<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2:25-28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2:25-28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2"><div type="textpart" subtype="section" n="25"><p rend="indent">τοῦτο γὰρ τὸ πάθος οὐδενὶ χρόνῳ πρέπον ἡλικίας, ὅμως ἐν νέοις εὐπορεῖ χρηστῶν ὀνομάτων, ἅμιλλα καὶ ζῆλος καὶ φιλοτιμία προσαγορευόμενον, ἐν δὲ πρεσβύταις παντελῶς ἄωρόν ἐστι καὶ ἄγριον <milestone unit="tlnum" n="5"/> καὶ ἀγεννές. διὸ δεῖ πορρωτάτω τοῦ φθονεῖν ὄντα τὸν πολιτικὸν γέροντα, μὴ καθάπερ τὰ βάσκανα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">post <foreign xml:lang="grc">βάσκανα</foreign> <foreign xml:lang="lat">lac. 10 fere litt. est in V</foreign>² </note> <milestone unit="stephpage" xml:id="stephpage-796b" n="796b"/> γεράνδρυα τῶν παραβλαστανόντων καὶ ὑποφυομένων σαφῶς ἀφαιρεῖσθαι καὶ κολούειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ κολούειν</foreign> Aldina (ubi <foreign xml:lang="grc">κωλούειν</foreign> <foreign xml:lang="lat">male scriptum est); mei omiserunt</foreign></note> τὴν βλάστην καὶ, τὴν αὔξησιν, ἀλλʼ εὐμενῶς προσδέχεσθαι καὶ παρέχειν <milestone unit="tlnum" n="10"/> τοῖς ἀντιλαμβανομένοις καὶ προσπλεκομένοις ἑαυτὸν ὀρθοῦντα καὶ χειραγωγοῦντα καὶ τρέφοντα μὴ μόνον ὑφηγήσεσι καὶ συμβουλίαις ἀγαθαῖς, ἀλλὰ καὶ παραχωρήσεσι πολιτευμάτων τιμὴν ἐχόντων καὶ δόξαν ἤ τινας ὑπουργίας ἀβλαβεῖς μὲν ἡδείας δὲ 
<milestone unit="tlnum" n="15"/> τοῖς πολλοῖς καὶ πρὸς χάριν ἐσομένας· ὅσα δʼ ἐστὶν ἀντίτυπα καὶ προσάντη καὶ καθάπερ, τὰ φάρμακα δάκνει παραχρῆμα καὶ λυπεῖ τὸ δὲ καλὸν καὶ λυσιτελὲς <milestone unit="stephpage" xml:id="stephpage-796c" n="796c"/> ὕστερον ἀποδίδωσι, μὴ τοὺς νέους ἐπὶ ταῦτα προσάγοντα μηδʼ ὑποβάλλοντα θορύβοις, ὄχλων <milestone unit="tlnum" n="20"/> ἀγνωμονούντων ἀήθεις ὄντας, ἀλλʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀλλʼ</foreign>] <foreign xml:lang="lat">om. mei, nisi quod eius loco vacuum spatium in V</foreign>²<foreign xml:lang="lat">est</foreign></note> αὐτὸν ἐκδεχόμενον τὰς ὑπὲρ τῶν συμφερόντων ἀπεχθείας· τούτῳ γὰρ εὐνουστέρους τε ποιήσει τοὺς νέους καὶ προθυμοτέρους ἐν ταῖς ἄλλαις ὑπηρεσίαις.</p></div><div type="textpart" subtype="section" n="26"><p rend="indent">παρὰ πάντα δὲ ταῦτα χρὴ μνημονεύειν, ὡς <milestone unit="tlnum" n="25"/> οὐκ ἔστι πολιτεύεσθαι μόνον τὸ ἄρχειν καὶ πρε <pb xml:id="v.5.p.56"/> σβεύειν καὶ μέγα βοᾶν ἐν ἐκκλησίᾳ καὶ περὶ τὸ βῆμα βακχεύειν λέγοντας ἢ γράφοντας, ἃ οἱ πολλοὶ τοῦ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοῦ</foreign>] <foreign xml:lang="grc">τὸ</foreign> Coraes, <foreign xml:lang="lat">del. R male, nam genetivus hic idem valet atque</foreign> <foreign xml:lang="grc">ἴδια τοῦ πολιτεύεσθαι</foreign> </note> πολιτεύεσθαι νομίζουσιν, ὥσπερ ἀμέλει καὶ <milestone unit="stephpage" xml:id="stephpage-796d" n="796d"/> φιλοσοφεῖν τοὺς ἀπὸ τοῦ δίφρου διαλεγομένους καὶ <milestone unit="tlnum" n="5"/> σχολὰς ἐπὶ βιβλίοις περαίνοντας· ἡ δὲ συνεχὴς ἐν ἔργοις καὶ πράξεσιν ὁρωμένη καθʼ ἡμέραν ὁμαλῶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὁμαλῶς</foreign> (i. e. <foreign xml:lang="grc">ἴσως</foreign>) Coraes: <foreign xml:lang="grc">οὐδαμῶς</foreign> </note> πολιτεία καὶ φιλοσοφία λέληθεν αὐτούς. καὶ γὰρ τοὺς ἐν ταῖς στοαῖς ἀνακάμπτοντας περιπατεῖν φασιν, ὡς ἔλεγε Δικαίαρχος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Δικαίαρχος</foreign>] Mueller. 2. p. 226</note>, οὐκέτι δὲ τοὺς εἰς ἀγρὸν <milestone unit="tlnum" n="10"/> ἢ πρὸς φίλον βαδίζοντας. ὅμοιον δʼ ἐστὶ τῷ φιλοσοφεῖν τὸ πολιτεύεσθαι. Σωκράτης γοῦν οὔτε βάθρα θεὶς οὔτʼ εἰς θρόνον καθίσας οὔθʼ ὥραν διατριβῆς ἢ περιπάτου τοῖς γνωρίμοις τεταγμένην φυλάττων, ἀλλὰ καὶ συμπαίζων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">συμπαίζων</foreign> R: <foreign xml:lang="grc">παίζων</foreign> </note>, ὅτε τύχοι, καὶ συμπίνων καὶ  
<milestone unit="tlnum" n="15"/> συστρατευόμενος ἐνίοις καὶ συναγοράζων, τέλος δὲ <milestone unit="stephpage" xml:id="stephpage-796e" n="796e"/> καὶ δεδεμένος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">W: <foreign xml:lang="grc">συνδεδεμένος</foreign> </note> καὶ πίνων τὸ φάρμακον, ἐφιλοσόφει πρῶτος ἀποδείξας τὸν βίον ἅπαντι χρόνῳ καὶ μέρει καὶ πάθεσι καὶ πράγμασιν ἁπλῶς ἅπασι φιλοσοφίαν δεχόμενον. οὕτω δὴ διανοητέον καὶ περὶ πολιτείας, <milestone unit="tlnum" n="20"/> ὡς τοὺς μὲν ἀνοήτους, οὐδʼ ὅταν στρατηγῶσιν ἢ γραμματεύωσιν ἢ δημηγορῶσι, πολιτευομένους ἀλλʼ ὀχλοκοποῦντας ἢ πανηγυρίζοντας στασιάζοντας ἢ λειτουργοῦντας ἀναγκαίως· τὸν δὲ κοινωνικὸν καὶ φιλάνθρωπον καὶ φιλόπολιν καὶ κηδεμονικὸν καὶ <milestone unit="tlnum" n="25"/> πολιτικὸν ἀληθῶς, κἂν μηδέποτε τὴν χλαμύδα περί; <pb xml:id="v.5.p.57"/> θηται, πολιτευόμενον ἀεὶ τῷ παρορμᾶν τοὺς δυναμένους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοὺς πράττειν δυναμένους</foreign> R</note>, <milestone unit="stephpage" xml:id="stephpage-796f" n="796f"/> ὑφηγεῖσθαι τοῖς δεομένοις, συμπαρεῖναι τοῖς βουλευομένοις, διατρέπειν τοὺς κακοπραγμονοῦντας, ἐπιρρωννύναι τοὺς εὐγνώμονας, φανερὸν <milestone unit="tlnum" n="5"/> εἶναι μὴ παρέργως προσέχοντα τοῖς κοινοῖς μηδʼ ὅπου σπουδή τις ἢ παράκλησις διὰ τὸ πρωτεῖον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πρωτεῖον</foreign> X <foreign xml:lang="lat">versio</foreign>: <foreign xml:lang="grc">πρῶτον</foreign> </note> εἰς τὸ θέατρον βαδίζοντα καὶ τὸ βουλευτήριον, ἄλλως δὲ διαγωγῆς χάριν ὡς ἐπὶ θέαν ἢ ἀκρόασιν, ὅταν ἐπέλθῃ, παραγιγνόμενον, ἀλλά, κἂν μὴ <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-797a" n="797a"/> παραγένηται τῷ σώματι, παρόντα τῇ γνώμῃ καὶ τῷ πυνθάνεσθαι τὰ μὲν ἀποδεχόμενον τοῖς δὲ δυσκολαίνοντα τῶν πραττομένων.</p></div><div type="textpart" subtype="section" n="27"><p rend="indent">οὐδὲ γὰρ Ἀθηναίων Ἀριστείδης οὐδὲ Ῥωμαίων Κάτων ἦρξε πολλάκις, ἀλλὰ πάντα τὸν αὑτῶν<milestone unit="tlnum" n="15"/> βίον ἐνεργὸν ἀεὶ· ταῖς πατρίσι παρέσχον. Ἐπαμεινώνδας δὲ πολλὰ μὲν καὶ μεγάλα κατώρθωσε στρατηγῶν, οὐκ ἔλαττον δʼ αὐτοῦ μνημονεύεται μηδὲ στρατηγοῦντος μηδʼ ἄρχοντος ἔργον περὶ Θετταλίαν, ὅτε τῶν στρατηγῶν εἰς τόπους χαλεποὺς; ἐμβαλόντων <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-797b" n="797b"/> τὴν φάλαγγα καὶ θορυβουμένων (ἐπέκειντο γὰρ οἱ πολέμιοι βάλλοντες), ἀνακληθεὶς ἐκ τῶν ὁπλιτῶν πρῶτον μὲν ἔπαυσε θαρρύνας τὸν τοῦ στρατεύματος τάραχον καὶ φόβον, ἔπειτα διατάξας καὶ διαρμοσάμενος τὴν φάλαγγα συγκεχυμένην ἐξήγαγε ῥᾳδίως <milestone unit="tlnum" n="25"/> καὶ κατέστησεν ἐναντίαν τοῖς πολεμίοις, ὥστʼ ἀπελθεῖν ἐκείνους μεταβαλομένους. Ἄγιδος δὲ τοῦ βασιλέως ὠς ἐν Ἀρκαδίᾳ τοῖς πολεμίοις ἐπάγοντος ἤδη <pb xml:id="v.5.p.58"/> τὸ στράτευμα συντεταγμένον εἰς μάχην, τῶν πρεσβυτέρων τις Σπαρτιατῶν ἐπεβόησεν, ὅτι διανοεῖται κακὸν κακῷ ἰᾶσθαι, δηλῶν τῆς ἐξ Ἄργους ἐπαιτίου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὀᾶσθαι - ἐπαιτίου</foreign> Thucydides (5, 65): <foreign xml:lang="grc">ἰάσασθαι - ἐπετείου</foreign> </note> <milestone unit="stephpage" xml:id="stephpage-797c" n="797c"/> ἀναχωρήσεως τὴν παροῦσαν ἄκαιρον προθυμίαν <milestone unit="tlnum" n="5"/> ἀνάληψιν βουλόμενον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">βουλόμενον</foreign>] <foreign xml:lang="grc">βουλομένην</foreign><foreign xml:lang="lat">idem</foreign></note> εἶναι, ὡς ὁ Θουκυδίδης φησίν· ὁ δʼ Ἆγις ἀκούσας ἐπείσθη καὶ ἀνεχώρησε. Μενεκράτει δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Μενεκράτει δὲ</foreign> Iannotius: <foreign xml:lang="grc">μέν, ἐκράτει δέ</foreign> </note> καὶ δίφρος ἔκειτο καθʼ ἡμέραν παρὰ ταῖς θύραις τοῦ ἀρχείου, καὶ πολλάκις ἀνιστάμενοι πρὸς αὐτὸν οἱ Ἔφοροι διεπυνθάνοντο καὶ συνεβουλεύοντο 1 <milestone unit="tlnum" n="10"/> περὶ τῶν μεγίστων. ἐδόκει ἔμφρων εἶναι καὶ συνετὸς ἱστορεῖσθαι διὸ καὶ παντάπασιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ συνετός· ἱστορεῖται δὲ καὶ ὅτι παντάπασιν κἑ</foreign> Madvigius</note> ἤδη τὴν, τοῦ σώματος ἐξημαυρωμένος δύναμιν καὶ τὰ πολλὰ κλινήρης διημερεύων, μεταπεμπομένων εἰς ἀγορὰν τῶν Ἐφόρων, ὥρμησε μὲν ἐξαναστὰς βαδίζειν, 
<milestone unit="tlnum" n="15"/> μόλις καὶ χαλεπῶς προερχόμενος, εἶτα παιδαρίοις <milestone unit="stephpage" xml:id="stephpage-797d" n="797d"/> ἐντυχὼν καθʼ ὁδόν, ἠρώτησεν, εἴ τι γινώσκουσιν ἀναγκαιότερον ὂν τοῦ πείθεσθαι δεσπότῃ· τῶν δὲ φησάντων <q>τὸ μὴ δύνασθαι</q> τοῦτο τῆς ὑπουργίας λογισάμενος πέρας ἀνέστρεψεν οἴκαδε. <milestone unit="tlnum" n="20"/> δεῖ γὰρ μὴ προαπολείπειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προαπολείπειν</foreign> Coraes: <foreign xml:lang="grc">προαπολιπεῖν</foreign> </note> τὴν προθυμίαν τῆς δυνάμεως, ἐγκαταλειφθεῖσαν δὲ μὴ βιάζεσθαι. καὶ μὴν Γαΐῳ Λαιλίῳ Σκιπίων ἐχρῆτο συμβούλῳ στρατηγῶν ἀεὶ καὶ πολιτευόμενος, ὥστε καὶ λέγειν ἐνίους ὑποκριτὴν τῶν πράξεων Σκιπίωνα ποιητὴν δὲ τὸν <milestone unit="tlnum" n="25"/>Γάιον εἶναι. Κικέρων δ’ αὐτὸς ὁμολογεῖ τὰ <pb xml:id="v.5.p.59"/> κάλλιστα καὶ μέγιστα τῶν συμβουλευμάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">βουλευμάτων</foreign> L. Dindorfius</note>, οἷς ὤρθωσεν ὑπατεύων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">ib. ita Passowius in Lexico</foreign>: <foreign xml:lang="grc">οἶς ὀρθῶς ἐνυπατευων</foreign></note> τὴν πατρίδα, μετὰ Ποπλίου Νιγιδίου τοῦ φιλοσόφου συνθεῖναι. <milestone unit="stephpage" xml:id="stephpage-797e" n="797e"/> </p></div><div type="textpart" subtype="section" n="28"><p rend="indent">οὕτω διὰ πολλῶν τρόπων τῆς πολιτείας <milestone unit="tlnum" n="5"/> οὐδὲν ἀποκωλύει τοὺς γέροντας ὠφελεῖν τὸ κοινὸν ἀπὸ τῶν βελτίστων, λόγου καὶ γνώμης καὶ παρρησίας καὶ φροντίδος πινυτῆς, ὡς δὴ ποιηταὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ποιηταὶ</foreign>] cf. <foreign xml:lang="lat">Homerus, Pindarus, alii</foreign></note> λέγουσιν. οὐ γὰρ αἱ χεῖρες ἡμῶν οὐδʼ οἱ πόδες, οὐδʼ ἡ τοῦ σώματος ῥώμη κτῆμα καὶ μέρος ἐστὶ τῆς πόλεως <milestone unit="tlnum" n="10"/> μόνον, ἀλλὰ πρῶτον ἡ ψυχὴ καὶ τὰ τῆς ψυχῆς κάλλη, δικαιοσύνη καὶ σωφροσύνη καὶ φρόνησις ὧν ὀψὲ καὶ βραδέως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ βραδέως</foreign>] <foreign xml:lang="lat">in marginem reiecit cod</foreign>. E</note> τὸ οἰκεῖον ἀπολαμβανόντων, ἄτοπόν ἐστι τὴν μὲν οἰκίαν καὶ τὸν ἀγρὸν ἀπολαύειν <milestone unit="stephpage" xml:id="stephpage-797f" n="797f"/> καὶ τὰ λοιπὰ χρήματα καὶ κτήματα, κοινῇ 
<milestone unit="tlnum" n="15"/> δὲ τῇ πατρίδι καὶ τοῖς πολίταις μηκέτι χρησίμους εἶναι διὰ τὸν. χρόνον, οὐ τοσοῦτον τῶν ὑπηρετικῶν παραιρούμενον δυνάμεων, ὅσον ταῖς ἡγεμονικαῖς καὶ πολιτικαῖς προστίθησι. διὸ καὶ τῶν Ἑρμῶν τοὺς πρεσβυτέρους ἄχειρας καὶ ἄποδας ἐντεταμένους <milestone unit="tlnum" n="20"/> δὲ τοῖς μορίοις δημιουργοῦσιν, αἰνιττόμενοι τῶν γερόντων ἐλάχιστα δεῖσθαι διὰ τοῦ σώματος ἐνεργούντων, ἐὰν τὸν λόγον ἐνεργόν, ὡς προσήκει, καὶ γόνιμον ἔχωσιν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>