<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="11"><p rend="indent">πρῶτα δὴ πάντων ὥσπερ ἀφʼ ἑστίας ἀρξάμενος Ἰοῦς τῆς Ἰνάχου θυγατρός, ἣν πάντες Ἕλληνες
<milestone unit="stephpage" xml:id="stephpage-856e" n="856e"/> ἐκτεθειῶσθαι νομίζουσι ταῖς τιμαῖς ὑπὸ τῶν βαρβάρων καὶ καταλιπεῖν ὄνομα πολλαῖς μὲν θαλάτταις,
<milestone unit="tlnum" n="15"/> πορθμῶν δὲ τοῖς μεγίστοις ἀφʼ αὑτῆς διὰ τὴν δόξαν, ἀρχὴν δὲ καὶ πηγὴν τῶν ἐπιφανεστάτων καὶ βασιλικωτάτων γενῶν παρασχεῖν · ταύτην ὁ γενναῖος
ἐπιδοῦναί φησιν ἑαυτὴν Φοίνιξι φορτηγοῖς, ὑπὸ τοῦ ναυκλήρου διαφθαρεῖσαν ἑκουσίως καὶ
<milestone unit="tlnum" n="20"/> φοβουμένην μὴ κύουσα φανερὰ γένηται. καὶ καταψεύδεται Φοινίκων ὡς ταῦτα περὶ αὐτῆς λεγόντων. Περσῶν δὲ τοὺς λογίους μαρτυρεῖν φήσας, ὅτι τὴν
Ἰοῦν μετʼ ἄλλων γυναικῶν οἱ Φοίνικες ἀφαρπάσειαν,
<milestone unit="stephpage" xml:id="stephpage-856f" n="856f"/> εὐθὺς ἀποφαίνεται γνώμην τὸ κάλλιστον ἔργον
<milestone unit="tlnum" n="25"/> καὶ μέγιστον τῆς Ἑλλάδος ἀβελτερίᾳ τὸν Τρωικὸν πόλεμον γενέσθαι διὰ γυναῖκα φαύλην. <q>δῆλον γάρ</q> <pb xml:id="v.5.p.214"/>φησὶν <q>ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο, οὐκ ἂν ἡρπάζοντο.</q> καὶ τοὺς θεοὺς τοίνυν ἀβέλτερα ποιεῖν λέγωμεν, ὑπὲρ τῶν Λεύκτρου θυγατέρων βιασθεισῶν
μηνίοντας Λακεδαιμονίοις καὶ κολάζοντας Αἴαντα
<milestone unit="tlnum" n="5"/> διὰ τὴν Κασάνδρας ὕβριν· δῆλα γὰρ δὴ καθʼ Ἡρόδοτον, ὅτι, εἰ μὴ αὐταὶ ἐβούλοντο, οὐκ ἂν ὑβρίζοντο. καίτοι καὶ Ἀριστομένη φησὶν αὐτὸς ὑπὸ Λακεδαιμονίων ζῶντα συναρπασθῆναι, καὶ Φιλοποίμην
ὕστερον ὁ τῶν Ἀχαιῶν στρατηγὸς ταὐτὸ τοῦτʼ
<milestone unit="tlnum" n="10"/>
<milestone unit="stephpage" xml:id="stephpage-857a" n="857a"/> ἔπαθε, καὶ Ῥηγοῦλον ἐχειρώσαντο Καρχηδόνιοι τὸν
Ῥωμαίων ὕπατον· ὧν ἔργον εὑρεῖν μαχιμωτέρους καὶ πολεμικωτέρους ἄνδρας. ἀλλὰ θαυμάζειν οὐκ ἄξιον, ὅπου καὶ παρδάλεις ζώσας καὶ τίγρεις συναρπάζουσιν
ἄνθρωποι Ἡρόδοτος δὲ κατηγορεῖ τῶν
<milestone unit="tlnum" n="15"/> βιασθεισῶν γυναικῶν, ἀπολογούμενος ὑπὲρ τῶν ἁρπασάντων.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>