<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2:5-8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2:5-8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2"><div type="textpart" subtype="section" n="5"><p rend="indent">καὶ γὰρ εἰ ζητεῖ πάντως ἡ φύσις τὸ ἡδὺ καὶ τὸ χαίρειν, τὸ μὲν σῶμα τῶν γερόντων ἀπείρηκε <milestone unit="tlnum" n="25"/> πρὸς πάσας, πλὴν ὀλίγων τῶν ἀναγκαίων, τὰς ἡδονάς, καὶ οὐχ ἡ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 369</note> <pb xml:id="v.5.p.29"/> μόνον, ὡς Εὐριπίδης φησίν, ἀλλὰ καὶ τὰς περὶ <milestone unit="stephpage" xml:id="stephpage-786b" n="786b"/> πόσιν καὶ βρῶσιν ἐπιθυμίας ἀπημβλυμμένας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">*: <foreign xml:lang="grc">ἀπημβλυμένας</foreign> </note> τὰ πολλὰ καὶ νωδὰς κατέχοντες μόλις οἷον ἐπιθήγουσι καὶ χαράττουσιν ἐν δὲ τῇ ψυχῇ παρασκευαστέον <milestone unit="tlnum" n="5"/> ἡδονὰς οὐκ ἀγεννεῖς οὐδʼ ἀνελευθέρους, ὡς Σιμωνίδης ἔλεγε πρὸς τοὺς ἐγκαλοῦντας αὐτῷ φιλαργυρίαν, ὅτι τῶν ἄλλων ἀπεστερημένος διὰ τὸ γῆρας ἡδονῶν ὑπὸ μιᾶς ἔτι γηροβοσκεῖται τῆς ἀπὸ τοῦ κερδαίνειν. ἀλλʼ ἡ πολιτεία καλλίστας μὲν ἡδονὰς <milestone unit="tlnum" n="10"/> ἔχει καὶ μεγίστας, αἷς καὶ τοὺς θεοὺς εἰκός ἐστιν ἢ μόναις ἢ μάλιστα χαίρειν· αὗται δʼ εἰσίν, ἃς τὸ εὖ ποιεῖν καὶ καλόν τι πράττειν ἀναδίδωσιν. εἰ γὰρ Νικίας ὁ ζῳγράφος οὕτως; ἔχαιρε τοῖς τῆς τέχνης <milestone unit="stephpage" xml:id="stephpage-786c" n="786c"/> ἔργοις, ὥστε τοὺς οἰκέτας ἐρωτᾶν πολλάκις, εἰ λέλουται καὶ  
<milestone unit="tlnum" n="15"/> ἠρίστηκεν Ἀρχιμήδην δὲ τῇ σανίδι προσκείμενον ἀποσπῶντες βίᾳ καὶ ἀποδύοντες ἤλειφον οἱ θεράποντες, ὁ δʼ ἐπὶ τοῦ σώματος ἀληλιμμένου διέγραφε τὰ σχήματα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><title rend="italic">Vit. Galb</title>. c. 16: <foreign xml:lang="grc">κανὸς</foreign></note> Κάνος δʼ ὁ αὐλητής, ὃν καὶ σὺ γιγνώσκεις, ἔλεγεν ἀγνοεῖν τοὺς ἀνθρώπους, <milestone unit="tlnum" n="20"/> ὅτῳ μᾶλλον αὑτὸν αὐλῶν ἢ ἑτέρους εὐφραίνει λαμβάνειν γὰρ ἂν μισθὸν οὐ διδόναι τοὺς ἀκούειν ἐθέλοντας ἆρʼ οὐκ ἐπινοοῦμεν, ἡλίκας ἡδονὰς αἱ ἀρεταὶ τοῖς χρωμένοις ἀπὸ τῶν καλῶν πράξεων καὶ τῶν κοινωνικῶν ἔργων καὶ φιλανθρώπων παρασκευάζουσιν, <milestone unit="tlnum" n="25"/> οὐ κνῶσαι οὐδὲ θρύπτουσαι, ὥσπερ αἱ εἰς σάρκα λεῖαι καὶ προσηνεῖς γινόμεναι κινήσεις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">κνήσεις</foreign> R</note>; <milestone unit="stephpage" xml:id="stephpage-786d" n="786d"/> ἀλλʼ αὗται μὲν οἰστρῶδες καὶ ἀβέβαιον καὶ <pb xml:id="v.5.p.30"/> μεμιγμένον σφυγμῷ τὸ γαργαλίζον ἔχουσιν, αἱ δʼ, ἐπὶ τοῖς καλοῖς ἔργοις, οἵων δημιουργὸς ὁ πολιτευόμενος ὀρθῶς ἐστιν, οὐ ταῖς Εὐριπίδου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Εὐριπίδου</foreign>] Nauck. p. 655</note> χρυσαῖς πτέρυξιν, ἀλλὰ τοῖς Πλατωνικοῖς ἐκείνοις καὶ οὐρανίοις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">cf. Phaedr. p. 246b. 248e</note> <milestone unit="tlnum" n="5"/> πτεροῖς ὅμοια<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὅμοια</foreign>] <foreign xml:lang="grc">ὅμοιαι</foreign>?</note> τὴν ψυχὴν μέγεθος καὶ φρόνημα μετὰ γήθους λαμβάνουσαν ἀναφέρουσιν.</p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent">Ὑπομίμνησκε δὲ σεαυτὸν ὧν πολλάκις ἀκήκοας· ὁ μὲν γὰρ Ἐπαμεινώνδας ἐρωτηθεὶς τί ἥδιστον αὐτῷ γέγονεν, ἀπεκρίνατο τὸ τοῦ πατρὸς ἔτι <milestone unit="tlnum" n="10"/> ζῶντος καὶ τῆς μητρὸς νικῆσαι τὴν ἐν Λεύκτροις μάχην. ὁ δὲ Σύλλας, ὅτε τῶν ἐμφυλίων πολέμων <milestone unit="stephpage" xml:id="stephpage-786e" n="786e"/> τὴν Ἰταλίαν καθήρας προσέμιξε τῇ Ῥώμῃ πρῶτον, οὐδὲ μικρὸν ἐν τῇ νυκτὶ κατέδαρθεν, ὑπὸ γήθους καὶ χαρᾶς μεγάλης ὥσπερ πνεύματος ἀναφερόμενος  
<milestone unit="tlnum" n="15"/> τὴν ψυχήν· καὶ ταῦτα περὶ αὑτοῦ γέγραφεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἔγραφεν</foreign> mei</note> ἐν τοῖς ὑπομνήμασιν. ἄκουσμα μὲν γὰρ ἔστω μηδὲν ἣδιον ἐπαίνου κατὰ τὸν Ξενοφῶντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Ξενοφῶντα</foreign>] Comm. 2, 1, 31</note>, θέαμα δὲ καὶ μνημόνευμα καὶ διανόημα τῶν ὄντων οὐδὲν ἔστιν ὃ τοσαύτην φέρει χάριν, ὅσην πράξεων ἰδίων ἐν <milestone unit="tlnum" n="20"/> ἀρχαῖς καὶ πολιτείαις ὥσπερ ἐν τόποις λαμπροῖς καὶ δημοσίοις ἀναθεώρησις. οὐ μὴν ἀλλὰ καὶ <milestone unit="stephpage" xml:id="stephpage-786f" n="786f"/> χάρις εὐμενὴς συμμαρτυροῦσα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">συμμαρτυροῦσα</foreign> *: <foreign xml:lang="grc">ἡ μαρτυροῦσα</foreign> </note> τοῖς ἔργοις καὶ συναμιλλώμενος ἔπαινος, εὐνοίας δικαίας ἡγεμών<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἡγεμὼν</foreign>] <foreign xml:lang="grc"> γέμων</foreign> Hauptius</note>, οἷόν τι φῶς καὶ γάνωμα τῷ χαίροντι τῆς ἀρετῆς <milestone unit="tlnum" n="25"/> προστίθησι καὶ δεῖ μὴ περιορᾶν ὥσπερ <pb xml:id="v.5.p.31"/> ἀθλητικὸν στέφανον ἐν γήρᾳ ξηρὰν γενομένην τὴν δόξαν, ἀλλὰ καινὸν ἀεί τι καὶ πρόσφατον ἐπιφέροντα τὴν τῶν παλαιῶν χάριν ἐγείρειν καὶ ποιεῖν ἀμείνω καὶ μόνιμον ὥσπερ οἱ τεχνῖται, οἷς ἐπέκειτο <milestone unit="tlnum" n="5"/> φροντίζειν σῶον εἶναι τὸ Δηλιακὸν πλοῖον, ἀντὶ τῶν πονούντων ξύλων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ξύλων</foreign>] <foreign xml:lang="lat">om. iidem</foreign></note> ἐμβάλλοντες ἄλλα καὶ συμπηγνύντες ἀίδιον ἐκ τῶν τότε χρόνων καὶ ἄφθαρτον <milestone unit="stephpage" xml:id="stephpage-787a" n="787a"/> ἐδόκουν διαφυλάττειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">fort. scrib. partim cum aliis ita</foreign>: <foreign xml:lang="grc">ὥσπερ γὰρ οἱ τεχνῖται - - διαφυλάττειν· οὕτως ἔστι καὶ δόξης</foreign> cett. <foreign xml:lang="grc">τεχνῖται - εἶναι</foreign>] om. mei</note>. ἔστι δὲ καὶ δόξης καὶ φλογὸς οὐ χαλεπὴ σωτηρία καὶ τήρησις ἀλλὰ μικρῶν <milestone unit="tlnum" n="10"/> ὑπεκκαυμάτων δεομένη, κατασβεσθὲν δὲ καὶ ὑποψυχθὲν οὐδέτερον ἄν τις ἀπραγμόνως πάλιν ἐξάψειεν. ὡς δὲ Λάμπις ὁ ναύκληρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ναύκληρος</foreign> Leonicus: <foreign xml:lang="grc">ναυκληρικὸς</foreign> </note> ἐρωτηθεὶς πῶς ἐκτήσατο τὸν πλοῦτον <q>οὐ χαλεπῶς</q> ἔφη <q>τὸν μέγαν, τὸν δὲ βραχὺν ἐπιπόνως καὶ βραδέως·</q> οὕτω τῆς  
<milestone unit="tlnum" n="15"/> πολιτικῆς δόξης καὶ δυνάμεως ἐν ἀρχῇ τυχεῖν οὐ ῥᾴδιόν ἐστι; τὸ δὲ συναυξῆσαι καὶ διαφυλάξαι μεγάλην γενομένην ἀπὸ τῶν τυχόντων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">ita W: <foreign xml:lang="grc">ἀπὸ τῶν τυχόντων γενομένην</foreign> </note> ἕτοιμον. οὔτε γὰρ φίλος ὅταν γένηται πολλὰς λειτουργίας ἐπιζητεῖ <milestone unit="stephpage" xml:id="stephpage-787b" n="787b"/> καὶ μεγάλας, ἵνα μένῃ φίλος, μικροῖς δὲ σημείοις <milestone unit="tlnum" n="20"/> τὸ ἐνδελεχὲς· ἀεὶ διαφυλάττει τὴν εὔνοιαν· ἥ τε δήμου φιλία καὶ πίστις οὐκ ἀεὶ δεομένη<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Iannotius: <foreign xml:lang="grc">δεχομένη</foreign> </note> χορηγοῦντος οὐδὲ προδικοῦντος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προδικοῦντος</foreign><foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">προσδοκῶντος</foreign></note> οὐδʼ ἄρχοντος αὐτῇ τῇ προθυμίᾳ συνέχεται καὶ τῷ μὴ προαπολείποντι μηδʼ ἀπαγορεύοντι τῆς ἐπιμελείας καὶ φροντίδος. οὐδὲ <pb xml:id="v.5.p.32"/> γὰρ αἱ στρατεῖαι παρατάξεις ἀεὶ καὶ μάχας καὶ πολιορκίας ἔχουσιν, ἀλλὰ καὶ θυσίας ἔστιν ὅτε καὶ συνουσίας διὰ μέσου καὶ σχολὴν ἄφθονον ἐν παιδιαῖς καὶ φλυαρίαις δέχονται. πόθεν γε δὴ τὴν <milestone unit="tlnum" n="5"/> πολιτείαν φοβητέον, ὡς ἀπαραμύθητον καὶ πολύπονον καὶ βαρεῖαν, ὅπου καὶ θέατρα καὶ πομπαὶ <milestone unit="stephpage" xml:id="stephpage-787c" n="787c"/> καὶ νεμήσεις καὶ <q>χοροὶ καὶ Μοῖσα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Μοῖσα</foreign> Boeckhius: <foreign xml:lang="grc">μοῦσα</foreign> </note> καὶ Ἀγλαΐα</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">cf. Bergk. 1 p. 448</note> καὶ θεοῦ τινος ἀεὶ τιμὴ τὰς ὀφρῦς λύουσα παντὸς ἀρχείου καὶ συνεδρίου πολλαπλάσιον τὸ ἐπιτερπὲς καὶ <milestone unit="tlnum" n="10"/> κεχαρισμένον ἀποδίδωσιν;</p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">ὃ τοίνυν μέγιστον κακὸν ἔχουσιν αἱ πολιτεῖαι, τὸν φθόνον, ἣκιστα διερείδεται πρὸς τὸ γῆρας· <q>κύνες γὰρ καὶ βαΰζουσιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ βαΰζουσιν</foreign>] <foreign xml:lang="grc">προσβαΰζουσιν</foreign> Coraes. cf. Bywater. p. 45</note> ὃν ἂν μὴ γινώσκωσι</q> καθʼ Ἡράκλειτον, καὶ πρὸς τὸ ἀρχόμενον ὥσπερ  
<milestone unit="tlnum" n="15"/> ἐν θύραις τοῦ βήματος μάχεται καὶ πάροδον οὐ δίδωσι τὴν δὲ σύντροφον καὶ συνήθη δόξαν οὐκ ἀγρίως οὐδὲ χαλεπῶς ἀλλὰ πράως ἀνέχεται. διὸ τὸν φθόνον ἔνιοι τῷ καπνῷ παρεικάζουσι· πολὺς γὰρ ἐν τοῖς ἀρχομένοις διὰ τὸ φλέγεσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διαφλέγεσθαι</foreign> Madvigius</note> προεκπίπτων <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-787d" n="787d"/>, ὅταν ἐκλάμψωσιν, ἀφανίζεται. καὶ ταῖς μὲν ἄλλαις ὑπεροχαῖς προσμάχονται καὶ διαμφισβητοῦσιν ἀρετῆς καὶ γένους καὶ φιλοτιμίας, ὡς ἀφαιροῦντες αὑτῶν ὅσον ἄλλοις ὑφίενται τὸ δʼ ἀπὸ τοῦ χρόνου πρωτεῖον, ὃ καλεῖται κυρίως πρεσβεῖον, <milestone unit="tlnum" n="25"/> ἀζηλοτύπητόν ἐστι; καὶ παραχωρούμενον οὐδεμιᾷ γὰρ οὕτω τιμῇ συμβέβηκε τὸν τιμῶντα μᾶλλον ἢ <pb xml:id="v.5.p.33"/> τὸν τιμώμενον κοσμεῖν, ὡς τῇ τῶν γερόντων. ἔτι τὴν μὲν ἀπὸ τοῦ πλούτου δύναμιν ἢ λόγου δεινότητος ἢ σοφίας οὐ πάντες αὑτοῖς γενήσεσθαι προσδοκῶσιν, ἐφʼ ἣν δὲ προάγει τὸ γῆρας αἰδῶ καὶ <milestone unit="tlnum" n="5"/> δόξαν οὐδεὶς ἀπελπίζει τῶν πολιτευομένων. οὐδὲν οὖν διαφέρει κυβερνήτου πρὸς ἐναντίον κῦμα καὶ <milestone unit="stephpage" xml:id="stephpage-787e" n="787e"/> πνεῦμα πλεύσαντος ἐπισφαλῶς, εὐδίας δὲ καὶ εὐαερίας γενομένης ὁρμίσασθαι ζητοῦντος, ὁ τῷ φθόνῳ διαναυμαχήσας πολὺν χρόνον, εἶτα παυσαμένου καὶ <milestone unit="tlnum" n="10"/> στορεσθέντος, ἀνακρουόμενος ἐκ τῆς πολιτείας καὶ προϊέμενος ἅμα ταῖς πράξεσι τὰς κοινωνίας καὶ τὰς ἑταιρείας. ὅσῳ γὰρ χρόνος γέγονε πλείων, καὶ φίλους πλείονας καὶ συναγωνιστὰς πεποίηκεν, οὓς οὔτε συνεξάγειν ἑαυτῷ πάντας ἐνδέχεται καθάπερ διδασκάλῳ  
<milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-787f" n="787f"/> χορὸν οὔτʼ ἐγκαταλείπειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">*: <foreign xml:lang="grc">ἐγκαταλιπεῖν</foreign> </note> δίκαιον· ἀλλʼ ὥσπερ τὰ παλαιὰ δένδρα τὴν μακρὰν πολιτείαν οὐ ῥᾴδιόν ἐστιν ἀνασπάσαι πολύρριζον οὖσαν καὶ πράγμασιν ἐμπεπλεγμένην, ἃ πλείονας παρέχει ταραχὰς καὶ σπαραγμοὺς ἀπερχομένοις ἢ μένουσιν. εἰ δέ τι καὶ <milestone unit="tlnum" n="20"/> περίεστι φθόνου λείψανον ἢ φιλονεικίας πρὸς τοὺς γέροντας ἐκ τῶν πολιτικῶν ἀγώνων, κατασβεστέον τοῦτο τῇ δυνάμει μᾶλλον ἢ δοτέον τὰ νῶτα, γυμνοὺς καὶ ἀόπλους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">*: <foreign xml:lang="grc">ἀνόπλους</foreign> </note> ἀπιόντας· οὐ γὰρ οὕτως ἀγωνιζομένοις φθονοῦντες ὡς ἀπειπαμένοις καταφρονήσαντες <milestone unit="tlnum" n="25"/> ἐπιτίθενται. <milestone unit="stephpage" xml:id="stephpage-788a" n="788a"/> </p></div><div type="textpart" subtype="section" n="8"><p rend="indent">μαρτυρεῖ δὲ καὶ τὸ λεχθὲν ὑπʼ Ἐπαμεινώνδα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">malim</foreign><foreign xml:lang="grc">Ἐπαμεινώνδου</foreign></note> τοῦ μεγάλου πρὸς τοὺς Θηβαίους, ὅτε χειμῶνος; <pb xml:id="v.5.p.34"/> ὄντος οἱ Ἀρκάδες παρεκάλουν αὐτοὺς ἐν ταῖς οἰκίαις διαιτᾶσθαι παρελθόντας εἰς τὴν πόλιν· οὐ γὰρ εἴασεν, ἀλλὰ <q>νῦν μέν</q> ἔφη <q>θαυμάζουσιν ὑμᾶς καὶ θεῶνται πρὸς τὰ ὅπλα γυμναζομένους καὶ παλαίοντας <milestone unit="tlnum" n="5"/> ἂν δὲ πρὸς τῷ πυρὶ καθημένους ὁρῶσι τὸν κύαμον κάπτοντας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Coraes: <foreign xml:lang="grc">κόπτοντας</foreign> </note>, οὐδὲν αὑτῶν ἡγήσονται διαφέρειν</q> οὕτω δὴ σεμνόν ἐστι θέαμα πρεσβύτης λέγων <milestone unit="stephpage" xml:id="stephpage-788b" n="788b"/> τι καὶ πράττων καὶ τιμώμενος, ὁ δʼ ἐν κλίνῃ διημερεύων ἢ καθήμενος ἐν γωνίᾳ στοᾶς φλυαρῶν καὶ <milestone unit="tlnum" n="10"/> ἀπομυττόμενος εὐκαταφρόνητος. τοῦτο δʼ ἀμέλει καὶ Ὅμηρος διδάσκει τοὺς ὀρθῶς ἀκούοντας· ὁ μὲν γὰρ Νέστωρ στρατευόμενος ἐν Τροίᾳ σεμνὸς ἦν καὶ πολυτίμητος, ὁ δὲ Πηλεὺς καὶ ὁ Λαέρτης οἰκουροῦντες ἀπερρίφησαν καὶ κατεφρονήθησαν. οὐδὲ  
<milestone unit="tlnum" n="15"/> γὰρ ἡ τοῦ φρονεῖν ἕξις ὁμοίως παραμένει τοῖς μεθεῖσιν αὑτούς, ἀλλʼ ὑπʼ ἀργίας ἐξανιεμένη καὶ ἀναλυομένη κατὰ μικρὸν ἀεί τινα ποθεῖ φροντίδος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">διὰ φροντίδος</foreign> R</note> μελέτην, τὸ λογιστικὸν καὶ πρακτικὸν ἐγειρούσης καὶ διακαθαιρούσης· <milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>λάμπει γὰρ ἐν χρείαισιν, ὥσπερ εὐπρεπὴς χαλκός.</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Nauck. p. 314</note></quote> <milestone unit="stephpage" xml:id="stephpage-788c" n="788c"/> οὐ γὰρ τόσον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">οὐ γὰρ τόσον</foreign>] <foreign xml:lang="lat">om. codices. Malim</foreign><foreign xml:lang="grc">οὐ γὰρ τοσοῦτον</foreign></note> σώματος ἀσθένεια κακὸν πρόσεστι ταῖς πολιτείαις τῶν παρʼ ἡλικίαν ἐπὶ τὸ βῆμα καὶ τὸ στρατήγιον βαδιζόντων, ὅσον ἔχουσιν ἀγαθὸν <milestone unit="tlnum" n="25"/> τὴν εὐλάβειαν καὶ τὴν φρόνησιν, καὶ τὸ μὴ <pb xml:id="v.5.p.35"/> φαινόμενον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ τὸ μὴ φαινόμενον κἑ</foreign>] Fort. <foreign xml:lang="grc">ἅτε μὴ φαινομένων</foreign> (sc. <foreign xml:lang="grc">τῶν παρʼ ἡλικίαν ἐπὶ τὸ βῆμα βαδιζόντων</foreign>) <foreign xml:lang="grc">ἄλλοτε μὲν ἐσφαλμένως ὁτὲ δʼ ὑπὸ δόξης κενῆς</foreign> <foreign xml:lang="lat">cett. Reiskius coniecerat</foreign>: <foreign xml:lang="grc">καὶ τὸ μὴ φαινόμενον</foreign> (sc. <foreign xml:lang="grc">τινα</foreign>) <foreign xml:lang="grc">ἅμα τὰ μὲν ἐσφαλμένον τὰ δʼ ὑπὸ δόξης</foreign> cett.</note> ἀλλὰ τὰ μὲν ἐσφαλμένα τὰ δʼ ὑπὸ δόξης κενῆς προσπίπτειν πρὸς τὰ κοινὰ καὶ συνεφέλκεσθαι τὸν ὄχλον, ὥσπερ θάλατταν ὑπὸ πνευμάτων ἐκταραττόμενον, ἀλλὰ πράως τε χρῆσθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τε χρῆσθαι</foreign> G. Papavassiliu: <foreign xml:lang="grc">κεκρῆσθαι</foreign> </note> καὶ μετρίως <milestone unit="tlnum" n="5"/> τοῖς ἐντυγχάνουσιν. ὅθεν αἱ πόλεις, ὅταν πταίσωσιν ἢ φοβηθῶσι, πρεσβυτέρων ποθοῦσιν ἀρχὴν <milestone unit="stephpage" xml:id="stephpage-788d" n="788d"/> ἀνθρώπων · καὶ πολλάκις ἐξ ἀγροῦ κατάγουσαι γέροντα μὴ δεόμενον μηδὲ βουλόμενον ἠνάγκασαν ὥσπερ οἰάκων ἐφαψάμενον εἰς ἀσφαλὲς καταστῆσαι <milestone unit="tlnum" n="10"/> τὰ πράγματα, παρωσάμεναί τε<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τε</foreign>] <foreign xml:lang="grc">γε</foreign>?</note> στρατηγοὺς καὶ δημαγωγοὺς βοᾶν μέγα καὶ λέγειν ἀπνευστὶ καὶ νὴ Δία τοῖς πολεμίοις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοὺς πολεμίους</foreign> mei</note> διαβάντας εὖ μάχεσθαι δυναμένους οἷον οἱ ῥήτορες Ἀθήνησι Τιμοθέῳ καὶ Ἰφικράτει Χάρητα τὸν Θεοχάρους ἐπαποδύοντες ἀκμάζοντα  
<milestone unit="tlnum" n="15"/> τῷ σώματι καὶ ῥωμαλέον ἠξίουν τοιοῦτον εἶναι τὸν τῶν Ἀθηναίων στρατηγόν, ὁ δὲ Τιμόθεος <milestone unit="stephpage" xml:id="stephpage-788e" n="788e"/> <q>οὐ μὰ τοὺς θεούς</q> εἶπεν <q>ἀλλὰ τοιοῦτον μὲν εἶναι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">εἶναι</foreign>] <foreign xml:lang="lat">supplendum vid</foreign>. <foreign xml:lang="grc">εἰκὸς εἶναι</foreign> cf. p. 187c</note> τὸν μέλλοντα τῷ στρατηγῷ τὰ στρώματα κομίζειν, τὸν δὲ στρατηγὸν <q>ἅμα πρόσω καὶ ὀπίσω</q> τῶν πραγμάτων <milestone unit="tlnum" n="20"/> ὁρῶντα καὶ μηδενὶ πάθει τοὺς περὶ τῶν συμφερόντων λογισμοὺς ἐπιταραττόμενον.</q> ὁ γὰρ Σοφοκλῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Σοφοκλῆς</foreign>] cf. Plat. <title rend="italic">Rep</title>. p. 329 c</note> ἄσμενος ἔφη τὰ ἀφροδίσια γεγηρακὼς ἀποπεφευγέναι καθάπερ ἄγριον καὶ λυσσῶντα δεσπότην ἐν δὲ ταῖς πολιτείαις οὐχ ἕνα δεῖ δεσπότην, <pb xml:id="v.5.p.36"/> ἔρωτα παίδων ἢ γυναικῶν, ἀποφεύγειν, ἀλλὰ πολλοὺς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολλοὺς καὶ</foreign> Duebnerus</note> μανικωτέρους τούτου, φιλονεικίαν, φιλοδοξίαν, τὴν τοῦ πρῶτον εἶναι καὶ μέγιστον ἐπιθυμίαν, γονιμώτατον φθόνου νόσημα καὶ ζηλοτυπίας καὶ διχοστασίας <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-788f" n="788f"/> ὧν τὰ μὲν ἀνίησι καὶ παραμβλύνει τὰ δʼ ὅλως ἀποσβέννυσι καὶ καταψύχει τὸ γῆρας, οὐ τοσοῦτον τῆς πρακτικῆς ὁρμῆς παραιρούμενον, ὅσον τῶν ἀκρατῶν καὶ διαπύρων ἀπερύκει παθῶν, ὥστε νήφοντα καὶ καθεστηκότα τὸν λογισμὸν ἐπάγειν <milestone unit="tlnum" n="10"/> ταῖς φροντίσιν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>