<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2:21-28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2:21-28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2"><div type="textpart" subtype="section" n="21"><p rend="indent">οὕτω δέ πως καὶ λόγῳ χρηστέον ἐν ἐκκλησίᾳ πρεσβύτην γενόμενον, μὴ ἐπιπηδῶντα συνεχῶς τῷ βήματι μηδʼ ἀεὶ δίκην ἀλεκτρυόνος ἀντᾴδοντα τοῖς φθεγγομένοις, μηδὲ τῷ συμπλέκεσθαι καὶ διερεθίζειν ἀποχαλινοῦντα τὴν πρὸς αὐτὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὑτὸν</foreign>?</note> αἰδῶ τῶν <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-794d" n="794d"/> νέων μηδὲ μελέτην ἐμποιοῦντα καὶ συνήθειαν <pb xml:id="v.5.p.51"/> ἀπειθείας καὶ δυσηκοΐας, ἀλλὰ καὶ παριέντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παριόντα</foreign> mei</note> ποτὲ καὶ διδόντα πρὸς δόξαν ἀναχαιτίσαι καὶ θρασύνασθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Coraes: <foreign xml:lang="grc">θρασύνεσθαι</foreign> </note>, μηδὲ παρόντα μηδὲ πολυπραγμονοῦντα, ὅπου μὴ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὅπου γε</foreign> Duebnerus</note> μέγα τὸ κινδυνευόμενόν ἐστι πρὸς σωτηρίαν κοινὴν <milestone unit="tlnum" n="5"/> ἢ τὸ καλὸν καὶ πρέπον. ἐκεῖ δὲ χρὴ καὶ μηδενὸς καλοῦντος ὠθεῖσθαι δρόμῳ παρὰ δύναμιν, ἀναθέντα χειραγωγοῖς αὑτὸν ἢ φοράδην κομιζόμενον, ὥσπερ ἱστοροῦσιν ἐν Ῥώμῃ Κλαύδιον Ἄππιον · ἡττημένων γὰρ ὑπὸ Πύρρου μάχῃ μεγάλῃ, πυθόμενος τὴν σύγκλητον <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-794e" n="794e"/> ἐνδέχεσθαι λόγους περὶ σπονδῶν καὶ εἰρήνης οὐκ ἀνασχετὸν ἐποιήσατο, καίπερ ἀμφοτέρας ἀποβεβληκὼς τὰς ὄψεις, ἀλλʼ ἧκε διʼ ἀγορᾶς φερόμενος πρὸς τὸ βουλευτήριον εἰσελθὼν δὲ καὶ καταστὰς εἰς μέσον ἔφη πρότερον μὲν ἄχθεσθαι τῷ 
<milestone unit="tlnum" n="15"/> τῶν ὀμμάτων στέρεσθαι, νῦν δʼ ἂν εὔξασθαι μηδʼ ἀκούειν οὕτως αἰσχρὰ καὶ ἀγεννῆ βουλευομένους καὶ πράττοντας ἐκείνους. ἐκ δὲ τούτου τὰ μὲν καθαψάμενος αὐτῶν τὰ δὲ διδάξας καὶ παρορμήσας, <milestone unit="stephpage" xml:id="stephpage-794f" n="794f"/> ἔπεισεν εὐθὺς ἐπὶ τὰ ὅπλα χωρεῖν καὶ διαγωνίζεσθαι <milestone unit="tlnum" n="20"/> περὶ τῆς Ἰταλίας πρὸς τὸν Πύρρον. ὁ δὲ Σόλων, τῆς Πεισιστράτου δημαγωγίας, ὅτι τυραννίδος ἦν μηχάνημα, φανερᾶς γενομένης, μηδενὸς ἀμύνεσθαι μηδὲ κωλύειν τολμῶντος, αὐτὸς ἐξενεγκάμενος τὰ ὅπλα καὶ πρὸ τῆς οἰκίας θέμενος ἠξίου βοηθεῖν <milestone unit="tlnum" n="25"/> τοὺς πολίτας· πέμψαντος δὲ τοῦ Πεισιστράτου πρὸς αὐτὸν καὶ πυνθανομένου τίνι πεποιθὼς ταῦτα πράττει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">malim</foreign><foreign xml:lang="grc">πράττοι</foreign></note>, <q>τῷ γήρᾳ</q> εἶπεν.<pb xml:id="v.5.p.52"/> </p></div><div type="textpart" subtype="section" n="22"><p rend="indent">ἀλλὰ μὲν οὕτως ἀναγκαῖα καὶ τοὺς ἀπεσβηκότας κομιδῇ γέροντας·, ἂν μόνον ἐμπνέωσιν, ἐξάπτει καὶ διανίστησιν ἐν δὲ τοῖς ἄλλοις ποτὲ μέν, ὥσπερ εἴρηται, παραιτούμενος ἐμμελὴς ἔσται <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-795a" n="795a"/> τὰ γλίσχρα καὶ διακονικὰ καὶ μείζονας ἔχοντα τοῖς πράττουσιν ἀσχολίας ἢ διʼ οὓς πράττεται χρείας καὶ ὠφελείας· ἔστι δʼ ὅπου περιμένων καλέσαι καὶ ποθῆσαι καὶ μετελθεῖν οἴκοθεν τοὺς πολίτας ἀξιοπιστότερος δεομένοις κάτεισι. τὰ δὲ πλεῖστα καὶ παρὼν <milestone unit="tlnum" n="10"/> σιωπῇ τοῖς νεωτέροις λέγειν παρίησιν, οἷον βραβεύων φιλοτιμίας πολιτικῆς ἅμιλλαν ἐὰν δʼ ὑπερβάλλῃ τὸ μέτριον, καθαπτόμενος ἠπίως καὶ μετʼ εὐμενείας ἀφαιρῶν φιλονεικίας καὶ βλασφημίας καὶ ὀργάς, ἐν δὲ ταῖς γνώμαις τὸν ἁμαρτάνοντα παραμυθούμενος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παραμυθούμενος</foreign>] <foreign xml:lang="grc">ἐπανορθούμενος</foreign> W <foreign xml:lang="lat">hic et paulo post</foreign> (p. 53 lin. 8)</note> 
<milestone unit="tlnum" n="15"/> ἄνευ ψόγου καὶ διδάσκων, ἐπαινῶν δʼ ἀφόβως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀφόβως</foreign>] <foreign xml:lang="grc">ἀφθόνως</foreign> R</note> τὸν κατορθοῦντα καὶ νικώμενος ἑκουσίως <milestone unit="stephpage" xml:id="stephpage-795b" n="795b"/> καὶ προϊέμενος τὸ πεῖσαι καὶ περιγενέσθαι πολλάκις ὅπως αὐξάνωνται καὶ θαρσῶσιν, ἐνίοις δʼ καὶ συναναπληρῶν μετʼ εὐφημίας τὸ ἐλλεῖπον, ὡς ὁ Νέστωρ <milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>οὔτις τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Hom. I 55 ib. <foreign xml:lang="grc">Ἀχαιοί</foreign> <foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">ἀχαιῶν</foreign> </note><l>οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο· μύθων, </l><l>ἦ μὴν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάις εἴης.</l></quote> </p></div><div type="textpart" subtype="section" n="23"><p rend="indent">τούτου δὲ πολιτικώτερον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολιτικώτερον</foreign>] intell. <foreign xml:lang="grc">ποιεῖ</foreign><foreign xml:lang="lat">monuit</foreign> R</note>, μὴ μόνον ἐμφανῶς μηδὲ δημοσίᾳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δημοσίᾳ γʼ</foreign> Schellensius</note> ὀνειδίζων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">ib</foreign>. <foreign xml:lang="grc">ὀνειδίζων</foreign> Madvigius: <foreign xml:lang="grc">ὀνειδίζειν</foreign>, <foreign xml:lang="lat">malim tamen</foreign> <foreign xml:lang="grc">μόνον ὀνειδίζων</foreign> Codez V² <foreign xml:lang="grc">ὀνειδίζειν</foreign> <foreign xml:lang="lat">habet in rasura; ex pr. m. videntur haec</foreign>: <foreign xml:lang="grc">νομ. ζ...</foreign> </note><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολιτικώτερος ὁ μὴ μόνον - ὀνειδίζων</foreign> W</note> ἄνευ δηγμοῦ σφόδρα <pb xml:id="v.5.p.53"/> κολούοντος καὶ ταπεινοῦντος, ἀλλὰ μᾶλλον ἰδίᾳ τοῖς εὖ πεφυκόσι πρὸς πολιτείαν ὑποτιθέμενος καὶ συνεισηγούμενος <milestone unit="stephpage" xml:id="stephpage-795c" n="795c"/> εὐμενῶς λόγους τε χρηστοὺς; καὶ πολιτεύματα, συνεξορμῶν πρὸς τὰ καλὰ καὶ συνεπιλαμπρύνων <milestone unit="tlnum" n="5"/> τὸ φρόνημα καὶ παρέχων, ὥσπερ οἱ διδάσκοντες ἱππεύειν, ἐν ἀρχῇ χειροήθη καὶ πρᾶον ἐπιβῆναι τὸν δῆμον· εἰ, δέ τι σφαλείη, μὴ περιορῶν ἐξαθυμοῦντα τὸν νέον; ἀλλʼ· ἀνιστὰς καὶ παραμυθούμενος, ὡς Ἀριστείδης Κίμωνα καὶ Μνησίφιλος <milestone unit="tlnum" n="10"/>Θεμιστοκλέα, δυσχεραινομένους καὶ κακῶς ἀκούοντας ἐν τῇ πόλει τὸ πρῶτον ὡς ἰταμοὺς καὶ ἀκολάστους, ἐπῆραν καὶ ἀνεθάρρυναν. λέγεται δὲ καὶ Δημοσθένους ἐκπεσόντος ἐν τῷ δήμῳ καὶ βαρέως <milestone unit="stephpage" xml:id="stephpage-795d" n="795d"/> φέροντος ἅψασθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καθάψασθαι</foreign> Coraes</note> παλαιόν τινα γέροντα τῶν ἀκηκοότων  
<milestone unit="tlnum" n="15"/>Περικλέους καὶ εἰπεῖν, ὡς ἐκείνῳ, τἀνδρὶ προσεοικὼς τὴν φύσιν οὐ δικαίως αὑτοῦ κατέγνωκεν. οὕτω δὲ καὶ Τιμόθεον Εὐριπίδης συριττόμενον ἐπὶ τῇ καινοτομίᾳ καὶ παρανομεῖν εἰς τὴν μουσικὴν δοκοῦντα θαρρεῖν ἐκέλευσεν, ὡς ὀλίγου χρόνου τῶν <milestone unit="tlnum" n="20"/> θεάτρων ὑπʼ αὐτῷ γενησομένων.</p></div><div type="textpart" subtype="section" n="24"><p rend="indent">καθόλου δʼ ὥσπερ ἐν Ῥώμῃ ταῖς Ἑστιάσι παρθένοις τοῦ χρόνου διώρισται τὸ μὲν μανθάνειν τὸ δὲ δρᾶν τὰ νενομισμένα τὸ δὲ τρίτον ἤδη διδάσκειν, καὶ τῶν ἐν Ἐφέσῳ περὶ τὴν Ἄρτεμιν <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-795e" n="795e"/> ὁμοίως ἑκάστην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἑκάστην</foreign> X: <foreign xml:lang="grc">ἑκάστου</foreign> </note> Μελλιέρην τὸ πρῶτον εἶθʼ Ἱέρην τὸ δὲ τρίτον Παριέρην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πανιέρην</foreign>? vid. Symbol.</note> καλοῦσιν· οὕτως ὁ τελέως πολιτικὸς ἀνὴρ τὰ μὲν πρῶτα μανθάνων ἔτι <pb xml:id="v.5.p.54"/> πολιτεύεται<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">W: <foreign xml:lang="grc">πολιτεύεσθαι</foreign> </note> καὶ μυούμενος τὰ δʼ ἔσχατα διδάσκων καὶ μυσταγωγῶν · τὸ μὲν γὰρ ἐπιστατεῖν ἀθλοῦσιν ἑτέροις οὐκ ἔστιν αὐτὸν ἀθλεῖν, ὁ δὲ παιδοτριβῶν νέον ἐν πράγμασι κοινοῖς καὶ δημοσίοις ἀγῶσι καὶ <milestone unit="tlnum" n="5"/> παρασκευάζων τῇ πατρίδι <quote rend="blockquote"><l>μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Hom. I 443</note></quote> ἐν οὐ μικρῷ μέρει πολιτείας οὐδὲ φαύλῳ χρήσιμός ἐστιν, ἀλλʼ εἰς ὃ μάλιστα καὶ πρῶτον ὁ Λυκοῦργος <milestone unit="stephpage" xml:id="stephpage-795f" n="795f"/> ἐντείνας ἑαυτὸν εἴθισε· τοὺς νέους παντὶ πρεσβύτῃ <milestone unit="tlnum" n="10"/> καθάπερ νομοθέτῃ πειθομένους διατελεῖν· ἐπεὶ πρὸς τί βλέψας ὁ Λύσανδρος· εἶπεν, ὡς ἐν Λακεδαίμονι κάλλιστα γηρῶσιν; ἆρʼ ὅτι γʼ ἀργεῖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γε ἀργεῖν</foreign> Faehsius: <foreign xml:lang="grc">γεωργεῖν</foreign> </note> ἔξεστι μάλιστα τοῖς πρεσβυτέροις ἐκεῖ καὶ δανείζειν ἢ κυβεύειν συγκαθεζομένους ἢ πίνειν ἐν ὥρᾳ συνάγοντας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐν ὥρα συνάγοντας</foreign>] cf. Athen. p. 279 f. 365 c</note>; 
<milestone unit="tlnum" n="15"/> οὐκ ἂν εἴποις· ἀλλʼ ὅτι τρόπον τινὰ πάντες οἱ τηλικοῦτοι τάξιν ἀρχόντων ἤ τινων πατρονόμων ἢ παιδαγωγῶν ἔχοντες; οὐ τὰ κοινὰ μόνον ἐπισκοποῦσιν, <milestone unit="stephpage" xml:id="stephpage-796a" n="796a"/> ἀλλὰ καὶ τῶν νέων ἕκαστʼ ἀεὶ περί τε τὰ γυμνάσια καὶ παιδιὰς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Amyotus: <foreign xml:lang="grc">παιδείας</foreign> </note> καὶ διαίτας καταμανθάνουσιν <milestone unit="tlnum" n="20"/> οὐ παρέργως, φοβεροὶ μὲν ὄντες τοῖς ἁμαρτάνουσιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">post</foreign><foreign xml:lang="grc">ἁμαρτάνουσιν</foreign>] <foreign xml:lang="lat">erasae sunt 11 fere litt. in V</foreign>². Fortasse adiectivum excidit</note> αἰδεστοὶ δὲ τοῖς ἀγαθοῖς καὶ ποθεινοί· θεραπεύουσι γὰρ ἀεὶ καὶ διώκουσιν αὐτοὺς οἱ νέοι, τὸ κόσμιον καὶ τὸ γενναῖον αὔξοντας; καὶ συνεπιγαυροῦντας ἄνευ φθόνου.<pb xml:id="v.5.p.55"/> </p></div><div type="textpart" subtype="section" n="25"><p rend="indent">τοῦτο γὰρ τὸ πάθος οὐδενὶ χρόνῳ πρέπον ἡλικίας, ὅμως ἐν νέοις εὐπορεῖ χρηστῶν ὀνομάτων, ἅμιλλα καὶ ζῆλος καὶ φιλοτιμία προσαγορευόμενον, ἐν δὲ πρεσβύταις παντελῶς ἄωρόν ἐστι καὶ ἄγριον <milestone unit="tlnum" n="5"/> καὶ ἀγεννές. διὸ δεῖ πορρωτάτω τοῦ φθονεῖν ὄντα τὸν πολιτικὸν γέροντα, μὴ καθάπερ τὰ βάσκανα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">post <foreign xml:lang="grc">βάσκανα</foreign> <foreign xml:lang="lat">lac. 10 fere litt. est in V</foreign>² </note> <milestone unit="stephpage" xml:id="stephpage-796b" n="796b"/> γεράνδρυα τῶν παραβλαστανόντων καὶ ὑποφυομένων σαφῶς ἀφαιρεῖσθαι καὶ κολούειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ κολούειν</foreign> Aldina (ubi <foreign xml:lang="grc">κωλούειν</foreign> <foreign xml:lang="lat">male scriptum est); mei omiserunt</foreign></note> τὴν βλάστην καὶ, τὴν αὔξησιν, ἀλλʼ εὐμενῶς προσδέχεσθαι καὶ παρέχειν <milestone unit="tlnum" n="10"/> τοῖς ἀντιλαμβανομένοις καὶ προσπλεκομένοις ἑαυτὸν ὀρθοῦντα καὶ χειραγωγοῦντα καὶ τρέφοντα μὴ μόνον ὑφηγήσεσι καὶ συμβουλίαις ἀγαθαῖς, ἀλλὰ καὶ παραχωρήσεσι πολιτευμάτων τιμὴν ἐχόντων καὶ δόξαν ἤ τινας ὑπουργίας ἀβλαβεῖς μὲν ἡδείας δὲ 
<milestone unit="tlnum" n="15"/> τοῖς πολλοῖς καὶ πρὸς χάριν ἐσομένας· ὅσα δʼ ἐστὶν ἀντίτυπα καὶ προσάντη καὶ καθάπερ, τὰ φάρμακα δάκνει παραχρῆμα καὶ λυπεῖ τὸ δὲ καλὸν καὶ λυσιτελὲς <milestone unit="stephpage" xml:id="stephpage-796c" n="796c"/> ὕστερον ἀποδίδωσι, μὴ τοὺς νέους ἐπὶ ταῦτα προσάγοντα μηδʼ ὑποβάλλοντα θορύβοις, ὄχλων <milestone unit="tlnum" n="20"/> ἀγνωμονούντων ἀήθεις ὄντας, ἀλλʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀλλʼ</foreign>] <foreign xml:lang="lat">om. mei, nisi quod eius loco vacuum spatium in V</foreign>²<foreign xml:lang="lat">est</foreign></note> αὐτὸν ἐκδεχόμενον τὰς ὑπὲρ τῶν συμφερόντων ἀπεχθείας· τούτῳ γὰρ εὐνουστέρους τε ποιήσει τοὺς νέους καὶ προθυμοτέρους ἐν ταῖς ἄλλαις ὑπηρεσίαις.</p></div><div type="textpart" subtype="section" n="26"><p rend="indent">παρὰ πάντα δὲ ταῦτα χρὴ μνημονεύειν, ὡς <milestone unit="tlnum" n="25"/> οὐκ ἔστι πολιτεύεσθαι μόνον τὸ ἄρχειν καὶ πρε <pb xml:id="v.5.p.56"/> σβεύειν καὶ μέγα βοᾶν ἐν ἐκκλησίᾳ καὶ περὶ τὸ βῆμα βακχεύειν λέγοντας ἢ γράφοντας, ἃ οἱ πολλοὶ τοῦ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοῦ</foreign>] <foreign xml:lang="grc">τὸ</foreign> Coraes, <foreign xml:lang="lat">del. R male, nam genetivus hic idem valet atque</foreign> <foreign xml:lang="grc">ἴδια τοῦ πολιτεύεσθαι</foreign> </note> πολιτεύεσθαι νομίζουσιν, ὥσπερ ἀμέλει καὶ <milestone unit="stephpage" xml:id="stephpage-796d" n="796d"/> φιλοσοφεῖν τοὺς ἀπὸ τοῦ δίφρου διαλεγομένους καὶ <milestone unit="tlnum" n="5"/> σχολὰς ἐπὶ βιβλίοις περαίνοντας· ἡ δὲ συνεχὴς ἐν ἔργοις καὶ πράξεσιν ὁρωμένη καθʼ ἡμέραν ὁμαλῶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὁμαλῶς</foreign> (i. e. <foreign xml:lang="grc">ἴσως</foreign>) Coraes: <foreign xml:lang="grc">οὐδαμῶς</foreign> </note> πολιτεία καὶ φιλοσοφία λέληθεν αὐτούς. καὶ γὰρ τοὺς ἐν ταῖς στοαῖς ἀνακάμπτοντας περιπατεῖν φασιν, ὡς ἔλεγε Δικαίαρχος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Δικαίαρχος</foreign>] Mueller. 2. p. 226</note>, οὐκέτι δὲ τοὺς εἰς ἀγρὸν <milestone unit="tlnum" n="10"/> ἢ πρὸς φίλον βαδίζοντας. ὅμοιον δʼ ἐστὶ τῷ φιλοσοφεῖν τὸ πολιτεύεσθαι. Σωκράτης γοῦν οὔτε βάθρα θεὶς οὔτʼ εἰς θρόνον καθίσας οὔθʼ ὥραν διατριβῆς ἢ περιπάτου τοῖς γνωρίμοις τεταγμένην φυλάττων, ἀλλὰ καὶ συμπαίζων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">συμπαίζων</foreign> R: <foreign xml:lang="grc">παίζων</foreign> </note>, ὅτε τύχοι, καὶ συμπίνων καὶ  
<milestone unit="tlnum" n="15"/> συστρατευόμενος ἐνίοις καὶ συναγοράζων, τέλος δὲ <milestone unit="stephpage" xml:id="stephpage-796e" n="796e"/> καὶ δεδεμένος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">W: <foreign xml:lang="grc">συνδεδεμένος</foreign> </note> καὶ πίνων τὸ φάρμακον, ἐφιλοσόφει πρῶτος ἀποδείξας τὸν βίον ἅπαντι χρόνῳ καὶ μέρει καὶ πάθεσι καὶ πράγμασιν ἁπλῶς ἅπασι φιλοσοφίαν δεχόμενον. οὕτω δὴ διανοητέον καὶ περὶ πολιτείας, <milestone unit="tlnum" n="20"/> ὡς τοὺς μὲν ἀνοήτους, οὐδʼ ὅταν στρατηγῶσιν ἢ γραμματεύωσιν ἢ δημηγορῶσι, πολιτευομένους ἀλλʼ ὀχλοκοποῦντας ἢ πανηγυρίζοντας στασιάζοντας ἢ λειτουργοῦντας ἀναγκαίως· τὸν δὲ κοινωνικὸν καὶ φιλάνθρωπον καὶ φιλόπολιν καὶ κηδεμονικὸν καὶ <milestone unit="tlnum" n="25"/> πολιτικὸν ἀληθῶς, κἂν μηδέποτε τὴν χλαμύδα περί; <pb xml:id="v.5.p.57"/> θηται, πολιτευόμενον ἀεὶ τῷ παρορμᾶν τοὺς δυναμένους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">τοὺς πράττειν δυναμένους</foreign> R</note>, <milestone unit="stephpage" xml:id="stephpage-796f" n="796f"/> ὑφηγεῖσθαι τοῖς δεομένοις, συμπαρεῖναι τοῖς βουλευομένοις, διατρέπειν τοὺς κακοπραγμονοῦντας, ἐπιρρωννύναι τοὺς εὐγνώμονας, φανερὸν <milestone unit="tlnum" n="5"/> εἶναι μὴ παρέργως προσέχοντα τοῖς κοινοῖς μηδʼ ὅπου σπουδή τις ἢ παράκλησις διὰ τὸ πρωτεῖον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πρωτεῖον</foreign> X <foreign xml:lang="lat">versio</foreign>: <foreign xml:lang="grc">πρῶτον</foreign> </note> εἰς τὸ θέατρον βαδίζοντα καὶ τὸ βουλευτήριον, ἄλλως δὲ διαγωγῆς χάριν ὡς ἐπὶ θέαν ἢ ἀκρόασιν, ὅταν ἐπέλθῃ, παραγιγνόμενον, ἀλλά, κἂν μὴ <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-797a" n="797a"/> παραγένηται τῷ σώματι, παρόντα τῇ γνώμῃ καὶ τῷ πυνθάνεσθαι τὰ μὲν ἀποδεχόμενον τοῖς δὲ δυσκολαίνοντα τῶν πραττομένων.</p></div><div type="textpart" subtype="section" n="27"><p rend="indent">οὐδὲ γὰρ Ἀθηναίων Ἀριστείδης οὐδὲ Ῥωμαίων Κάτων ἦρξε πολλάκις, ἀλλὰ πάντα τὸν αὑτῶν<milestone unit="tlnum" n="15"/> βίον ἐνεργὸν ἀεὶ· ταῖς πατρίσι παρέσχον. Ἐπαμεινώνδας δὲ πολλὰ μὲν καὶ μεγάλα κατώρθωσε στρατηγῶν, οὐκ ἔλαττον δʼ αὐτοῦ μνημονεύεται μηδὲ στρατηγοῦντος μηδʼ ἄρχοντος ἔργον περὶ Θετταλίαν, ὅτε τῶν στρατηγῶν εἰς τόπους χαλεποὺς; ἐμβαλόντων <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-797b" n="797b"/> τὴν φάλαγγα καὶ θορυβουμένων (ἐπέκειντο γὰρ οἱ πολέμιοι βάλλοντες), ἀνακληθεὶς ἐκ τῶν ὁπλιτῶν πρῶτον μὲν ἔπαυσε θαρρύνας τὸν τοῦ στρατεύματος τάραχον καὶ φόβον, ἔπειτα διατάξας καὶ διαρμοσάμενος τὴν φάλαγγα συγκεχυμένην ἐξήγαγε ῥᾳδίως <milestone unit="tlnum" n="25"/> καὶ κατέστησεν ἐναντίαν τοῖς πολεμίοις, ὥστʼ ἀπελθεῖν ἐκείνους μεταβαλομένους. Ἄγιδος δὲ τοῦ βασιλέως ὠς ἐν Ἀρκαδίᾳ τοῖς πολεμίοις ἐπάγοντος ἤδη <pb xml:id="v.5.p.58"/> τὸ στράτευμα συντεταγμένον εἰς μάχην, τῶν πρεσβυτέρων τις Σπαρτιατῶν ἐπεβόησεν, ὅτι διανοεῖται κακὸν κακῷ ἰᾶσθαι, δηλῶν τῆς ἐξ Ἄργους ἐπαιτίου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὀᾶσθαι - ἐπαιτίου</foreign> Thucydides (5, 65): <foreign xml:lang="grc">ἰάσασθαι - ἐπετείου</foreign> </note> <milestone unit="stephpage" xml:id="stephpage-797c" n="797c"/> ἀναχωρήσεως τὴν παροῦσαν ἄκαιρον προθυμίαν <milestone unit="tlnum" n="5"/> ἀνάληψιν βουλόμενον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">βουλόμενον</foreign>] <foreign xml:lang="grc">βουλομένην</foreign><foreign xml:lang="lat">idem</foreign></note> εἶναι, ὡς ὁ Θουκυδίδης φησίν· ὁ δʼ Ἆγις ἀκούσας ἐπείσθη καὶ ἀνεχώρησε. Μενεκράτει δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">Μενεκράτει δὲ</foreign> Iannotius: <foreign xml:lang="grc">μέν, ἐκράτει δέ</foreign> </note> καὶ δίφρος ἔκειτο καθʼ ἡμέραν παρὰ ταῖς θύραις τοῦ ἀρχείου, καὶ πολλάκις ἀνιστάμενοι πρὸς αὐτὸν οἱ Ἔφοροι διεπυνθάνοντο καὶ συνεβουλεύοντο 1 <milestone unit="tlnum" n="10"/> περὶ τῶν μεγίστων. ἐδόκει ἔμφρων εἶναι καὶ συνετὸς ἱστορεῖσθαι διὸ καὶ παντάπασιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ συνετός· ἱστορεῖται δὲ καὶ ὅτι παντάπασιν κἑ</foreign> Madvigius</note> ἤδη τὴν, τοῦ σώματος ἐξημαυρωμένος δύναμιν καὶ τὰ πολλὰ κλινήρης διημερεύων, μεταπεμπομένων εἰς ἀγορὰν τῶν Ἐφόρων, ὥρμησε μὲν ἐξαναστὰς βαδίζειν, 
<milestone unit="tlnum" n="15"/> μόλις καὶ χαλεπῶς προερχόμενος, εἶτα παιδαρίοις <milestone unit="stephpage" xml:id="stephpage-797d" n="797d"/> ἐντυχὼν καθʼ ὁδόν, ἠρώτησεν, εἴ τι γινώσκουσιν ἀναγκαιότερον ὂν τοῦ πείθεσθαι δεσπότῃ· τῶν δὲ φησάντων <q>τὸ μὴ δύνασθαι</q> τοῦτο τῆς ὑπουργίας λογισάμενος πέρας ἀνέστρεψεν οἴκαδε. <milestone unit="tlnum" n="20"/> δεῖ γὰρ μὴ προαπολείπειν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">προαπολείπειν</foreign> Coraes: <foreign xml:lang="grc">προαπολιπεῖν</foreign> </note> τὴν προθυμίαν τῆς δυνάμεως, ἐγκαταλειφθεῖσαν δὲ μὴ βιάζεσθαι. καὶ μὴν Γαΐῳ Λαιλίῳ Σκιπίων ἐχρῆτο συμβούλῳ στρατηγῶν ἀεὶ καὶ πολιτευόμενος, ὥστε καὶ λέγειν ἐνίους ὑποκριτὴν τῶν πράξεων Σκιπίωνα ποιητὴν δὲ τὸν <milestone unit="tlnum" n="25"/>Γάιον εἶναι. Κικέρων δ’ αὐτὸς ὁμολογεῖ τὰ <pb xml:id="v.5.p.59"/> κάλλιστα καὶ μέγιστα τῶν συμβουλευμάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">βουλευμάτων</foreign> L. Dindorfius</note>, οἷς ὤρθωσεν ὑπατεύων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">ib. ita Passowius in Lexico</foreign>: <foreign xml:lang="grc">οἶς ὀρθῶς ἐνυπατευων</foreign></note> τὴν πατρίδα, μετὰ Ποπλίου Νιγιδίου τοῦ φιλοσόφου συνθεῖναι. <milestone unit="stephpage" xml:id="stephpage-797e" n="797e"/> </p></div><div type="textpart" subtype="section" n="28"><p rend="indent">οὕτω διὰ πολλῶν τρόπων τῆς πολιτείας <milestone unit="tlnum" n="5"/> οὐδὲν ἀποκωλύει τοὺς γέροντας ὠφελεῖν τὸ κοινὸν ἀπὸ τῶν βελτίστων, λόγου καὶ γνώμης καὶ παρρησίας καὶ φροντίδος πινυτῆς, ὡς δὴ ποιηταὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ποιηταὶ</foreign>] cf. <foreign xml:lang="lat">Homerus, Pindarus, alii</foreign></note> λέγουσιν. οὐ γὰρ αἱ χεῖρες ἡμῶν οὐδʼ οἱ πόδες, οὐδʼ ἡ τοῦ σώματος ῥώμη κτῆμα καὶ μέρος ἐστὶ τῆς πόλεως <milestone unit="tlnum" n="10"/> μόνον, ἀλλὰ πρῶτον ἡ ψυχὴ καὶ τὰ τῆς ψυχῆς κάλλη, δικαιοσύνη καὶ σωφροσύνη καὶ φρόνησις ὧν ὀψὲ καὶ βραδέως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καὶ βραδέως</foreign>] <foreign xml:lang="lat">in marginem reiecit cod</foreign>. E</note> τὸ οἰκεῖον ἀπολαμβανόντων, ἄτοπόν ἐστι τὴν μὲν οἰκίαν καὶ τὸν ἀγρὸν ἀπολαύειν <milestone unit="stephpage" xml:id="stephpage-797f" n="797f"/> καὶ τὰ λοιπὰ χρήματα καὶ κτήματα, κοινῇ 
<milestone unit="tlnum" n="15"/> δὲ τῇ πατρίδι καὶ τοῖς πολίταις μηκέτι χρησίμους εἶναι διὰ τὸν. χρόνον, οὐ τοσοῦτον τῶν ὑπηρετικῶν παραιρούμενον δυνάμεων, ὅσον ταῖς ἡγεμονικαῖς καὶ πολιτικαῖς προστίθησι. διὸ καὶ τῶν Ἑρμῶν τοὺς πρεσβυτέρους ἄχειρας καὶ ἄποδας ἐντεταμένους <milestone unit="tlnum" n="20"/> δὲ τοῖς μορίοις δημιουργοῦσιν, αἰνιττόμενοι τῶν γερόντων ἐλάχιστα δεῖσθαι διὰ τοῦ σώματος ἐνεργούντων, ἐὰν τὸν λόγον ἐνεργόν, ὡς προσήκει, καὶ γόνιμον ἔχωσιν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>