<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:1</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2:1</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg123.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-854e" n="854e"/>τοῦ Ἡροδότου <gap reason="lost" rend="**"/> πολλοὺς μέν, ὦ Ἀλέξανδρε, καὶ ἡ λέξις ὡς ἀφελὴς καὶ δίχα πόνου καὶ ῥᾳδίως ἐπιτρέχουσα τοῖς πράγμασιν ἐξηπάτηκε· πλείονες δὲ
<milestone unit="tlnum" n="5"/> τοῦτο πρὸς τὸ ἦθος αὐτοῦ πεπόνθασιν. οὐ γὰρ
μόνον, ὥς φησιν ὁ Πλάτων, τῆς ἐσχάτης ἀδικίας
<milestone unit="stephpage" xml:id="stephpage-854f" n="854f"/> μὴ ὄντα δοκεῖν εἶναι δίκαιον· ἀλλὰ καὶ κακοηθείας
ἄκρας ἔργον εὐκολίαν μιμούμενον καὶ ἁπλότητα δυσφώρατον εἶναι. <gap reason="lost" rend="**"/> μάλιστα πρός τε Βοιωτοὺς
<milestone unit="tlnum" n="10"/> καὶ Κορινθίους κέχρηται μηδὲ τῶν ἄλλων τινὸς
    ἀπεσχημένος, οἶμαι προσήκειν ἡμῖν <gap reason="lost" rend="**"/> ἀμυνομένοις ὑπὲρ τῶν προγόνων ἅμα καὶ τῆς ἀληθείας, κατʼ αὐτὸ τοῦτο τῆς γραφῆς τὸ μέρος ἐπεὶ τὰ γʼ ἄλλα ψεύσματα καὶ πλάσματα βουλομένοις ἐπεξιέναι πολλῶν
<milestone unit="tlnum" n="15"/>
ἂν βιβλίων δεήσειεν. ἀλλὰ
<quote rend="blockquote"> δεινὸν τὸ τᾶς Πειθοῦς πρόσωπον</quote>
<milestone unit="stephpage" xml:id="stephpage-855a" n="855a"/> ὥς φησιν ὁ Σοφοκλῆς, μάλιστα δʼ ὅταν ἐν λόγῳ χάριν ἔχοντι καὶ δύναμιν τοσαύτην ἐγγένηται τὰς
τʼ ἄλλας ἀτοπίας καὶ τὸ ἦθος ἀποκρύπτειν τοῦ
<milestone unit="tlnum" n="20"/> συγγραφέως. ὁ μὲν γὰρ Φίλιππος ἔλεγε πρὸς τοὺς
<pb xml:id="v.5.p.209"/>
ἀφισταμένους Ἕλληνας αὐτοῦ καὶ τῷ Τίτῳ προστιθεμένους, ὅτι λειότερον μὲν μακρότερον δὲ κλοιὸν μεταλαμβάνουσιν · ἡ δʼ Ἡροδότου κακοήθεια λειοτέρα
μέν ἐστιν ἀμέλει καὶ μαλακωτέρα τῆς Θεοπόμπου,
<milestone unit="tlnum" n="5"/> καθάπτεται δὲ καὶ λυπεῖ μᾶλλον, ὥσπερ οἱ κρύφα διὰ στενοῦ παραπνέοντες ἄνεμοι τῶν διακεχυμένων. δοκεῖ δέ μοι βέλτιον εἶναι τύπῳ τινὶ
<milestone unit="stephpage" xml:id="stephpage-855b" n="855b"/>
λαβόντας ὅσα κοινῇ μὴ καθαρᾶς μηδʼ εὐμενοῦς
ἐστιν ἀλλὰ κακοήθους οἷον ἴχνη καὶ γνωρίσματα
<milestone unit="tlnum" n="10"/> διηγήσεως, εἰς ταῦτα τῶν ἐξεταζομένων ἕκαστον, ἂν ἐναρμόττῃ, τίθεσθαι.
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>