<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg118.perseus-grc2:21-32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg118.perseus-grc2:21-32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg118.perseus-grc2" type="edition" xml:lang="grc"><div n="21" subtype="section" type="textpart"><p rend="indent">γίγνεται μὲν οὖν διʼ ἀλλήλων ἀμφότερα <pb xml:id="v.5.p.107"/> ταῦτα. λέγουσι δ̓ οἱ πλεῖστοι καὶ νομίζουσι πολιτικῆς παιδείας ἔργον· εἶναι τὸ καλῶς ἀρχομένους παρασχεῖν καὶ γὰρ πλέον ἐστὶ τοῦ ἄρχοντος ἐν ἑκάστῃ πόλει τὸ ἀρχόμενον· καὶ χρόνον ἕκαστος <milestone n="5" unit="tlnum"/> ἄρχει βραχύν, ἄρχεται δὲ τὸν ἅπαντα χρόνον ἐν δημοκρατίᾳ πολιτευόμενος· ὥστε κάλλιστον εἶναι μάθημα καὶ χρησιμώτατον τὸ πειθαρχεῖν τοῖς ἡγουμένοις, κἂν ὑποδεέστεροι δυνάμει καὶ δόξῃ τυγχάνωσιν ὄντες. ἄτοπον γάρ ἐστι τὸν μὲν ἐν τραγῳδίᾳ 
<milestone n="10" unit="tlnum"/> γῳδίᾳ πρωταγωνιστήν, Θεόδωρον ἢ Πῶλον ὄντα μισθωτὸν τῷ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μισθωτὸν τῷ</foreign> Madvigius: <foreign xml:lang="grc">μισθωτῷ</foreign> </note> τὰ τρίτα λέγοντι πολλάκις ἕπεσθαι καὶ προσδιαλέγεσθαι ταπεινῶς, ἂν ἐκεῖνος; ἔχῃ τὸ <milestone n="817a" unit="stephpage" xml:id="stephpage-817a"/> διάδημα καὶ τὸ σκῆπτρον· ἐν δὲ πράξεσιν ἀληθιναῖς καὶ πολιτείᾳ τὸν πλούσιον καὶ ἔνδοξον ὀλιγωρεῖν <milestone n="15" unit="tlnum"/> καὶ καταφρονεῖν ἄρχοντος; ἰδιώτου καὶ πένητος, ἐνυβρίζοντα καὶ καθαιροῦντα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συγκαθαιροῦντα</foreign> R</note> τῷ περὶ αὑτὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">αὐτὸν</foreign>?</note> ἀξιώματι τὸ τῆς πόλεως, ἀλλὰ μὴ μᾶλλον αὔξοντα καὶ προστιθέντα τὴν ἀπʼ αὑτοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀφʼ αὐτοῦ</foreign>?</note> δόξαν καὶ δύναμιν τῇ ἀρχῇ. καθάπερ ἐν Σπάρτῃ τοῖς ἐφόροις οἵ τε βασιλεῖς 
<milestone n="20" unit="tlnum"/> ὑπεξανίσταντο, καὶ τῶν ἄλλων ὁ κληθεὶς οὐ βάδην ὑπήκουεν ἀλλὰ δρόμῳ καὶ σπουδῇ διʼ ἀγορᾶς θέοντες ἐπεδείκνυντο τὴν εὐπείθειαν τοῖς πολίταις, ἀγαλλόμενοι τῷ τιμᾶν τοὺς ἄρχοντας· <milestone n="817b" unit="stephpage" xml:id="stephpage-817b"/> οὐχ ὥσπερ ἔνιοι τῶν ἀπειροκάλων καὶ σολοίκων, <milestone n="25" unit="tlnum"/> οἷον ἰσχύος ἑαυτῶν καλλωπιζόμενοι περιουσίᾳ, βραβευτὰς ἐν ἀγῶσι προπηλακίζουσι καὶ χορηγοὺς ἐν Διονυσίοις λοιδοροῦσι καὶ στρατηγῶν καὶ <pb xml:id="v.5.p.108"/> γυμνασιάρχων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">γυμνασιαρχῶν</foreign> </note> καταγελῶσιν, οὐκ εἰδότες οὐδὲ μανθάνοντες ὅτι τοῦ τιμᾶσθαι τὸ τιμᾶν πολλάκις ἐστὶν ἐνδοξότερον. ἀνδρὶ γὰρ ἐν πόλει δυναμένῳ μέγα μείζονα φέρει κόσμον ἄρχων δορυφορούμενος <milestone n="5" unit="tlnum"/> ὑπʼ αὐτοῦ καὶ προπεμπόμενος ἢ δορυφορῶν καὶ προπέμπων μᾶλλον δὲ τοῦτο μὲν ἀηδίαν καὶ φθόνον, ἐκεῖνο δὲ τὴν ἀληθινὴν φέρει, τὴν ἀπʼ <milestone n="817c" unit="stephpage" xml:id="stephpage-817c"/> εὐνοίας, δόξαν· ὀφθεὶς δʼ ἐπὶ θύραις ποτὲ καὶ πρότερος ἀσπασάμενος καὶ λαβὼν ἐν περιπάτῳ μέσον, 
<milestone n="10" unit="tlnum"/> οὐδὲν ἀφαιρούμενος ἑαυτοῦ, τῇ πόλει κόσμον περιτίθησι. </p></div><div n="22" subtype="section" type="textpart"><p rend="indent">δημοτικὸν δὲ καὶ βλασφημίαν ἐνεγκεῖν καὶ ὀργὴν ἄρχοντος ἢ τὸ τοῦ. Διομήδους ὑπειπόντα, <quote rend="blockquote"><l> τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Δ</foreign> 418</note></quote> <milestone n="15" unit="tlnum"/> ἢ τὸ τοῦ Δημοσθένους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δημοσθένους</foreign>] 21, 524</note>, ὅτι νῦν οὐκ ἔστι Δημοσθένης μόνον ἀλλὰ καὶ θεσμοθέτης ἢ χορηγὸς ἢ στεφανηφόρος;. ἀναθετέον οὖν τὴν ἄμυναν εἰς τὸν χρόνον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἰς τὸν οἰκεῖον χρόνον</foreign> R</note> ἢ γὰρ ἐπέξιμεν ἀπαλλαγέντι τῆς ἀρχῆς ἢ κερδανοῦμεν ἐν τῷ περιμένειν τὸ παύσασθαι τῆς 
<milestone n="20" unit="tlnum"/> ὀργῆς. <milestone n="817d" unit="stephpage" xml:id="stephpage-817d"/> </p></div><div n="23" subtype="section" type="textpart"><p rend="indent">σπουδῇ μέντοι καὶ προνοίᾳ· περὶ τὰ κοινὰ καὶ φροντίδι πρὸς ἅπασαν ἀρχὴν ἀεὶ διαμιλλητέον, ἂν μὲν ὦσι χαρίεντες, αὐτὸν ὑφηγούμενον ἃ δεῖ καὶ φράζοντα καὶ διδόντα χρῆσθαι τοῖς βεβουλευμένοις ὀρθῶς καὶ τὸ κοινὸν εὐδοκιμεῖν ὠφελοῦντα 25, ἐὰν δʼ ἐνῇ τις ἐκείνοις ὄκνος ἢ μέλλησις ἢ <pb xml:id="v.5.p.109"/> κακοήθεια πρὸς τὴν πρᾶξιν, οὕτω χρὴ παρεῖναι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">scr. vid. <foreign xml:lang="grc">παριέναι</foreign> </note> καὶ λέγειν αὐτὸν εἰς τοὺς πολλοὺς καὶ μὴ παραμελεῖν μηδʼ ὑφίεσθαι τῶν κοινῶν, ὡς, οὐ προσῆκον, ἄρχοντος ἑτέρου, πολυπραγμονεῖν καὶ παραδιοικεῖν. <milestone n="5" unit="tlnum"/> ὁ γὰρ νόμος ἀεὶ τῷ τὰ δίκαια πράσσοντι καὶ γιγνώσκοντι <milestone n="817e" unit="stephpage" xml:id="stephpage-817e"/> τὰ συμφέροντα τὴν πρώτην τάξιν ἐν τῇ πολιτείᾳ δίδωσιν. <q>ἦν δέ τις</q> φησὶν <q>ἐν τῷ στρατεύματι Ξενοφῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ξενοφῶν</foreign>] Exped. 3, 1, 4</note>, οὔτε στρατηγὸς οὔτε λοχαγός</q> ἀλλὰ τῷ φρονεῖν τὰ δέοντα καὶ τολμᾶν αὑτὸν εἰς 
<milestone n="10" unit="tlnum"/> τὸ ἄρχειν καταστήσας διέσῳσε τοὺς Ἕλληνας. καὶ τῶν Φιλοποίμενος ἔργων ἐπιφανέστατόν ἐστι τό, τοῦ Νάβιδος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ Νάβιδος</foreign> M: <foreign xml:lang="grc">ἄγιδος τοῦ αὔιδος</foreign> aut <foreign xml:lang="grc">ἀγιδος</foreign> cf. Praefat. p. XL et Vit Philop. c. 12</note> Μεσσήνην καταλαβόντος; οὐκ ἐθέλοντος δὲ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν βοηθεῖν ἀλλʼ ἀποδειλιῶντος, αὐτὸν ὁρμήσαντα μετὰ τῶν προθυμοτάτων <milestone n="15" unit="tlnum"/> ἄνευ · δόγματος ἐξελέσθαι τὴν πόλιν. οὐ μὴν <milestone n="817f" unit="stephpage" xml:id="stephpage-817f"/> διὰ μικρὰ δεῖ καὶ τὰ τυχόντα καινοτομεῖν, ἀλλʼ ἐπὶ τοῖς ἀναγκαίοις ὡς ὁ Φιλοποίμην, ἢ τοῖς καλοῖς ὡς Ἐπαμεινώνδας, ἐπιβαλὼν τέτταρας μῆνας τῇ βοιωταρχίᾳ παρὰ τὸν νόμον, ἐν οἷς εἰς τὴν Λακωνικὴν 
<milestone n="20" unit="tlnum"/> ἐνέβαλε καὶ τὰ περὶ Μεσσήνην ἔπραξεν· ὅπως, κἂν ἀπαντᾷ τις ἐωξὶ τούτῳ κατηγορία καὶ μέμψις,; ἀπολογίαν τῆς αἰτίας τὴν ἀνάγκην ἔχωμεν ἢ παραμυθίαν τοῦ κινδύνου τὸ μέγεθος τῆς πράξεως καὶ τὸ κάλλος. <milestone n="25" unit="tlnum"/> </p></div><div n="24" subtype="section" type="textpart"><p rend="indent">Ἰάσονος τοῦ Θεσσαλῶν μονάρχου γνώμην ἀπομνημονεύουσιν, ἐφʼ οἷς ἐβιάζετο καὶ παρηνώχλει <pb xml:id="v.5.p.110"/> <milestone n="818a" unit="stephpage" xml:id="stephpage-818a"/> τινάς, ἀεὶ λεγομένην, ὡς ἀναγκαῖον ἀδικεῖν τὰ μικρὰ τοὺς βουλομένους τὰ μεγάλα δικαιοπραγεῖν. τοῦτον μὲν οὖν ἄν τις εὐθὺς καὶ καταμάθοι τὸν λόγον ὡς ἔστι δυναστευτικός· ἐκεῖνο δὲ πολιτικώτερον <milestone n="5" unit="tlnum"/> παράγγελμα, τὸ τὰ μικρὰ τοῖς πολλοῖς προΐεσθαι χαριζόμενον ἐπὶ τῷ τοῖς μείζοσιν ἐνίστασθαι καὶ κωλύειν ἐξαμαρτάνοντας. ὁ γὰρ αὖ περὶ πάντα λίαν ἀκριβὴς καὶ σφοδρός, οὐδὲν ὑποχωρῶν οὐδʼ ὑπείκων ἀλλὰ τραχὺς ἀεὶ καὶ ἀπαραίτητος, ἀντιφιλονεικεῖν 
<milestone n="10" unit="tlnum"/> τὸν δῆμον αὐτῷ καὶ προσδυσκολαίνειν ἐθίζει, <quote rend="blockquote"><l> μικρὸν δέου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">δέον</foreign> *: <foreign xml:lang="grc">δέ</foreign> Nauckius dubitat an sola verba <foreign xml:lang="grc">χαλάσαι - ἀλκῇ</foreign> poetae tribuenda sint</note> ποδὸς </l><l> χαλάσαι μεγάλῃ κύματος ἀλκῇ</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 918</note></quote> <milestone n="818b" unit="stephpage" xml:id="stephpage-818b"/> τὰ μὲν αὐτὸν ἐνδιδόντα καὶ συμπαίζοντα, κεχαρισμένως <milestone n="15" unit="tlnum"/> οἷον ἐν θυσίαις καὶ ἀγῶσι καὶ θεάτροις, τὰ δʼ ὥσπερ ἐν οἰκίᾳ νέων ἁμαρτήματα προσποιούμενον παρορᾶν καὶ παρακούειν, ὅπως ἡ τοῦ νουθετεῖν καὶ παρρησιάζεσθαι δύναμις ὥσπερ φαρμάκου μὴ κατακεχρημένη μηδʼ ἕωλος ἀλλʼ ἀκμὴν ἔχουσα 
<milestone n="20" unit="tlnum"/> καὶ πίστιν ἐν τοῖς μείζοσι μᾶλλον καθάπτηται καὶ δάκνῃ τοὺς πολλούς. Ἀλέξανδρος μὲν γὰρ ἀκούσας τὴν ἀδελφὴν ἐγνωκέναι τινὰ τῶν καλῶν καὶ νέων <milestone n="818c" unit="stephpage" xml:id="stephpage-818c"/> οὐκ ἠγανάκτησεν εἰπών, ὅτι κἀκείνῃ τι δοτέον ἀπολαῦσαι τῆς βασιλείας· οὐκ ὀρθῶς τὰ τοιαῦτα συγχωρῶν <milestone n="25" unit="tlnum"/> οὐδʼ ἀξίως ἑαυτοῦ· δεῖ γὰρ ἀρχῆς τὴν κατάλυσιν καὶ ὕβριν ἀπόλαυσιν μὴ νομίζειν. δήμῳ δʼ ὕβριν μὲν οὐδεμίαν εἰς πολίτας οὐδὲ δήμευσιν <pb xml:id="v.5.p.111"/> ἀλλοτρίων οὐδὲ κοινῶν διανέμησιν ὁ πολιτικὸς ἐφήσει κατὰ δύναμιν, ἀλλὰ πείθων καὶ διδάσκων καὶ δεδιττόμενος διαμαχεῖται ταῖς τοιαύταις ἐπιθυμίαις, οἵας οἱ περὶ Κλέωνα βόσκοντες καὶ αὔξοντες <milestone n="5" unit="tlnum"/> πολύν, ὥς φησιν ὁ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 552c. d</note>, κηφῆνα τῇ πόλει κεκεντρωμένον ἐνεποίησαν. ἐὰν δʼ ἑορτὴν πάτριον οἱ πολλοὶ καὶ θεοῦ τιμὴν πρόφασιν λαβόντες ὁρμήσωσι πρός τινα θέαν ἢ νέμησιν ἐλαφρὰν ἢ χάριν τινὰ φιλάνθρωπον ἢ φιλοτιμίαν, ἔστω πρὸς τὰ 
<milestone n="10" unit="tlnum"/> <milestone n="818d" unit="stephpage" xml:id="stephpage-818d"/> τοιαῦτα ἡ τῆς ἐλευθερίας ἅμα καὶ τῆς εὐπορίας ἀπόλαυσις αὐτοῖς. καὶ γὰρ τοῖς· Περικλέους πολιτεύμασι καὶ τοῖς Δημητρίου πολλὰ τοιαῦτʼ ἔνεστι, καὶ Κίμων ἐκόσμησε τὴν ἀγορὰν πλατάνων φυτείαις καὶ περιπάτοις· Κάτων δὲ τὸν δῆμον ὑπὸ Καίσαρος <milestone n="15" unit="tlnum"/> ὁρῶν ἐν τοῖς περὶ Κατιλίναν διαταρασσόμενον καὶ πρὸς μεταβολὴν τῆς πολιτείας ἐπισφαλῶς ἔχοντα συνέπεισε τὴν βουλὴν ψηφίσασθαι νεμήσεις τοῖς πένησι, καὶ τοῦτο δοθὲν ἔστησε τὸν θόρυβον καὶ κατέπαυσε τὴν ἐπανάστασιν. ὡς γὰρ ἰατρός, ἀφελὼν 
<milestone n="20" unit="tlnum"/> πολὺ τοῦ διεφθορότος αἵματος, ὀλίγον ἀβλαβοῦς <milestone n="818e" unit="stephpage" xml:id="stephpage-818e"/> τροφῆς προσήνεγκεν, οὕτως ὁ πολιτικὸς ἀνήρ, μέγα τι τῶν ἀδόξων ἢ βλαβερῶν παρελόμενος, ἐλαφρᾷ πάλιν χάριτι καὶ φιλανθρώπῳ τὸ δυσκολαῖνον καὶ μεμψιμοιροῦν παρηγόρησεν. <milestone n="25" unit="tlnum"/> </p></div><div n="25" subtype="section" type="textpart"><p rend="indent">οὐ χεῖρον δὲ καὶ μετάγειν ἐπʼ ἄλλα χρειώδη τὸ σπουδαζόμενον, ὡς ἐποίησε Δημάδης, ὅτε τὰς προσόδους εἶχεν ὑφʼ ἑαυτῷ τῆς πόλεως· ὡρμημένων <pb xml:id="v.5.p.112"/> γὰρ ἐκπέμπειν τριήρεις βοηθοὺς τοῖς ἀφισταμένοις <milestone n="818f" unit="stephpage" xml:id="stephpage-818f"/>Ἀλεξάνδρου καὶ χρήματα κελευόντων παρέχειν ἐκεῖνον, <q>ἔστιν ὑμῖν</q> ἔφη <q>χρήματα· παρεσκευασάμην γὰρ εἰς τοὺς χόας, ὥσθʼ ἕκαστον ὑμῶν λαβεῖν <milestone n="5" unit="tlnum"/> ἡμιμναῖον· εἰ δʼ εἰς ταῦτα βούλεσθε μᾶλλον, αὐτοὶ καταχρῆσθε τοῖς ἰδίοις.</q> καὶ τοῦτον τὸν τρόπον, ὅπως μὴ στεροῖντο τῆς διανομῆς, ἀφέντων τὸν ἀπόστολον, ἔλυσε τὸ πρὸς Ἀλέξανδρον ἔγκλημα τοῦ δήμου. πολλὰ γὰρ ἀπʼ εὐθείας οὐκ ἔστιν ἐξῶσαι 
<milestone n="10" unit="tlnum"/> τῶν ἀλυσιτελῶν, ἀλλὰ δεῖ τινος ἁμωσγέπως καμπῆς <milestone n="819a" unit="stephpage" xml:id="stephpage-819a"/> καὶ περιαγωγῆς, οἵᾳ καὶ Φωκίων ἐχρῆτο· κελευόμενος εἰς Βοιωτίαν ἐμβαλεῖν παρὰ καιρόν· ἐκήρυξε γὰρ εὐθὺς ἀκολουθεῖν ἀφʼ ἥβης τοὺς μέχρι ἐτῶν ἑξήκοντα· καὶ θορύβου τῶν πρεσβυτέρων γενομένου <milestone n="15" unit="tlnum"/> <q>τί δεινόν;</q> εἶπεν· <q>ἐγὼ γὰρ, ὁ στρατηγὸς ὀγδοήκοντα γεγονὼς ἔτη μεθʼ ὑμῶν ἔσομαι.</q> τούτῳ δὴ τῷ τρόπῳ καὶ πρεσβείας διακοπτέον ἀκαίρους, συγκαταλέγοντα πολλοὺς τῶν ἀνεπιτηδείως ἐχόντων, καὶ κατασκευὰς ἀχρήστους, κελεύοντα συνεισφέρειν, καὶ δίκας ἀπρεπεῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δίκας καὶ ἀποδημίας</foreign> X versio. <foreign xml:lang="grc">ἀποδημίας</foreign> Coraes ib. <foreign xml:lang="grc">ἀτερπεῖς</foreign> idem</note>, 
<milestone n="20" unit="tlnum"/> ἀξιοῦντα συμπαρεῖναι καὶ συναποδημεῖν. πρώτους δὲ τοὺς γράφοντας τὰ τοιαῦτα καὶ παροξύνοντας <milestone n="819b" unit="stephpage" xml:id="stephpage-819b"/> ἕλκειν δεῖ καὶ παραλαμβάνειν ἢ γὰρ ἀναδυόμενοι τὴν πρᾶξιν αὐτοὶ διαλύειν δόξουσιν ἢ μεθέξουσι τῶν δυσχερῶν παρόντες. <milestone n="25" unit="tlnum"/> </p></div><div n="26" subtype="section" type="textpart"><p rend="indent">ὅπου μέντοι μέγα δεῖ τι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τι</foreign> *</note> περανθῆναι καὶ χρήσιμον ἀγῶνος δὲ πολλοῦ καὶ σπουδῆς δεόμενον, ἐνταῦθα πειρῶ τῶν φίλων αἱρεῖσθαι τοὺς κρατίστους <pb xml:id="v.5.p.113"/> ἢ τῶν κρατίστων τοὺς πραοτάτους· ἣκιστα γὰρ ἀντιπράξουσιν οὗτοι καὶ μάλιστα συνεργήσουσι, τὸ φρονεῖν ἄνευ τοῦ φιλονεικεῖν ἔχοντες. οὐ μὴν ἀλλὰ καὶ τῆς ἑαυτοῦ φύσεως ἔμπειρον ὄντα δεῖ πρὸς ὃ <milestone n="5" unit="tlnum"/> χείρων ἑτέρου πέφυκας αἱρεῖσθαι τοὺς μᾶλλον δυναμένους <milestone n="819c" unit="stephpage" xml:id="stephpage-819c"/> ἀντὶ τῶν ὁμοίων, ὡς ὁ Διομήδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Διομήδης</foreign>] cf. Hom. K 243</note> ἐπὶ τὴν κατασκοπὴν μεθʼ ἑαυτοῦ τὸν φρόνιμον εἵλετο, τοὺς ἀνδρείους παρελθών. καὶ γὰρ αἱ πράξεις μᾶλλον ἰσορροποῦσι καὶ τὸ φιλόνεικον οὐκ ἐγγίγνεται πρὸς 
<milestone n="10" unit="tlnum"/> ἀλλήλους τοῖς ἀφʼ ἑτέρων ἀρετῶν καὶ δυνάμεων φιλοτιμουμένοις. λάμβανε δὴ καὶ δίκης συνεργὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συνεργὸν</foreign>] <foreign xml:lang="grc">συνήγορον</foreign> W</note> καὶ πρεσβείας κοινωνόν, ἂν λέγειν μὴ δυνατὸς ᾖς, τὸν ῥητορικόν, ὡς Πελοπίδας Ἐπαμεινώνδαν κἂν ᾖς ἀπίθανος πρὸς ὁμιλίαν τῷ πλήθει καὶ ὑψηλός, <milestone n="15" unit="tlnum"/> ὡς Καλλικρατίδας, τὸν εὔχαριν καὶ θεραπευτικὸν κἂν ἀσθενὴς καὶ δύσεργος; τὸ σῶμα, τὸν φιλόπονον καὶ ῥωμαλέον, ὡς Νικίας Λάμαχον. οὕτω γὰρ ἂν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἂν</foreign> W</note> <milestone n="819d" unit="stephpage" xml:id="stephpage-819d"/> ἦν ὁ Γηρυόνης ζηλωτὸς ἔχων σκέλη πολλὰ καὶ χεῖρας καὶ ὀφθαλμούς, εἰ πάντα μιᾷ ψυχῇ διῴκει. 
<milestone n="20" unit="tlnum"/> τοῖς δὲ πολιτικοῖς ἔξεστι μὴ σώματα μηδὲ χρήματα μόνον, ἀλλὰ καὶ τύχας καὶ δυνάμεις καὶ ἀρετάς, ἂν ὁμονοῶσιν, εἰς μίαν χρείαν συντιθέντας εὐδοκιμεῖν μᾶλλον ἀπʼ ἄλλου περὶ τὴν αὐτὴν πρᾶξιν οὐχ ὥσπερ οἱ Ἀργοναῦται τὸν Ἡρακλέα καταλιπόντες <milestone n="25" unit="tlnum"/> ἠναγκάζοντο διὰ τῆς γυναικωνίτιδος κατᾳδόμενοι καὶ φαρμακευόμενοι σῴζειν ἑαυτοὺς καὶ κλέπτειν τὸ <milestone n="819e" unit="stephpage" xml:id="stephpage-819e"/> νάκος. χρυσὸν μὲν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign>] malim <foreign xml:lang="grc">μὲν γὰρ</foreign></note> εἰς ἔνια τῶν ἱερῶν εἰσιόντες <pb xml:id="v.5.p.114"/> ἔξω καταλείπουσι, σίδηρον δʼ ὡς ἁπλῶς εἰπεῖν εἰς οὐδὲν συνεισφέρουσιν. ἐπεὶ δὲ κοινόν ἐστιν ἱερὸν τὸ βῆμα Βουλαίου τε Διὸς καὶ Πολιέως καὶ Θέμιδος καὶ Δίκης, αὐτόθεν μὲν ἤδη φιλοπλουτίαν καὶ φιλοχρηματίαν, <milestone n="5" unit="tlnum"/> ὥσπερ σίδηρον μεστὸν ἰοῦ καὶ νόσημα τῆς ψυχῆς, ἀποδυσάμενος εἰς ἀγορὰς καπήλων ἢ δανειστῶν ἀπόρριψον, <quote rend="blockquote"><l>αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">ε</foreign> 250</note></quote> τὸν ἀπὸ δημοσίων χρηματιζόμενον ἡγούμενος ἀφʼ 
<milestone n="10" unit="tlnum"/> ἱερῶν κλέπτειν, ἀπὸ τάφων, ἀπὸ φίλων, ἐκ προδοσίας, ἀπὸ ψευδομαρτυρίας, σύμβουλον ἄπιστον εἶναι, δικαστὴν ἐπίορκον, ἄρχοντα δωροδόκον, οὐδεμιᾶς ἁπλῶς; καθαρὸν ἀδικίας. ὅθεν οὐ δεῖ πολλὰ περὶ <milestone n="819f" unit="stephpage" xml:id="stephpage-819f"/> τούτων λέγειν. <milestone n="15" unit="tlnum"/> </p></div><div n="27" subtype="section" type="textpart"><p rend="indent">ἡ δὲ φιλοτιμία, καίπερ οὖσα σοβαρωτέρα τῆς φιλοκερδείας, οὐκ ἐλάττονας ἔχει κῆρας ἐν πολιτείᾳ· καὶ γὰρ τὸ τολμᾶν αὐτῇ πρόσεστι μᾶλλον ἐμφύεται γὰρ οὐκ ἀργαῖς οὐδὲ ταπειναῖς ἀλλʼ ἐρρωμέναις μάλιστα καὶ νεανικαῖς προαιρέσεσι, καὶ τὸ 
<milestone n="20" unit="tlnum"/> παρὰ τῶν ὄχλων ῥόθιον πολλάκις συνεξαῖρον αὐτὴν <milestone n="820a" unit="stephpage" xml:id="stephpage-820a"/> καὶ συνεξωθοῦν τοῖς ἐπαίνοις ἀκατάσχετον ποιεῖ καὶ δυσμεταχείριστον. ὥσπερ οὖν ὁ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 416e</note> ἀκουστέον εἶναι τοῖς νέοις ἔλεγεν ἐκ παίδων εὐθύς, ὡς οὔτε περικεῖσθαι χρυσὸν αὐτοῖς ἔξωθεν οὔτε κεκτῆσθαι <milestone n="25" unit="tlnum"/> θέμις, οἰκεῖον ἐν τῇ ψυχῇ συμμεμιγμένον ἔχοντας, αἰνιττόμενος οἶμαι τὴν ἐκ γένους διατείνουσαν εἰς τὰς φύσεις αὐτῶν ἀρετήν· οὕτω <pb xml:id="v.5.p.115"/> παραμυθώμεθα τὴν φιλοτιμίαν, λέγοντες ἐν ἑαυτοῖς ἔχειν χρυσὸν ἀδιάφθορον καὶ ἀκήρατον καὶ ἄχραντον ὑπὸ φθόνου καὶ μώμου τιμήν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τιμὴν</foreign>] tollit Madvigius</note>, ἅμα λογισμῷ καὶ παραθεωρήσει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">ἀναθεωρήσει</foreign> W</note> τῶν πεπραγμένων ἡμῖν καὶ πεπολιτευμένων <milestone n="5" unit="tlnum"/> <milestone n="820b" unit="stephpage" xml:id="stephpage-820b"/> αὐξανόμενον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐξανομένην</foreign> R</note> διὸ μὴ δεῖσθαι γραφομένων τιμῶν ἢ πλαττομένων ἢ χαλκοτυπουμένων, ἐν αἷς καὶ τὸ εὐδοκιμοῦν ἀλλότριόν ἐστιν· ἐπαινεῖται γὰρ οὐχ ᾧ γέγονεν ἀλλʼ ὑφʼ οὗ γέγονεν ὡς ὁ σαλπικτὴς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">σαλπικτὴς</foreign> *: <foreign xml:lang="grc">σαλπιγκτὴς</foreign> </note> καὶ ὁ δορυφόρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὡς ὁ σαλπικτὴς καὶ ὁ δορυφόρος</foreign>] del. Madvigius, male. cf. Lehnardt (De loc. Plutarch. in artem spect. Regimonti 1883) qui p. 23 <foreign xml:lang="grc">τὸν δορυφόρον</foreign> Polycleti opus esse contendit, <foreign xml:lang="grc">τὸν σαλπικτὴν</foreign> autem ad Epigonum pertinere suspicatur</note>. ὁ δὲ Κάτων, ἤδη τότε τῆς Ῥώμης καταπιμπλαμένης 
<milestone n="10" unit="tlnum"/> ἀνδριάντων, οὐκ ἐῶν αὑτοῦ γενέσθαι <q>μᾶλλον</q> ἔφη <q>βούλομαι πυνθάνεσθαί τινας, διὰ τί μου ἀνδριὰς οὐ κεῖται ἢ διὰ τί κεῖται</q> καὶ γὰρ φθόνον ἔχει τὰ τοιαῦτα καὶ νομίζουσιν οἱ πολλοὶ τοῖς μὴ λαβοῦσιν αὐτοὶ χάριν ὀφείλειν, τοὺς δὲ <milestone n="15" unit="tlnum"/> λαβόντας αὑτοῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοῖς</foreign> Madvigius: <foreign xml:lang="grc">αὐτοῖς</foreign> </note> καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">καὶ</foreign>] <foreign xml:lang="grc">καὶ οὐ</foreign> idem, malim <foreign xml:lang="grc">κοὐ</foreign> </note> βαρεῖς εἶναι, οἷον ἐπὶ μισθῷ <milestone n="820c" unit="stephpage" xml:id="stephpage-820c"/> τὰς χρείας ἀπαιτοῦντας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">οἶον ἐπὶ ταῖς χρείαις μισθὸν ἀπαιτοῦντας</foreign>?</note>. ὥσπερ οὖν ὁ παραπλεύσας τὴν Σύρτιν εἶτʼ ἀνατραπεὶς περὶ τὸν πορθμὸν οὐδὲν μέγα πεποίηκεν οὐδὲ σεμνόν, οὕτως ὁ τὸ ταμιεῖον φυλαξάμενος καὶ τὸ δημοσιώνιον ἁλοὺς δὲ περὶ τὴν 
<milestone n="20" unit="tlnum"/> προεδρίαν ἢ τὸ πρυτανεῖον, ὑψηλῷ μὲν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign> R</note> προσέπταικεν ἀκρωτηρίῳ βαπτίζεται δʼ ὁμοίως. ἄριστος μὲν οὖν ὁ μηδενὸς δεόμενος τῶν τοιούτων ἀλλὰ φεύγων καὶ παραιτούμενος· ἂν δʼ ᾖ μὴ ῥᾴδιον δήμου τινὰ <pb xml:id="v.5.p.116"/> <milestone n="820d" unit="stephpage" xml:id="stephpage-820d"/> χάριν ἀπώσασθαι καὶ φιλοφροσύνην πρὸς τοῦτο ῥυέντος, ῶσπερ οὐκ ἀργυρίτην οὐδὲ δωρίτην ἀγῶνα πολιτείας ἀγωνιζομένοις ἀλλʼ ἱερὸν ὡς ἀληθῶς καὶ στεφανίτην, ἐπιγραφή τις ἀρκεῖ καὶ πινάκιον καὶ <milestone n="5" unit="tlnum"/> ψήφισμα καὶ θαλλός, ὡς Ἐπιμενίδης ἔλαβεν ἐξ ἀκροπόλεως καθήρας τὴν πόλιν. Ἀναξαγόρας δὲ τὰς διδομένας ἀφεὶς τιμὰς ᾐτήσατο τὴν ἡμέραν ἐκείνην, καθʼ ἣν ἂν τελευτήσῃ, τοὺς παῖδας ἀφιέναι παίζειν καὶ σχολάζειν ἀπὸ τῶν μαθημάτων. τοῖς δὲ τοὺς 
<milestone n="10" unit="tlnum"/>μάγους ἀνελοῦσιν ἑπτὰ Πέρσαις ἔδωκαν αὐτοῖς καὶ τοῖς ἀπʼ αὐτῶν γενομένοις εἰς τοὔμπροσθεν τὰ σκέλη συνάπτοντας τῇ κεφαλῇ τὴν τιάραν φέρειν· τοῦτο <milestone n="820e" unit="stephpage" xml:id="stephpage-820e"/> γὰρ ἐποιήσαντο σύμβολον, ὡς ἔοικε, χωροῦντες ἐπὶ τὴν πρᾶξιν. ἔχει δέ τι καὶ ἡ τοῦ Πιττακοῦ τιμὴ <milestone n="15" unit="tlnum"/> πολιτικόν· ἧς γὰρ ἐκτήσατο χώρας τοῖς πολίταις γῆν ὅσην ἐθέλοι λαβεῖν κελευσθεὶς ἔλαβε τοσαύτην, ὅσην ἐπῆλθε τὸ ἀκόντιον αὐτοῦ βαλόντος· ὁ δὲ Ῥωμαῖος Κόκλης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κόκλης</foreign> Basileensis: <foreign xml:lang="grc">πόπλιος</foreign> </note>, ὅσην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ib. <foreign xml:lang="grc">ὅσην</foreign> W: <foreign xml:lang="grc">ἣν</foreign> </note> ἡμέρᾳ μιᾷ χωλὸς ὢν περιήροσεν. οὐ γὰρ μισθὸν εἶναι δεῖ τῆς πράξεως 
<milestone n="20" unit="tlnum"/> ἀλλὰ σύμβολον τὴν τιμήν, ἵνα καὶ διαμένῃ πολὺν χρόνον, ὥσπερ ἐκεῖναι διέμειναν. τῶν δὲ Δημητρίου τοῦ Φαληρέως τριακοσίων ἀνδριάντων οὐδεὶς ἔσχεν <milestone n="820f" unit="stephpage" xml:id="stephpage-820f"/> ἰὸν οὐδὲ πίνον, ἀλλὰ πάντες ἔτι ζῶντος προανῃρὲθησαν· τοὺς δὲ Δημάδου κατεχώνευσαν εἰς ἀμίδας· <milestone n="25" unit="tlnum"/> καὶ πολλαὶ τοιαῦτα τιμαὶ πεπόνθασιν οὐ μοχθηρίᾳ τοῦ λαβόντος μόνον ἀλλὰ καὶ μεγέθει τοῦ δοθέντος δυσχερανθεῖσαι. διὸ κάλλιστον καὶ βεβαιότατον <pb xml:id="v.5.p.117"/> εὐτέλεια τιμῆς φυλακτήριον, αἱ δὲ μεγάλαι καὶ ὑπέρογκοι καὶ βάρος ἔχουσαι παραπλησίως τοῖς ἀσυμμέτροις ἀνδριᾶσι ταχὺ περιτρέπονται. </p></div><div n="28" subtype="section" type="textpart"><p rend="indent">ὀνομάζω δὲ νῦν τιμάς, ἃς οἱ πολλοὶ κατʼ <milestone n="5" unit="tlnum"/>Ἐμπεδοκλέα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Εμπεδοκλέα</foreign>] Mullach. 1 p. 3 vs. 112.</note> <quote rend="blockquote"><l>ᾗ θέμις οὐ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ᾗ θέμις οὐ</foreign> M: <foreign xml:lang="grc">ᾗ θέμις</foreign> libri. <foreign xml:lang="grc">εἶναι</foreign> p. 1113 b. ubi <foreign xml:lang="grc">εἰκαίως</foreign> Duebnerus</note> καλέουσι, νόμῳ δʼ ἐπίφημι καὶ αὐτός</l></quote> ἐπεὶ τὴν γʼ ἀληθινὴν τιμὴν καὶ χάριν ἱδρυμένην ἐν εὐνοίᾳ καὶ διαθέσει τῶν μεμνημένων οὐχ ὑπερόψεται <milestone n="821a" unit="stephpage" xml:id="stephpage-821a"/> πολιτικὸς ἀνήρ, οὐδέ γε δόξαν ἀτιμάσει 
<milestone n="10" unit="tlnum"/> φεύγων τὸ <q>τοῖς πέλας ἁνδάνειν,</q> ὡς ἠξίου Δημόκριτος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δημόκριτος</foreign>] Mullach. 1 p. 355</note>. οὐδὲ γὰρ κυνῶν ἀσπασμὸς οὐδʼ ἵππων εὔνοια θηραταῖς καὶ ἱπποτρόφοις ἀπόβλητον, ἀλλὰ καὶ χρήσιμον καὶ ἡδὺ συντρόφοις καὶ συνήθεσι ζῴοις τοιαύτην ἐνεργάσασθαι διάθεσιν πρὸς αὑτόν, οἵαν ὁ <milestone n="15" unit="tlnum"/>Λυσιμάχου κύων ἐπεδείκνυτο καὶ τῶν Ἀχιλλέως ἵππων ὁ ποιητὴς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁ ποιητὴς</foreign>] Hom. T 404</note> διηγεῖται περὶ τὸν Πάτροκλον οἶμαι δʼ ἂν καὶ τὰς μελίττας ἀπαλλάττειν βέλτιον, <milestone n="821b" unit="stephpage" xml:id="stephpage-821b"/> εἰ τοὺς τρέφοντας καὶ θεραπεύοντας ἀσπάζεσθαι καὶ προσίεσθαι μᾶλλον ἢ κεντεῖν καὶ χαλεπαίνειν ἐβούλοντο 
<milestone n="20" unit="tlnum"/> νυνὶ δὲ ταύτας μὲν καπνῷ κολάζουσιν, ἵππους δʼ ὑβριστὰς καὶ κύνας ἀποστάτας κλοιοῖς καὶ χαλινοῖς ἄγουσιν ἠναγκασμένους· ἄνθρωπον δʼ ἀνθρώπῳ χειροήθη καὶ πρᾶον ἑκουσίως οὐδὲν ἀλλʼ ἢ πίστις εὐνοίας καὶ καλοκαγαθίας δόξα καὶ δικαιοσύνης <milestone n="25" unit="tlnum"/> παρίστησιν. καὶ Δημοσθένης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δημοσθένης</foreign>] 6, 24</note> ὀρθῶς μέγιστον <pb xml:id="v.5.p.118"/> ἀποφαίνεται πρὸς τοὺς τυράννους φυλακτήριον ἀπιστίαν ταῖς πόλεσι· τοῦτο γὰρ μάλιστα τῆς ψυχῆς τὸ μέρος, ᾧ πιστεύομεν, ἁλώσιμόν ἐστιν. ὥσπερ οὖν τῆς Κασάνδρας ἀδοξούσης ἀνόνητος ἦν ἡ μαντικὴ <milestone n="5" unit="tlnum"/> τοῖς πολίταις <quote rend="blockquote"><l> ἄκραντα γάρ με φησίν ἔθηκε θεσπίζειν θεός<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 919</note>, <milestone n="821c" unit="stephpage" xml:id="stephpage-821c"/> </l><l> καὶ πρὸς παθόντων κἀν κακοῖσι κειμένων </l><l> σοφὴ κέκλημαι, πρὶν παθεῖν δὲ μαίνομαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μαίνομαι</foreign>] recte se habet i.e. <foreign xml:lang="grc">λέγουσί με μαίνεσθαι</foreign></note>·</l></quote> οὕτως ἡ πρὸς Ἀρχύταν πίστις καὶ πρὸς Βάττον 
<milestone n="10" unit="tlnum"/> εὔνοια τῶν πολιτῶν μεγάλα τοὺς χρωμένους αὐτοῖς διὰ τὴν δόξαν ὠφέλησε. καὶ τοῦτο μὲν πρῶτον καὶ μέγιστον ἔνεστι τῇ δόξῃ τῇ τῶν πολιτικῶν ἀγαθόν, ἡ πάροδον ἐπὶ τὰς πράξεις διδοῦσα πίστις· δεύτερον δʼ ὅτι πρὸς τοὺς βασκάνους καὶ πονηροὺς ὅπλον ἡ <milestone n="15" unit="tlnum"/> παρὰ τῶν πολλῶν εὔνοια τοῖς ἀγαθοῖς ἐστιν <quote rend="blockquote"><l> ὡς ὅτε μήτηρ </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Δ</foreign> 130</note><l> παιδὸς ἐέργει μυῖαν, ὅθʼ ἡδέι λέξεται ὕπνῳ,ʼ</l></quote> ἀπερύκουσα τὸν φθόνον καὶ πρὸς τὰς δυνάμεις ἐπανισοῦσα τὸν ἀγεννῆ τοῖς εὐπατρίδαις καὶ τὸν · 
<milestone n="20" unit="tlnum"/> πένητα τοῖς πλουσίοις καὶ τὸν ἰδιώτην τοῖς ἄρχουσι <milestone n="821d" unit="stephpage" xml:id="stephpage-821d"/> καὶ ὅλως, ὅταν ἀλήθεια καὶ ἀρετὴ προσγένηται, φορόν ἐστι πνεῦμα καὶ βέβαιον ἐπὶ τὴν πολιτείαν. σκόπει δὲ τὴν ἐναντίαν καταμανθάνων διάθεσιν ἐν τοῖς παραδείγμασι. τοὺς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοὺς</foreign>] <foreign xml:lang="grc">τὰς</foreign> Coraes</note> μὲν γὰρ Διονυσίου παῖδας <milestone n="25" unit="tlnum"/> καὶ τὴν γυναῖκα καταπορνεύσαντες οἱ περὶ τὴν Ἰταλίαν ἀνεῖλον, εἶτα καύσαντες τὰ σώματα τὴν τέφραν <pb xml:id="v.5.p.119"/> κατέσπειραν ἐκ πλοίου κατὰ τῆς θαλάττης. Μενάνδρου δέ τινος ἐν Βάκτροις ἐπιεικῶς βασιλεύσαντος <milestone n="821e" unit="stephpage" xml:id="stephpage-821e"/> εἶτʼ ἀποθανόντος ἐπὶ στρατοπέδου, τὴν μὲν ἄλλην ἐποιήσαντο κηδείαν κατὰ τὸ κοινὸν αἱ πόλεις, περὶ <milestone n="5" unit="tlnum"/> δὲ τῶν λειψάνων αὐτοῦ καταστάντες εἰς ἀγῶνα μόλις συνέβησαν, ὥστε νειμάμενοι μέρος ἴσον τῆς τέφρας ἀπελθεῖν, καὶ γενέσθαι μνημεῖα παρὰ πᾶσι τάνδρός<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">τοῦ ἀνδρός</foreign> </note>. αὖθις Ἀκραγαντῖνοι μὲν ἀπαλλαγέντες Φαλάριδος ἐψηφίσαντο μηδένα φορεῖν ἱμάτιον γλαύκινον· 
<milestone n="10" unit="tlnum"/> οἱ γὰρ ὑπηρέται τοῦ τυράννου γλαύκινον ἐχρῶντο περιζώμασι. Πέρσαι δʼ, ὅτι γρυπὸς ἦν ὁ Κῦρος, ἔτι καὶ νῦν ἐρῶσι τῶν γρυπῶν καὶ καλλίστους ὑπολαμβάνουσιν. </p></div><div n="29" subtype="section" type="textpart"><p rend="indent">οὕτως ἁπάντων ἐρώτων ἰσχυρότατος ἅμα <milestone n="15" unit="tlnum"/> καὶ θειότατός ἐστιν ὁ πόλεσι καὶ δήμοις πρὸς ἕνα διʼ ἀρετὴν ἐγγιγνόμενος· αἱ δʼ ἀπὸ θεάτρων ἢ νεμήσεων ἢ μονομάχων ψευδώνυμοι τιμαὶ καὶ ψευδομάρτυρες ἑταιρικαῖς ἐοίκασι κολακείαις ὄχλων, ἀεὶ τῷ διδόντι καὶ χαριζομένῳ προσμειδιώντων ἐφήμερὸν 
<milestone n="20" unit="tlnum"/> τινα καὶ ἀβέβαιον δόξαν. εὖ μὲν οὖν ὁ πρώτως<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρώτως</foreign> Duebnerus: <foreign xml:lang="grc">πρῶτος</foreign> </note> εἰπὼν καταλυθῆναι δῆμον ὑπὸ τοῦ πρώτου δεκάσαντος συνεῖδεν, ὅτι τὴν ἰσχὺν ἀποβάλλουσιν <milestone n="822a" unit="stephpage" xml:id="stephpage-822a"/> οἱ πολλοὶ τοῦ λαμβάνειν ἣττονες γενόμενοι δεῖ δὲ καὶ τοὺς δεκάζοντας οἴεσθαι καταλύειν ἑαυτούς, <milestone n="25" unit="tlnum"/> ὅταν ἀναλωμάτων μεγάλων ὠνούμενοι τὴν δόξαν ἰσχυροὺς ποιῶσι καὶ θρασεῖς τοὺς πολλούς, ὡς μέγα τι καὶ δοῦναι καὶ ἀφελέσθαι κυρίους ὄντας. <pb xml:id="v.5.p.120"/> </p></div><div n="30" subtype="section" type="textpart"><p rend="indent">οὐ μὴν διὰ τοῦτο μικρολογητέον ἐν τοῖς νενομισμένοις φιλοτιμήμασι, τῶν πραγμάτων εὐπορίαν παρεχόντων ὡς μᾶλλον οἱ πολλοὶ μὴ μεταδιδόντα τῶν ἰδίων πλούσιον ἢ πένητα τῶν δημοσίων <milestone n="5" unit="tlnum"/> κλέπτοντα διʼ ἔχθους ἔχουσιν, ὑπεροψίαν τοῦτο καὶ περιφρόνησιν αὑτῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτῶν</foreign> *: <foreign xml:lang="grc">αὐτῶν</foreign> </note> ἐκεῖνο δʼ ἀνάγκην ἡγούμενοι. <milestone n="822b" unit="stephpage" xml:id="stephpage-822b"/> γιγνέσθωσαν οὖν αἱ μεταδόσεις πρῶτον μὲν ἀντὶ μηδενός οὕτω γὰρ ἐκπλήττουσι καὶ χειροῦνται μᾶλλον τοὺς λαμβάνοντας· ἔπειτα σὺν καιρῷ πρόφασιν 
<milestone n="10" unit="tlnum"/> ἀστείαν καὶ καλὴν ἔχοντι, μετὰ τιμῆς θεοῦ πάντας ἀγούσης πρὸς εὐσέβειαν ἐγγίγνεται γὰρ ἅμα 1 τοῖς πολλοῖς ἰσχυρὰ διάθεσις καὶ δόξα τοῦ τὸ δαιμόνιον εἶναι μέγα καὶ σεμνόν, ὅταν, οὓς αὐτοὶ τιμῶσι καὶ μεγάλους νομίζουσιν, οὕτως ἀφειδῶς καὶ <milestone n="15" unit="tlnum"/> προθύμως περὶ τὸ θεῖον ὁρῶσι φιλοτιμουμένους ὥσπερ οὖν ὁ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Rep. p. 398 e</note> ἀφεῖλε τῶν παιδευομένων <milestone n="822c" unit="stephpage" xml:id="stephpage-822c"/> νέων τὴν ἁρμονίαν τὴν Λύδιον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Λύδιον</foreign>] malim <foreign xml:lang="grc">μιξολυδιστὶ</foreign></note> καὶ τὴν ἰαστί<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἰαστὶ</foreign>] cf. Plat. 1. 1.</note>, τὴν μὲν τὸ θρηνῶδες καὶ φιλοπενθὲς ἡμῶν ἐγείρουσαν τῆς ψυχῆς, τὴν δὲ τὸ πρὸς ἡδονὰς ὀλισθηρὸν καὶ 
<milestone n="20" unit="tlnum"/> ἀκόλαστον αὔξουσαν· οὕτω σὺ τῶν φιλοτιμιῶν ὅσαι τὸ φονικὸν καὶ θηριῶδες ἢ τὸ βωμολόχον καὶ ἀκόλαστον ἐρεθίζουσι καὶ τρέφουσι, μάλιστα μὲν ἐξέλαυνε τῆς πόλεως, εἰ δὲ μή, φεῦγε καὶ διαμάχου τοῖς πολλοῖς αἰτουμένοις τὰ τοιαῦτα θεάματα· χρηστὰς <milestone n="25" unit="tlnum"/> δὲ καὶ σώφρονας ἀεὶ ποιοῦ τῶν ἀναλωμάτων ὑποθέσεις, τὸ καλὸν ἢ τὸ ἀναγκαῖον ἐχούσας τέλος <pb xml:id="v.5.p.121"/> ἢ τὸ γοῦν ἡδὺ καὶ κεχαρισμένον ἄνευ βλάβης καὶ ὕβρεως προσούσης. <milestone n="822d" unit="stephpage" xml:id="stephpage-822d"/> </p></div><div n="31" subtype="section" type="textpart"><p rend="indent">ἂν δʼ τὰ τῆς οὐσίας μέτρια καὶ κέντρῳ καὶ διαστήματι περιγραφόμενα πρὸς τὴν χρείαν, <milestone n="5" unit="tlnum"/> οὔτʼ ἀγεννὲς οὔτε ταπεινὸν οὐδέν ἐστι πενίαν ὁμολογοῦντα ταῖς τῶν ἐχόντων ἐξίστασθαι φιλοτιμίαις, καὶ μὴ δανειζόμενον οἰκτρὸν ἅμα καὶ καταγέλαστον εἶναι περὶ τὰς λειτουργίας· οὐ γὰρ λανθάνουσιν ἐξασθενοῦντες ἢ φίλοις ἐνοχλοῦντες ἢ θωπεύοντες 
<milestone n="10" unit="tlnum"/> δανειστάς, ὥστε μὴ δόξαν αὐτοῖς μηδʼ ἰσχὺν ἀλλὰ μᾶλλον αἰσχύνην καὶ καταφρόνησιν ἀπὸ τῶν τοιούτων <milestone n="822e" unit="stephpage" xml:id="stephpage-822e"/> ἀναλωμάτων ὑπάρχειν. διὸ χρήσιμον ἀεὶ πρὸς τὰ, τοιαῦτα μεμνῆσθαι τοῦ Λαμάχου καὶ τοῦ Φωκίωνος· οὗτος μὲν γάρ, ἀξιούντων αὐτὸν ἐν θυσίᾳ <milestone n="15" unit="tlnum"/> τῶν Ἀθηναίων ἐπιδοῦναι καὶ κροτούντων πολλάκις <q>αἰσχυνοίμην ἄν</q> εἶπεν <q>ὑμῖν μὲν ἐπιδιδοὺς Καλλικλεῖ δὲ τούτῳ μὴ ἀποδιδούς,</q> δείξας τὸν δανειστήν. Λάμαχος δʼ ἐν τοῖς τῆς στρατηγίας ἀεὶ προσέγραφεν ἀπολογισμοῖς ἀργύριον εἰς κρηπῖδας αὑτῷ 
<milestone n="20" unit="tlnum"/> καὶ ἱμάτιον· Ἕρμωνι δὲ Θεσσαλοὶ φεύγοντι τὴν ἀρχὴν ὑπὸ πενίας ἐψηφίσαντο λάγυνον οἴνου κατὰ μῆνα διδόναι καὶ μέδιμνον ἀλφίτων ἀφʼ ἑκάστης τετράδος. οὕτως οὔτʼ ἀγεννές ἐστι πενίαν ὁμολογεῖν, <milestone n="822f" unit="stephpage" xml:id="stephpage-822f"/> οὔτε λείπονται πρὸς δύναμιν ἐν πόλεσι τῶν ἑστιώντων <milestone n="25" unit="tlnum"/> καὶ χορηγούντων οἱ πένητες, ἂν παρρησίαν ἀπʼ ἀρετῆς καὶ πίστιν ἔχωσι. δεῖ δὴ μάλιστα κρατεῖν ἑαυτῶν ἐν τοῖς τοιούτοις καὶ μήτʼ εἰς πεδία καταβαίνειν πεζὸν ἱππεῦσι μαχούμενον μήτʼ ἐπὶ στάδια <pb xml:id="v.5.p.122"/> δόξης καὶ δυναστείας διαγωνιζόμενον ἀλλʼ ἀπʼ ἀρετῆς καὶ φρονήματος ἀεὶ μετὰ λόγου πειρωμένοις ἄγειν τὴν πόλιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλʼ ἀπʼ ἀρετῆς καὶ φρονήματος ἀμεταβόλου πειθοῦς ἡνίοις</foreign> (vel <foreign xml:lang="grc">ἡνίαις</foreign>) <foreign xml:lang="grc">ἄγειν τὴν πόλιν</foreign> Madvigius. Sed <foreign xml:lang="grc">πειρωμένοις</foreign> iung. cum <foreign xml:lang="grc">διαγωνιζόμενον</foreign> ac nihil nisi corrig. <foreign xml:lang="grc">ἀλλ</foreign>[<foreign xml:lang="grc">Ὰ τοῖς</foreign>] <foreign xml:lang="grc">Ἀπʼ ἀρετῆς καὶ φρον. ἀεὶ μετὰ λόγου</foreign> (aut <foreign xml:lang="grc">ἀμεταβόλου</foreign>) <foreign xml:lang="grc">πειρωμένοις</foreign> cett.</note>, οἷς οὐ μόνον τὸ καλὸν καὶ τὸ <milestone n="823a" unit="stephpage" xml:id="stephpage-823a"/> σεμνὸν ἀλλὰ καὶ τὸ κεχαρισμένον καὶ ἀγωγὸν <milestone n="5" unit="tlnum"/> ἔνεστι <q>Κροισείων αἱρετώτερον στατήρων,</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Polluc. 3, 87. 9, 84 et Pape lexicon in. v. <foreign xml:lang="grc">Κροῖσος</foreign>. Sed fort. <foreign xml:lang="grc">ἐρατώτερον</foreign> aut <foreign xml:lang="grc">αἱρετώτερον</foreign> Plutarchi verbum est</note> οὐ γὰρ αὐθάδης οὐδʼ ἐπαχθὴς ὁ χρηστὸς οὐδʼ αὐθέκαστός ἐστιν ὁ σώφρων ἀνὴρ καὶ <quote rend="blockquote"><l> στείχει πολίταις ὄμμʼ ἔχων ἰδεῖν πικρόν</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 919</note></quote> ἀλλὰ πρῶτον μὲν εὐπροσήγορος καὶ κοινὸς ὢν πελάσαι 
<milestone n="10" unit="tlnum"/> καὶ προσελθεῖν ἅπασιν, οἰκίαν τε παρέχων ἄκλειστον ὡς λιμένα φύξιμον ἀεὶ τοῖς χρῄζουσι, καὶ τὸ κηδεμονικὸν καὶ φιλάνθρωπον οὐ χρείαις οὐδὲ πράξεσι μόνον ἀλλὰ καὶ τῷ συναλγεῖν πταίουσι <milestone n="823b" unit="stephpage" xml:id="stephpage-823b"/> καὶ κατορθοῦσι συγχαίρειν ἐπιδεικνύμενος οὐδαμῆ <milestone n="15" unit="tlnum"/> δὲ λυπηρὸς οὐδʼ ἐνοχλῶν οἰκετῶν πλήθει περὶ λουτρὸν ἢ καταλήψεσι τόπων ἐν θεάτροις οὐδὲ τοῖς εἰς τρυφὴν καὶ πολυτέλειαν ἐπιφθόνοις παράσημος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιφθόνοις παρασήμοις</foreign> R. Malim <foreign xml:lang="grc">ἐπιφθόνοις παρασήμων</foreign>, nam optimi exhibent <foreign xml:lang="grc">παράσιμον</foreign> vel <foreign xml:lang="grc">παράσημον</foreign> </note>· ἀλλʼ ἴσος καὶ ὁμαλὸς ἐσθῆτι καὶ διαίτῃ καὶ τροφαῖς παίδων καὶ θεραπείᾳ γυναικός, οἷον ὁμοδημεῖν καὶ 
<milestone n="20" unit="tlnum"/> συνανθρωπεῖν τοῖς πολλοῖς βουλόμενος. ἔπειτα σύμβουλον εὔνουν καὶ συνήγορον ἄμισθον καὶ <pb xml:id="v.5.p.123"/> διαλλακτὴν εὐμενῆ πρὸς γυναῖκας ἀνδρῶν καὶ φίλων πρὸς ἀλλήλους παρέχων ἑαυτὸν οὐ μικρὸν ἡμέρας μέρος ἐπὶ τοῦ βήματος ἢ τοῦ λογείου πολιτευόμενος, εἶτʼ ἤδη πάντα τὸν ἄλλον βίον <milestone n="5" unit="tlnum"/> <milestone n="823c" unit="stephpage" xml:id="stephpage-823c"/> <quote rend="blockquote"><l>ἕλκων ἐφʼ αὑτὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτὸν</foreign> M: <foreign xml:lang="grc">ἑαυτὸν</foreign> </note> ὥστε καικίας νέφη</l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 853. Kock. 3 p. 612</note></quote> τὰς χρείας καὶ τὰς οἰκονομίας πανταχόθεν ἀλλὰ δημοσιεύων ἀεὶ ταῖς φροντίσι, καὶ τὴν πολιτείαν βίον καὶ πρᾶξιν οὐκ ἀσχολίαν ὥσπερ οἱ πολλοὶ καὶ λειτουργίαν ἡγούμενος, πᾶσι τούτοις καὶ τοῖς τοιούτοις 
<milestone n="10" unit="tlnum"/> ἐπιστρέφει καὶ προσάγεται τοὺς πολλούς, νόθα καὶ κίβδηλα τὰ τῶν ἄλλων θωπεύματα καὶ δελεάσματα πρὸς τὴν τούτου κηδεμονίαν καὶ φρόνησιν ὁρῶντας. οἱ μὲν γὰρ Δημητρίου κόλακες οὐκ ἠξίουν βασιλεῖς τοὺς ἄλλους προσαγορεύειν, ἀλλὰ τὸν μὲν <milestone n="15" unit="tlnum"/>Σέλευκον ἐλεφαντάρχην τὸν δὲ Λυσίμαχον γαζοφύλακα <milestone n="823d" unit="stephpage" xml:id="stephpage-823d"/> τὸν δὲ Πτολεμαῖον ναύαρχον ἐκάλουν, τὸν δʼ Ἀγαθοκλέα νησιάρχην· οἱ δὲ πολλοί, κἂν ἐν ἀρχῇ τὸν ἀγαθὸν καὶ φρόνιμον ἀπορρίψωσιν, ὕστερον καταμανθάνοντες τὴν ἀλήθειαν αὐτοῦ καὶ τὸ ἦθος 
<milestone n="20" unit="tlnum"/> τοῦτον ἡγοῦνται μόνον πολιτικὸν καὶ δημοτικὸν καὶ ἄρχοντα, τῶν δʼ ἄλλων τὸν μὲν χορηγὸν τὸν δʼ ἑστιάτορα τὸν δὲ γυμνασίαρχον καὶ νομίζουσι καὶ καλοῦσιν. εἶθʼ ὥσπερ ἐν τοῖς συμποσίοις; Καλλίου δαπανῶντος ἢ Ἀλκιβιάδου, Σωκράτης ἀκούεται καὶ <milestone n="25" unit="tlnum"/> πρὸς Σωκράτην πάντες ἀποβλέπουσιν, οὕτως ἐν ταῖς <milestone n="823e" unit="stephpage" xml:id="stephpage-823e"/> ὑγιαινούσαις πόλεσιν Ἰσμηνίας μὲν ἐπιδίδωσι καὶ δειπνίζει Λίχας καὶ χορηγεῖ Νικήρατος, <pb xml:id="v.5.p.124"/> Ἐπαμεινώνδας δὲ καὶ Ἀριστείδης καὶ Λύσανδρος καὶ ἄρχουσι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ἄρχουσι</foreign>] <foreign xml:lang="grc">ἄρχουσι</foreign> R. Fort. excidit aliquid</note> καὶ πολιτεύονται καὶ στρατηγοῦσι. πρὸς ἃ χρὴ βλέποντα μὴ ταπεινοῦσθαι μηδʼ ἐκπεπλῆχθαι τὴν ἐκ θεάτρων καὶ ὀπτανείων καὶ πολυανδρίων προσισταμένην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προσγενομένην τοῖς ὀχλαγωγοῖς</foreign> W. Praestat vulgata</note> <milestone n="5" unit="tlnum"/> τοῖς ὄχλοις δόξαν, ὡς ὀλίγον χρόνον ἐπιζῶσαν καὶ τοῖς μονομάχοις καὶ ταῖς σκηναῖς ὁμοῦ συνδιαλυομένην, ἔντιμον δὲ μηδὲν μηδὲ σεμνὸν ἔχουσαν. <milestone n="823f" unit="stephpage" xml:id="stephpage-823f"/> </p></div><div n="32" subtype="section" type="textpart"><p rend="indent">οἱ μὲν οὖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὖν</foreign>] om. mei</note> ἔμπειροι θεραπείας καὶ τροφῆς 
<milestone n="10" unit="tlnum"/> μελιττῶν τὸν μάλιστα βομβοῦντα τῶν σίμβλων καὶ θορύβου μεστὸν τοῦτον εὐθηνεῖν καὶ ὑγιαίνειν νομίζουσιν ᾧ δὲ τοῦ λογικοῦ καὶ πολιτικοῦ σμήνους ἐπιμέλειαν ἔχειν ὁ θεὸς ἔδωκεν, ἡσυχίᾳ μάλιστα καὶ πραότητι δήμου τεκμαιρόμενος εὐδαιμονίαν τὰ <milestone n="15" unit="tlnum"/> μὲν ἄλλα τοῦ Σόλωνος ἀποδέξεται καὶ· μιμήσεται κατὰ δύναμιν, ἀπορήσει δὲ καὶ θαυμάσει τί παθὼν ἐκεῖνος ὁ ἀνὴρ ἔγραψεν ἄτιμον εἶναι τὸν ἐν στάσει <milestone n="824a" unit="stephpage" xml:id="stephpage-824a"/> πόλεως μηδετέροις προσθέμενον. οὔτε γὰρ σώματι νοσοῦντι γίγνεται μεταβολῆς ἀρχὴ πρὸς τὸ ὑγιαίνειν 
<milestone n="20" unit="tlnum"/> ἀπὸ τῶν συννοσούντων μερῶν, ἀλλʼ ὅταν ἡ παρὰ τοῖς ἐρρωμένοις ἰσχύσασα κρᾶσις ἐκστήσῃ τὸ παρὰ φύσιν· ἔν τε δήμῳ στασιάσαντι μὴ δεινὴν μηδʼ ὀλέθριον στάσιν ἀλλὰ παυσομένην ποτὲ δεῖ τὸ ἀπαθὲς καὶ τὸ ὑγιαῖνον ἐγκεκρᾶσθαι πολὺ καὶ <milestone n="25" unit="tlnum"/> παραμένειν καὶ συνοικεῖν· ἐπιρρεῖ γὰρ τούτῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τούτῳ</foreign>] <foreign xml:lang="grc">οὕτω</foreign> M</note> τὸ οἰκεῖον ἐκ τῶν σωφρονούντων καὶ δίεισι διὰ τοῦ <pb xml:id="v.5.p.125"/> νενοσηκότος αἱ δὲ διʼ ὅλων ἀναταραχθεῖσαι πόλεις κομιδῇ διεφθάρησαν, ἂν μή τινος ἀνάγκης ἔξωθεν <milestone n="824b" unit="stephpage" xml:id="stephpage-824b"/> τυχοῦσαι καὶ κολάσεως ὑπὸ κακῶν βίᾳ σωφρονήσωσιν. οὐ μὴν ἀναίσθητον οὐδʼ ἀνάλγητον ἐν στάσει <milestone n="5" unit="tlnum"/> καθῆσθαι προσήκει τὴν περὶ αὑτὸν ἀταραξίαν ὑμνοῦντα καὶ τὸν ἀπράγμονα καὶ μακάριον βίον, ἐν ἑτέροις ἐπιτερπόμενον ἀγνωμονοῦσιν ἀλλʼ ἐνταῦθα δεῖ μάλιστα τὸν Θηραμένους κόθορνον ὑποδούμενον ἀμφοτέροις ὁμιλεῖν καὶ μηδετέροις προστίθεσθαι 
<milestone n="10" unit="tlnum"/> δόξεις γὰρ οὐχὶ τῷ μὴ συναδικεῖν ἀλλότριος ἀλλὰ τῷ βοηθεῖν κοινὸς εἶναι πάντων καὶ τὸ μὴ συνατυχεῖν οὐχ ἕξει φθόνον, ἂν πᾶσι φαίνῃ συναλγῶν ὁμοίως. κράτιστον δὲ προνοεῖν, <milestone n="824c" unit="stephpage" xml:id="stephpage-824c"/> ὅπως μηδέποτε στασιάζωσι, καὶ τοῦτο τῆς πολιτικῆς <milestone n="15" unit="tlnum"/> ὥσπερ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὥσπερ</foreign>] add. <foreign xml:lang="grc">πέρας</foreign> Madvigius; nihil opus</note> τέχνης μέγιστον ἡγεῖσθαι καὶ κάλλιστον. ὅρα γάρ, ὅτι τῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅτι τῶν</foreign>] <foreign xml:lang="grc">ὄντων</foreign> R. Malim <foreign xml:lang="grc">ὅτι τῶν μεγίστων ἀγαθῶν ὄντων</foreign> </note> μεγίστων ἀγαθῶν ταῖς πόλεσιν, εἰρήνης ἐλευθερίας εὐετηρίας εὐανδρίας ὁμονοίας, πρὸς μὲν εἰρήνην οὐδὲν οἱ δῆμοι τῶν πολιτικῶν ἔν γε τῷ παρόντι χρόνῳ δέονται πέφευγε γὰρ ἐξ ἡμῶν 
<milestone n="20" unit="tlnum"/> καὶ ἠφάνισται πᾶς μὲν Ἕλλην πᾶς δὲ βάρβαρος πόλεμος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πᾶς μὲν Ἑλλην πᾶς δὲ βάρβαρος πόλεμος</foreign>] cf. Thuc. 2, 36: <foreign xml:lang="grc">βάρβαρον ἢ Ἑλληνα πόλεμον ἐπιόντα</foreign>, sed Thucyd. interpretes locum Plutarcheum neglexerunt</note>· ἐλευθερίας δʼ ὅσον οἱ κρατοῦντες νέμουσι τοῖς δήμοις μέτεστι καὶ τὸ πλέον ἴσως οὐκ ἄμεινον· εὐφορίαν δὲ γῆς ἄφθονον εὐμενῆ τε κρᾶσιν ὡρῶν καὶ τίκτειν γυναῖκας <q>ἐοικότα τέκνα γονεῦσι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Hes. OD 233</note> <pb xml:id="v.5.p.126"/></q> <milestone n="824d" unit="stephpage" xml:id="stephpage-824d"/> καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> add. R</note> σωτηρίαν τοῖς γεννωμένοις εὐχόμενος ὅ γε σώφρων αἰτήσεται παρὰ θεῶν τοῖς ἑαυτοῦ πολίταις. λείπεται δὴ τῷ πολιτικῷ μόνον ἐκ τῶν ὑποκειμένων ἔργων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔργον</foreign> Coraes</note>, ὃ μηδενὸς ἔλαττόν ἐστι τῶν ἀγαθῶν, <milestone n="5" unit="tlnum"/> ὁμόνοιαν ἐμποιεῖν καὶ φιλίαν ἀεὶ τοῖς συνοικοῦσιν, ἔριδας δὲ καὶ διχοφροσύνας καὶ δυσμένειαν ἐξαιρεῖν ἅπασαν, ὥσπερ ἐν φίλων διαφοραῖς, τὸ μᾶλλον οἰόμενον ἀδικεῖσθαι μέρος ἐξομιλοῦντα πρότερον καὶ συναδικεῖσθαι δοκοῦντα καὶ συναγανακτεῖν, εἶθʼ 
<milestone n="10" unit="tlnum"/> οὕτως ἐπιχειροῦντα πραΰνειν καὶ διδάσκειν ὅτι τῶν βιάζεσθαι καὶ νικᾶν ἐριζόντων · οἱ παρέντες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρέντες</foreign> X: <foreign xml:lang="grc">παρόντες</foreign>. Sed malim <foreign xml:lang="grc">παριέντες</foreign> </note> οὐκ <milestone n="824e" unit="stephpage" xml:id="stephpage-824e"/> ἐπιεικείᾳ καὶ ἤθει μόνον ἀλλὰ καὶ φρονήματι καὶ μεγέθει ψυχῆς διαφέρουσι, καὶ μικρὸν ὑφιέμενοι νικῶσιν ἐν τοῖς καλλίστοις καὶ μεγίστοις· ἔπειτα <milestone n="15" unit="tlnum"/> καὶ καθʼ ἕνα καὶ κοινῇ διδάσκοντα καὶ φράζοντα τὴν τῶν Ἑλληνικῶν πραγμάτων ἀσθένειαν, ἧς ἓν ἀπολαῦσαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἓν ἀπολαῦσαι</foreign> Madvigius: <foreign xml:lang="grc">ἐναπολαῦσαι</foreign> </note> ἄμεινόν ἐστι τοῖς εὖ φρονοῦσι, μεθʼ ἡσυχίας καὶ ὁμονοίας καταβιῶναι, μηδὲν ἐν μέσῳ τῆς τύχης ἆθλον ὑπολελοιπυίας. τίς γὰρ ἡγεμονία, 
<milestone n="20" unit="tlnum"/> τίς δόξα τοῖς περιγενομένοις; ποία δύναμις, ἣν μικρὸν ἀνθυπάτου διάταγμα κατέλυσεν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐ κατέλυσεν</foreign> W</note> ἢ μετέστησεν <milestone n="824f" unit="stephpage" xml:id="stephpage-824f"/> εἰς ἄλλον, οὐδὲν οὐδʼ ἂν παραμένῃ σπουδῆς ἄξιον ἔχουσαν; ἐπεὶ δέ, ὥσπερ ἐμπρησμὸς οὐ πολλάκις ἐκ τόπων ἱερῶν ἄρχεται καὶ δημοσίων, ἀλλὰ <milestone n="25" unit="tlnum"/> λύχνος τις ἐν οἰκίᾳ παραμεληθεὶς ἢ συρφετὸς διακαεὶς ἀνῆκε φλόγα πολλὴν καὶ δημοσίαν φθορὰν <pb xml:id="v.5.p.127"/> ἀπεργασαμένην, οὕτως οὐκ ἀεὶ στάσιν πόλεως αἱ <milestone n="825a" unit="stephpage" xml:id="stephpage-825a"/> περὶ τὰ κοινὰ φιλονεικίαι διακάουσιν, ἀλλὰ πολλάκις ἐκ πραγμάτων καὶ προσκρουμάτων ἰδίων εἰς δημόσιον αἱ διαφοραὶ προελθοῦσαι συνετάραξαν <milestone n="5" unit="tlnum"/> ἅπασαν τὴν πόλιν· οὐδενὸς ἧττον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">ab <foreign xml:lang="grc">οὐδενὸς ἧττον</foreign> incipit apodosis</note> τῷ πολιτικῷ προσήκει ταῦτʼ ἰᾶσθαι καὶ προκαταλαμβάνειν, ὅπως τὰ μὲν οὐδʼ ὅλως ἔσται τὰ δὲ παύσεται ταχέως, τὰ δʼ οὐ λήψεται μέγεθος οὐδʼ ἅψεται τῶν δημοσίων, ἀλλʼ ἐν αὐτοῖς μενεῖ τοῖς διαφερομένοις, αὐτόν τε προσέχοντα 
<milestone n="10" unit="tlnum"/> καὶ φράζοντα τοῖς ἄλλοις, ὡς ἴδια κοινῶν καὶ μικρὰ μεγάλων αἴτια καθίσταται παροφθέντα καὶ μὴ τυχόντα θεραπείας ἐν ἀρχῇ μηδὲ παρηγορίας· <milestone n="825b" unit="stephpage" xml:id="stephpage-825b"/>οἷον ἐν Δελφοῖς ὁ μέγιστος λέγεται γενέσθαι νεωτερισμὸς ὑπὸ Κράτητος, οὗ μέλλων θυγατέρα <milestone n="15" unit="tlnum"/> γαμεῖν Ὀρσίλαος ὁ Φάλιδος, εἶτα, τοῦ κρατῆρος αὐτομάτως ἐπὶ ταῖς σπονδαῖς μέσου ῥαγέντος, οἰωνισάμενος καὶ καταλιπὼν τὴν νύμφην ἀπῆλθε μετὰ τοῦ πατρός· ὁ δὲ Κράτης ὀλίγον ὕστερον θύουσιν αὐτοῖς ὑποβαλὼν χρυσίον τι τῶν ἱερῶν κατεκρήμνισε 
<milestone n="20" unit="tlnum"/> τὸν Ὀρσίλαον καὶ τὸν ἀδελφὸν ἀκρίτους, καὶ πάλιν τῶν φίλων τινὰς καὶ οἰκείων ἱκετεύοντας ἐν τῷ ἱερῷ τῆς Προναίας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Kaltwasserus: <foreign xml:lang="grc">προνοίας</foreign> </note> ἀνεῖλε· πολλῶν δὲ τοιούτων γενομένων, ἀποκτείναντες οἱ Δελφοὶ τὸν Κράτητα <milestone n="825c" unit="stephpage" xml:id="stephpage-825c"/> καὶ τοὺς συστασιάσαντας ἐκ τῶν χρημάτων ἐναγικῶν <milestone n="25" unit="tlnum"/> προσαγορευθέντων τοὺς κάτω ναοὺς ἀνῳκοδόμησαν. ἐν δὲ Συρακούσαις δυεῖν νεανίσκων συνήθων ὁ μὲν τὸν ἐρώμενον τοῦ ἑτέρου λαβὼν φυλάσσειν <pb xml:id="v.5.p.128"/> διέφθειρεν ἀποδημοῦντος, ὁ δʼ ἐκείνῳ πάλιν ὥσπερ ἀνταποδιδοὺς ὕβριν ἐμοίχευσε τὴν γυναῖκα τῶν δὲ πρεσβυτέρων τις εἰς βουλὴν παρελθὼν ἐκέλευσεν ἀμφοτέρους ἐλαύνειν, πρὶν ἀπολαῦσαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Coraes: <foreign xml:lang="grc">ἀπολέσαι</foreign> </note> καὶ ἀναπλησθῆναι <milestone n="5" unit="tlnum"/> τὴν πόλιν ἀπʼ αὐτῶν τῆς ἔχθρας· οὐ μὴν ἔπεισεν, ἀλλʼ ἐκ τούτου στασιάσαντες ἐπὶ συμφοραῖς <milestone n="825d" unit="stephpage" xml:id="stephpage-825d"/> μεγάλαις τὴν ἀρίστην πολιτείαν ἀνέτρεψαν. ἔχεις δὲ δήπου καὶ αὐτὸς οἰκεῖα παραδείγματα, τὴν Παρδάλα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">παρδάλαου</foreign> </note> πρὸς Τυρρηνὸν ἔχθραν, ὡς ὀλίγον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Benseler.: <foreign xml:lang="grc">ὀλίγου</foreign> </note> ἐδέησεν 
<milestone n="10" unit="tlnum"/> ἀνελεῖν τὰς Σάρδεις, ἐξ αἰτιῶν μικρῶν καὶ ἰδίων εἰς ἀπόστασιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">στάσιν</foreign> R</note> καὶ πόλεμον ἐμβαλοῦσα. διὸ χρὴ μὴ καταφρονεῖν τὸν πολιτικὸν ὥσπερ ἐν σώματι προσκρουμάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">*: <foreign xml:lang="grc">προσκρουσμάτων</foreign> </note> διαδρομὰς ὀξείας ἐχόντων, ἀλλʼ ἐπιλαμβάνεσθαι καὶ πιέζειν καὶ βοηθεῖν· προσοχῇ γάρ, <milestone n="15" unit="tlnum"/> ὥς φησιν ὁ Κάτων, καὶ τὸ μέγα γίγνεται μικρὸν καὶ τὸ μικρὸν εἰς τὸ μηδὲν ἄγεται. μηχανὴ δʼ ἐπὶ ταῦτα πειθοῦς οὐκ ἔστι μείζων ἢ τὸ παρέχειν ἑαυτὸν <milestone n="825e" unit="stephpage" xml:id="stephpage-825e"/> ἐν ταῖς ἰδίαις διαφοραῖς ἥμερον διαλλακτήν, ἀμήνιτον, ἐπὶ τῶν πρώτων αἰτιῶν μένοντα καὶ· μηδενὶ 
<milestone n="20" unit="tlnum"/> προστιθέντα φιλονεικίαν μηδʼ ὀργὴν μηδʼ ἄλλο πάθος ἐμποιοῦν τραχύτητα καὶ πικρίαν τοῖς ἀναγκαίοις ἀμφισβητήμασι. τῶν μὲν ἐν ταῖς παλαίστραις διαμαχθμένων ἑπισφαίροις περιδέουσι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπισφαίροις περιδέουσι</foreign>] cf. Plat. de Legg. p. 830 b</note> τὰς χεῖρας, ὅπως εἰς ἀνήκεστον ἡ ἅμιλλα μηδὲν ἐκπίπτῃ, μαλακὴν <milestone n="25" unit="tlnum"/> ἔχουσα τὴν πληγὴν καὶ ἄλυπον ἐν δὲ ταῖς κρίσεσι καὶ ταῖς δίκαις πρὸς τοὺς πολίτας ἄμεινὸν <pb xml:id="v.5.p.129"/> ἐστι καθαραῖς καὶ ψιλαῖς ταῖς αἰτίαις χρώμενον ἀγωνίζεσθαι, καὶ μὴ καθάπερ βέλη τὰ πράγματα <milestone n="825f" unit="stephpage" xml:id="stephpage-825f"/> χαράσσοντα καὶ φαρμάσσοντα ταῖς βλασφημίαις καὶ ταῖς κακοηθείαις καὶ ταῖς ἀπειλαῖς ἀνήκεστα καὶ <milestone n="5" unit="tlnum"/> μεγάλα καὶ δημόσια ποιεῖν. ὁ γὰρ οὕτω προσφερόμενος τοῖς καθʼ αὑτὸν ὑπηκόους ἕξει καὶ τοὺς ἄλλους· αἱ δὲ περὶ τὰ δημόσια φιλοτιμίαι, τῶν ἰδίων ὑφαιρουμένων ἀπεχθειῶν, εὐτελεῖς γίγνονται καὶ δυσχερὲς οὐδὲν οὐδʼ ἀνήκεστον ἐπιφέρουσιν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>