<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2:21-24</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2:21-24</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg117.perseus-grc2"><div type="textpart" subtype="section" n="21"><p rend="indent">οὕτω δέ πως καὶ λόγῳ χρηστέον ἐν ἐκκλησίᾳ πρεσβύτην γενόμενον, μὴ ἐπιπηδῶντα συνεχῶς τῷ βήματι μηδʼ ἀεὶ δίκην ἀλεκτρυόνος ἀντᾴδοντα τοῖς φθεγγομένοις, μηδὲ τῷ συμπλέκεσθαι καὶ διερεθίζειν ἀποχαλινοῦντα τὴν πρὸς αὐτὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">αὑτὸν</foreign>?</note> αἰδῶ τῶν <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-794d" n="794d"/> νέων μηδὲ μελέτην ἐμποιοῦντα καὶ συνήθειαν <pb xml:id="v.5.p.51"/> ἀπειθείας καὶ δυσηκοΐας, ἀλλὰ καὶ παριέντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παριόντα</foreign> mei</note> ποτὲ καὶ διδόντα πρὸς δόξαν ἀναχαιτίσαι καὶ θρασύνασθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Coraes: <foreign xml:lang="grc">θρασύνεσθαι</foreign> </note>, μηδὲ παρόντα μηδὲ πολυπραγμονοῦντα, ὅπου μὴ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὅπου γε</foreign> Duebnerus</note> μέγα τὸ κινδυνευόμενόν ἐστι πρὸς σωτηρίαν κοινὴν <milestone unit="tlnum" n="5"/> ἢ τὸ καλὸν καὶ πρέπον. ἐκεῖ δὲ χρὴ καὶ μηδενὸς καλοῦντος ὠθεῖσθαι δρόμῳ παρὰ δύναμιν, ἀναθέντα χειραγωγοῖς αὑτὸν ἢ φοράδην κομιζόμενον, ὥσπερ ἱστοροῦσιν ἐν Ῥώμῃ Κλαύδιον Ἄππιον · ἡττημένων γὰρ ὑπὸ Πύρρου μάχῃ μεγάλῃ, πυθόμενος τὴν σύγκλητον <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-794e" n="794e"/> ἐνδέχεσθαι λόγους περὶ σπονδῶν καὶ εἰρήνης οὐκ ἀνασχετὸν ἐποιήσατο, καίπερ ἀμφοτέρας ἀποβεβληκὼς τὰς ὄψεις, ἀλλʼ ἧκε διʼ ἀγορᾶς φερόμενος πρὸς τὸ βουλευτήριον εἰσελθὼν δὲ καὶ καταστὰς εἰς μέσον ἔφη πρότερον μὲν ἄχθεσθαι τῷ 
<milestone unit="tlnum" n="15"/> τῶν ὀμμάτων στέρεσθαι, νῦν δʼ ἂν εὔξασθαι μηδʼ ἀκούειν οὕτως αἰσχρὰ καὶ ἀγεννῆ βουλευομένους καὶ πράττοντας ἐκείνους. ἐκ δὲ τούτου τὰ μὲν καθαψάμενος αὐτῶν τὰ δὲ διδάξας καὶ παρορμήσας, <milestone unit="stephpage" xml:id="stephpage-794f" n="794f"/> ἔπεισεν εὐθὺς ἐπὶ τὰ ὅπλα χωρεῖν καὶ διαγωνίζεσθαι <milestone unit="tlnum" n="20"/> περὶ τῆς Ἰταλίας πρὸς τὸν Πύρρον. ὁ δὲ Σόλων, τῆς Πεισιστράτου δημαγωγίας, ὅτι τυραννίδος ἦν μηχάνημα, φανερᾶς γενομένης, μηδενὸς ἀμύνεσθαι μηδὲ κωλύειν τολμῶντος, αὐτὸς ἐξενεγκάμενος τὰ ὅπλα καὶ πρὸ τῆς οἰκίας θέμενος ἠξίου βοηθεῖν <milestone unit="tlnum" n="25"/> τοὺς πολίτας· πέμψαντος δὲ τοῦ Πεισιστράτου πρὸς αὐτὸν καὶ πυνθανομένου τίνι πεποιθὼς ταῦτα πράττει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">malim</foreign><foreign xml:lang="grc">πράττοι</foreign></note>, <q>τῷ γήρᾳ</q> εἶπεν.<pb xml:id="v.5.p.52"/> </p></div><div type="textpart" subtype="section" n="22"><p rend="indent">ἀλλὰ μὲν οὕτως ἀναγκαῖα καὶ τοὺς ἀπεσβηκότας κομιδῇ γέροντας·, ἂν μόνον ἐμπνέωσιν, ἐξάπτει καὶ διανίστησιν ἐν δὲ τοῖς ἄλλοις ποτὲ μέν, ὥσπερ εἴρηται, παραιτούμενος ἐμμελὴς ἔσται <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-795a" n="795a"/> τὰ γλίσχρα καὶ διακονικὰ καὶ μείζονας ἔχοντα τοῖς πράττουσιν ἀσχολίας ἢ διʼ οὓς πράττεται χρείας καὶ ὠφελείας· ἔστι δʼ ὅπου περιμένων καλέσαι καὶ ποθῆσαι καὶ μετελθεῖν οἴκοθεν τοὺς πολίτας ἀξιοπιστότερος δεομένοις κάτεισι. τὰ δὲ πλεῖστα καὶ παρὼν <milestone unit="tlnum" n="10"/> σιωπῇ τοῖς νεωτέροις λέγειν παρίησιν, οἷον βραβεύων φιλοτιμίας πολιτικῆς ἅμιλλαν ἐὰν δʼ ὑπερβάλλῃ τὸ μέτριον, καθαπτόμενος ἠπίως καὶ μετʼ εὐμενείας ἀφαιρῶν φιλονεικίας καὶ βλασφημίας καὶ ὀργάς, ἐν δὲ ταῖς γνώμαις τὸν ἁμαρτάνοντα παραμυθούμενος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">παραμυθούμενος</foreign>] <foreign xml:lang="grc">ἐπανορθούμενος</foreign> W <foreign xml:lang="lat">hic et paulo post</foreign> (p. 53 lin. 8)</note> 
<milestone unit="tlnum" n="15"/> ἄνευ ψόγου καὶ διδάσκων, ἐπαινῶν δʼ ἀφόβως<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἀφόβως</foreign>] <foreign xml:lang="grc">ἀφθόνως</foreign> R</note> τὸν κατορθοῦντα καὶ νικώμενος ἑκουσίως <milestone unit="stephpage" xml:id="stephpage-795b" n="795b"/> καὶ προϊέμενος τὸ πεῖσαι καὶ περιγενέσθαι πολλάκις ὅπως αὐξάνωνται καὶ θαρσῶσιν, ἐνίοις δʼ καὶ συναναπληρῶν μετʼ εὐφημίας τὸ ἐλλεῖπον, ὡς ὁ Νέστωρ <milestone unit="tlnum" n="20"/> <quote rend="blockquote"><l>οὔτις τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Hom. I 55 ib. <foreign xml:lang="grc">Ἀχαιοί</foreign> <foreign xml:lang="lat">idem</foreign>: <foreign xml:lang="grc">ἀχαιῶν</foreign> </note><l>οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο· μύθων, </l><l>ἦ μὴν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάις εἴης.</l></quote> </p></div><div type="textpart" subtype="section" n="23"><p rend="indent">τούτου δὲ πολιτικώτερον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολιτικώτερον</foreign>] intell. <foreign xml:lang="grc">ποιεῖ</foreign><foreign xml:lang="lat">monuit</foreign> R</note>, μὴ μόνον ἐμφανῶς μηδὲ δημοσίᾳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">δημοσίᾳ γʼ</foreign> Schellensius</note> ὀνειδίζων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">ib</foreign>. <foreign xml:lang="grc">ὀνειδίζων</foreign> Madvigius: <foreign xml:lang="grc">ὀνειδίζειν</foreign>, <foreign xml:lang="lat">malim tamen</foreign> <foreign xml:lang="grc">μόνον ὀνειδίζων</foreign> Codez V² <foreign xml:lang="grc">ὀνειδίζειν</foreign> <foreign xml:lang="lat">habet in rasura; ex pr. m. videntur haec</foreign>: <foreign xml:lang="grc">νομ. ζ...</foreign> </note><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πολιτικώτερος ὁ μὴ μόνον - ὀνειδίζων</foreign> W</note> ἄνευ δηγμοῦ σφόδρα <pb xml:id="v.5.p.53"/> κολούοντος καὶ ταπεινοῦντος, ἀλλὰ μᾶλλον ἰδίᾳ τοῖς εὖ πεφυκόσι πρὸς πολιτείαν ὑποτιθέμενος καὶ συνεισηγούμενος <milestone unit="stephpage" xml:id="stephpage-795c" n="795c"/> εὐμενῶς λόγους τε χρηστοὺς; καὶ πολιτεύματα, συνεξορμῶν πρὸς τὰ καλὰ καὶ συνεπιλαμπρύνων <milestone unit="tlnum" n="5"/> τὸ φρόνημα καὶ παρέχων, ὥσπερ οἱ διδάσκοντες ἱππεύειν, ἐν ἀρχῇ χειροήθη καὶ πρᾶον ἐπιβῆναι τὸν δῆμον· εἰ, δέ τι σφαλείη, μὴ περιορῶν ἐξαθυμοῦντα τὸν νέον; ἀλλʼ· ἀνιστὰς καὶ παραμυθούμενος, ὡς Ἀριστείδης Κίμωνα καὶ Μνησίφιλος <milestone unit="tlnum" n="10"/>Θεμιστοκλέα, δυσχεραινομένους καὶ κακῶς ἀκούοντας ἐν τῇ πόλει τὸ πρῶτον ὡς ἰταμοὺς καὶ ἀκολάστους, ἐπῆραν καὶ ἀνεθάρρυναν. λέγεται δὲ καὶ Δημοσθένους ἐκπεσόντος ἐν τῷ δήμῳ καὶ βαρέως <milestone unit="stephpage" xml:id="stephpage-795d" n="795d"/> φέροντος ἅψασθαι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">καθάψασθαι</foreign> Coraes</note> παλαιόν τινα γέροντα τῶν ἀκηκοότων  
<milestone unit="tlnum" n="15"/>Περικλέους καὶ εἰπεῖν, ὡς ἐκείνῳ, τἀνδρὶ προσεοικὼς τὴν φύσιν οὐ δικαίως αὑτοῦ κατέγνωκεν. οὕτω δὲ καὶ Τιμόθεον Εὐριπίδης συριττόμενον ἐπὶ τῇ καινοτομίᾳ καὶ παρανομεῖν εἰς τὴν μουσικὴν δοκοῦντα θαρρεῖν ἐκέλευσεν, ὡς ὀλίγου χρόνου τῶν <milestone unit="tlnum" n="20"/> θεάτρων ὑπʼ αὐτῷ γενησομένων.</p></div><div type="textpart" subtype="section" n="24"><p rend="indent">καθόλου δʼ ὥσπερ ἐν Ῥώμῃ ταῖς Ἑστιάσι παρθένοις τοῦ χρόνου διώρισται τὸ μὲν μανθάνειν τὸ δὲ δρᾶν τὰ νενομισμένα τὸ δὲ τρίτον ἤδη διδάσκειν, καὶ τῶν ἐν Ἐφέσῳ περὶ τὴν Ἄρτεμιν <milestone unit="tlnum" n="25"/> <milestone unit="stephpage" xml:id="stephpage-795e" n="795e"/> ὁμοίως ἑκάστην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἑκάστην</foreign> X: <foreign xml:lang="grc">ἑκάστου</foreign> </note> Μελλιέρην τὸ πρῶτον εἶθʼ Ἱέρην τὸ δὲ τρίτον Παριέρην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">πανιέρην</foreign>? vid. Symbol.</note> καλοῦσιν· οὕτως ὁ τελέως πολιτικὸς ἀνὴρ τὰ μὲν πρῶτα μανθάνων ἔτι <pb xml:id="v.5.p.54"/> πολιτεύεται<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">W: <foreign xml:lang="grc">πολιτεύεσθαι</foreign> </note> καὶ μυούμενος τὰ δʼ ἔσχατα διδάσκων καὶ μυσταγωγῶν · τὸ μὲν γὰρ ἐπιστατεῖν ἀθλοῦσιν ἑτέροις οὐκ ἔστιν αὐτὸν ἀθλεῖν, ὁ δὲ παιδοτριβῶν νέον ἐν πράγμασι κοινοῖς καὶ δημοσίοις ἀγῶσι καὶ <milestone unit="tlnum" n="5"/> παρασκευάζων τῇ πατρίδι <quote rend="blockquote"><l>μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Hom. I 443</note></quote> ἐν οὐ μικρῷ μέρει πολιτείας οὐδὲ φαύλῳ χρήσιμός ἐστιν, ἀλλʼ εἰς ὃ μάλιστα καὶ πρῶτον ὁ Λυκοῦργος <milestone unit="stephpage" xml:id="stephpage-795f" n="795f"/> ἐντείνας ἑαυτὸν εἴθισε· τοὺς νέους παντὶ πρεσβύτῃ <milestone unit="tlnum" n="10"/> καθάπερ νομοθέτῃ πειθομένους διατελεῖν· ἐπεὶ πρὸς τί βλέψας ὁ Λύσανδρος· εἶπεν, ὡς ἐν Λακεδαίμονι κάλλιστα γηρῶσιν; ἆρʼ ὅτι γʼ ἀργεῖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">γε ἀργεῖν</foreign> Faehsius: <foreign xml:lang="grc">γεωργεῖν</foreign> </note> ἔξεστι μάλιστα τοῖς πρεσβυτέροις ἐκεῖ καὶ δανείζειν ἢ κυβεύειν συγκαθεζομένους ἢ πίνειν ἐν ὥρᾳ συνάγοντας<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἐν ὥρα συνάγοντας</foreign>] cf. Athen. p. 279 f. 365 c</note>; 
<milestone unit="tlnum" n="15"/> οὐκ ἂν εἴποις· ἀλλʼ ὅτι τρόπον τινὰ πάντες οἱ τηλικοῦτοι τάξιν ἀρχόντων ἤ τινων πατρονόμων ἢ παιδαγωγῶν ἔχοντες; οὐ τὰ κοινὰ μόνον ἐπισκοποῦσιν, <milestone unit="stephpage" xml:id="stephpage-796a" n="796a"/> ἀλλὰ καὶ τῶν νέων ἕκαστʼ ἀεὶ περί τε τὰ γυμνάσια καὶ παιδιὰς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Amyotus: <foreign xml:lang="grc">παιδείας</foreign> </note> καὶ διαίτας καταμανθάνουσιν <milestone unit="tlnum" n="20"/> οὐ παρέργως, φοβεροὶ μὲν ὄντες τοῖς ἁμαρτάνουσιν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="lat">post</foreign><foreign xml:lang="grc">ἁμαρτάνουσιν</foreign>] <foreign xml:lang="lat">erasae sunt 11 fere litt. in V</foreign>². Fortasse adiectivum excidit</note> αἰδεστοὶ δὲ τοῖς ἀγαθοῖς καὶ ποθεινοί· θεραπεύουσι γὰρ ἀεὶ καὶ διώκουσιν αὐτοὺς οἱ νέοι, τὸ κόσμιον καὶ τὸ γενναῖον αὔξοντας; καὶ συνεπιγαυροῦντας ἄνευ φθόνου.<pb xml:id="v.5.p.55"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>