαις
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-857e" n="857e"/> καὶ μυθολογίαις τὰ σεμνότατα καὶ ἁγνότατα τῶν Ἑλληνικῶν ἱερῶν ἀνατρέπων.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>