<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg113.perseus-grc2:9-14</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg113.perseus-grc2:9-14</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg113.perseus-grc2"><div type="textpart" subtype="section" n="9"><p rend="indent"><said who="#Αὐτόβουλος" rend="merge"><label>ΑΥΤΟΒΟΥΛΟΣ.</label> παυσαμένου δὲ τοῦ Πρωτογένους, <q>ὁρᾷς</q> εἶπεν ὁ πατήρ <q>ὦ Ἀνθεμίων, ὅτι πάλιν κοινὴν ποιοῦσι τὴν ὑπόθεσιν καὶ τὸν λόγον ἀναγκαῖον ἡμῖν <milestone unit="stephpage" xml:id="stephpage-753c" n="753c"/> τοῖς οὐκ ἀρνουμένοις; οὐδὲ φεύγουσι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">φεύγουσι</foreign> R: <foreign xml:lang="grc">φεύγειν</foreign> </note> τοῦ περὶ γάμον <milestone unit="tlnum" n="20"/>ἔρωτος εἶναι χορευταῖς;</q> <q>καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] malim <foreign xml:lang="grc">ναί</foreign></note> ναὶ μὰ Δίʼ</q> εἶπεν ὁ Ἀνθεμίων· <q>ἄμυνʼ οὖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἄμυνʼ οὖν</foreign> *: <foreign xml:lang="grc">ἀμύνει</foreign> </note> διὰ πλειόνων νῦν αὐτὸς ἐρῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὸς ἐρῶν· ἔτι δὲ</foreign> W: <foreign xml:lang="grc">αὐτοὺς ἐρᾶν· εἰ δὲ</foreign> idem: <foreign xml:lang="grc">βοηθήσων</foreign> </note>· ἔτι δὲ τῷ πλούτῳ βοήθησον, ᾧ μάλιστα δεδίττεται Πεισίας ἡμᾶς.</q> <q>τί δʼ</q> εἶπεν ὁ πατὴρ <pb xml:id="v.4.p.409"/> <q>οὐκ ἂν ἔγκλημα γένοιτο γυναικός, εἰ διʼ ἔρωτα καὶ πλοῦτον ἀπορρίψομεν Ἰσμηνοδώραν; βαρεῖα γὰρ καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] <foreign xml:lang="grc">εἰ</foreign> Emperius</note> πλουσία· τί δʼ εἰ καλὴ καὶ νέα; τί δʼ εἰ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εἰ - εἰ</foreign> Leonicus: <foreign xml:lang="grc">ἡ - ἡ</foreign> </note> γένει σοβαρὰ καὶ ἔνδοξος; αἱ δὲ σώφρονες οὐδὲ αὐστηρὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὐδὲ αὐστηρὸν - δυσκαρτέρητον</foreign>] fort. <foreign xml:lang="grc">οὐ τὸ αὐστηρὸν πικρὸν καὶ κατεγνυπωμένον ἐπαχθὲς δὲ τὸ σεμνὸν καὶ δυσκαρτέρητον</foreign></note> <milestone unit="tlnum" n="5"/> καὶ κατεγνυπωμένον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">ib. em. Schneiderus: <foreign xml:lang="grc">κατεγρπωμένον</foreign> </note> ἐπαχθὲς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">ib. lac. 6 E 8 B</note>· καὶ δυσκαρτέρητον ἔχουσι, καὶ ποινὰς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ποινὰς</foreign> Basileensis: <foreign xml:lang="grc">πείνας</foreign> </note> καλοῦσιν αὐτὰς καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] <foreign xml:lang="grc">ἀεὶ</foreign> Emperius</note> τοῖς ἀνδράσιν <milestone unit="stephpage" xml:id="stephpage-753d" n="753d"/> ὀργιζομένας, ὅτι σωφρονοῦσιν; ἆρʼ οὖν κράτιστον ἐξ ἀγορᾶς γαμεῖν Ἀβρότονόν τινα Θρῇσσαν ἢ Βακχίδα Μιλησίαν ἀνέγγυον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">em. Winckelmannus: <foreign xml:lang="grc">ἔγγυον</foreign> </note> ἐπαγομένην διʼ ὠνῆς <milestone unit="tlnum" n="10"/> καὶ καταχυσμάτων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καταχυσμάτων</foreign> idem: <foreign xml:lang="grc">κατεσυμμάτων</foreign> </note>; ἀλλὰ καὶ ταύταις ἴσμεν οὐκ ὀλίγους αἴσχιστα δουλεύσαντας. αὐλητρίδες δὲ Σάμιαι καὶ ὀρχηστρίδες, Ἀριστονίκα καὶ τύμπανον ἔχουσʼ Οἰνάνθη καὶ Ἀγαθόκλεια<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">idem: <foreign xml:lang="grc">ἀγαθοκλία</foreign> </note> διαδήμασι βασιλέων ἐπέβησαν. ἡ δὲ Σύρα Σεμίραμις οἰκότριβος μὲν ἦν 
<milestone unit="tlnum" n="15"/> βασιλικοῦ θεράπαινα παλλακευομένη· Νίνου δὲ τοῦ μεγάλου βασιλέως ἐντυχόντος αὐτῇ καὶ στέρξαντος οὕτως ἐκράτησε καὶ κατεφρόνησεν, ὥστʼ ἀξιῶσαι καὶ <milestone unit="stephpage" xml:id="stephpage-753e" n="753e"/> μίαν ἡμέραν αὐτὴν περιιδεῖν ἐν τῷ θρόνῳ καθεζομένην ἔχουσαν τὸ διάδημα καὶ χρηματίζουσαν. δόντος <milestone unit="tlnum" n="20"/> δʼ ἐκείνου καὶ κελεύσαντος πάντας ὑπηρετεῖν ὥσπερ αὐτῷ καὶ πείθεσθαι, μετρίως ἐχρῆτο τοῖς πρώτοις ἐπιτάγμασι, πειρωμένη τῶν δορυφόρων· ἐπεὶ δʼ ἑώρα μηδὲν ἀντιλέγοντας μηδʼ ὀκνοῦντας, <pb xml:id="v.4.p.410"/> ἐκέλευσε συλλαβεῖν τὸν Νίνον εἶτα δῆσαι, τέλος δʼ ἀποκτεῖναι· πραχθέντων δὲ πάντων, ἐβασίλευσε τῆς <milestone unit="stephpage" xml:id="stephpage-753f" n="753f"/>Ἀσίας ἐπιφανῶς πολὺν χρόνον. ἡ δὲ Βελεστίχη<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Winckelmannus: <foreign xml:lang="grc">βελεστίη</foreign> </note>, πρὸς Διός, οὐ βάρβαρον ἐξ ἀγορᾶς γύναιον, ἧς <milestone unit="tlnum" n="5"/> ἱερὰ καὶ ναοὺς Ἀλεξανδρεῖς ἔχουσιν, ἐπιγράψαντος διʼ ἔρωτα τοῦ βασιλέως <q>Ἀφροδίτης Βελεστίχης<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Βελεστίχης</foreign> idem: <foreign xml:lang="grc">βελεστικῆς</foreign> </note>;</q> ἡ δὲ σύνναος μὲν ἐνταυθοῖ καὶ συνίερος τοῦ Ἔρωτος, ἐν δὲ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign></note> Δελφοῖς κατάχρυσος ἑστῶσα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἑστῶσα</foreign> W: <foreign xml:lang="grc">δʼ ἑστῶσα</foreign> </note> μετὰ τῶν βασιλέων καὶ βασιλειῶν, ποίᾳ προικὶ τῶν ἐραστῶν ἐκράτησεν; <milestone unit="tlnum" n="10"/> ἀλλʼ ὥσπερ ἐκεῖνοι διʼ ἀσθένειαν ἑαυτῶν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἑαυτοὺς</foreign> Winck. Loco eius lac. 6 E 8 B, nisi quod lac. dat B post <foreign xml:lang="grc">γενόμενοι</foreign> </note> καὶ μαλακίαν ἔλαθον ἑαυτοὺς γενόμενοι λεία γυναικῶν, <milestone unit="stephpage" xml:id="stephpage-754a" n="754a"/> οὕτω πάλιν ἄδοξοι καὶ πένητες; ἕτεροι πλουσίαις γυναιξὶ καὶ λαμπραῖς συνελθόντες οὐ διεφθάρησαν οὐδʼ ὑφῆκάν τι τοῦ φρονήματος, ἀλλὰ 
<milestone unit="tlnum" n="15"/> τιμώμενοι καὶ κρατοῦντες μετʼ εὐνοίας συγκατεβίωσαν. ὁ δὲ συστέλλων τὴν γυναῖκα καὶ συνάγων εἰς μικρόν, ὥσπερ δακτύλιον δακτύλων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δακτύλιον δακτύλων</foreign> *: <foreign xml:lang="grc">δακτύλων</foreign> </note> ἰσχνὸς ὢν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">ib. Coraes: <foreign xml:lang="grc">ἴχνος ὧν</foreign> cf. Vit. Artax. c. 15</note> μὴ περιρρυῇ δεδιώς, ὅμοιός ἐστι τοῖς ἀποκείρουσι τὰς ἵππους εἶτα πρὸς ποταμὸν ἢ λίμνην ἄγουσι· καθορῶσαν <milestone unit="tlnum" n="20"/> γὰρ ἑκάστην τὴν εἰκόνα τῆς ὄψεως ἀκαλλῆ καὶ ἄμορφον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">cf. Nauck. p. 274. 275</note>, ἀφιέναι τὰ φρυάγματα λέγεται καὶ προσδέχεσθαι τὰς τῶν ὄνων ἐπιβάσεις. πλοῦτον δὲ <milestone unit="stephpage" xml:id="stephpage-754b" n="754b"/> γυναικὸς αἱρεῖσθαι μὲν πρὸ ἀρετῆς ἢ γένους ἀφιλότιμον κἀνελεύθερον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">*: <foreign xml:lang="grc">καὶ ἀνελεύθερον</foreign> </note>, ἀρετῇ δὲ καὶ γένει προσόντα <pb xml:id="v.4.p.411"/> φεύγειν ἀβέλτερον. ὁ μὲν γὰρ Ἀντίγονος ὠχυρωμένῳ τὴν Μουνιχίαν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">*: <foreign xml:lang="grc">μουνυχίαν</foreign> </note> τῷ φρουροῦντι γράφων ἐκέλευε ποιεῖν μὴ μόνον τὸν κλοιὸν ἰσχυρὸν ἀλλὰ καὶ τὸν κύνα λεπτόν, ὅπως ὑφαιρῇ τὰς εὐπορίας τῶν <milestone unit="tlnum" n="5"/>Ἀθηναίων ἀνδρὶ δὲ πλουσίας ἢ καλῆς οὐ προσήκει μηδὲ τὴν γυναῖκα ποιεῖν ἄμορφον ἢ πενιχράν, ἀλλʼ ἑαυτὸν ἐγκρατείᾳ καὶ φρονήσει καὶ τῷ μηδὲν ἐκπεπλῆχθαι τῶν περὶ ἐκείνην ἴσον παρέχειν καὶ ἀδούλωτον, ὥσπερ ἐπὶ ζυγοῦ ῥοπὴν τῷ ἤθει προστιθέντα <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-754c" n="754c"/> καὶ βάρος, ὑφʼ οὗ κρατεῖται καὶ ἄγεται δικαίως ἅμα καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δικαίως ἅμα καὶ</foreign> *: <foreign xml:lang="grc">καὶ ὡς ἅμα</foreign> </note> συμφερόντως. καὶ μὴν ἡλικία γε πρὸς; γάμον καὶ ὥρα τὸ τίκτειν ἔχουσα καὶ τὸ γεννᾶν εὐάρμοστός ἐστιν· ἀκμάζειν δὲ τὴν γυναῖκα πυνθάνομαι, καὶ ἅμα τῷ Πεισίᾳ προσμειδιάσας οὐδενὸς 
<milestone unit="tlnum" n="15"/> γάρ</q> ἔφη <q>τῶν ἀντεραστῶν πρεσβυτέρα οὐδʼ ἔχει πολιάς, ὥσπερ ἔνιοι τῶν Βάκχωνι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἔνιαι τῶν Βάκχων</foreign> BE</note> προσαναχρωννυμένων. εἰ δʼ οὗτοι καθʼ ὥραν ὁμιλοῦσι, τί κωλύει κἀκείνην ἐπιμεληθῆναι τοῦ νεανίσκου βέλτιον ἡστινοσοῦν νέας; δύσμικτα γὰρ τὰ νέα καὶ <milestone unit="tlnum" n="20"/> δυσκέραστα καὶ μόλις ἐν χρόνῳ πολλῷ τὸ φρύαγμα καὶ τὴν ὕβριν ἀφίησιν, ἐν ἀρχῇ δὲ κυμαίνει καὶ ζυγομαχεῖ καὶ μᾶλλον ἂν Ἔρως ἐγγένηται, καὶ καθάπερ <milestone unit="stephpage" xml:id="stephpage-754d" n="754d"/> πνεῦμα κυβερνήτου μὴ παρόντος, ἐτάραξε καὶ συνέχεε τὸν γάμον οὔτʼ ἄρχειν δυναμένων οὔτʼ <milestone unit="tlnum" n="25"/> ἄρχεσθαι βουλομένων. εἰ δʼ ἄρχει βρέφους μὲν ἡ τίτθη καὶ παιδὸς ὁ διδάσκαλος ἐφήβου δὲ γυμνασίαρχος ἐραστὴς δὲ μειρακίου γενομένου δʼ ἐν <pb xml:id="v.4.p.412"/> ἡλικίᾳ νόμος καὶ στρατηγὸς οὐδεὶς δʼ ἄναρκτος οὐδʼ αὐτοτελής, τί δεινὸν εἰ γυνὴ νοῦν ἔχουσα πρεσβυτέρα κυβερνήσει νέου βίον ἀνδρός, ὠφέλιμος μὲν οὖσα τῷ φρονεῖν μᾶλλον ἡδεῖα δὲ τῷ φιλεῖν καὶ <milestone unit="tlnum" n="5"/> προσηνής; τὸ δʼ ὅλον</q> ἔφη <q>καὶ τὸν Ἡρακλέα Βοιωτοὺς <milestone unit="stephpage" xml:id="stephpage-754e" n="754e"/> ὄντας ἔδει σέβεσθαι καὶ μὴ δυσχεραίνειν τῷ παρʼ ἡλικίαν τοῦ γάμου, γιγνώσκοντας ὅτι κἀκεῖνος τὴν ἑαυτοῦ γυναῖκα Μεγάραν Ἰολάῳ συνῴκισεν ἑκκαιδεκαέτει τότʼ ὄντι τρία καὶ τριάκοντʼ <milestone unit="tlnum" n="10"/> ἔτη γεγενημένην.</q> </said></p></div><div type="textpart" subtype="section" n="10"><p rend="indent"><said who="#Αὐτόβουλος" rend="merge"><label>ΑΥΤΟΒΟΥΛΟΣ.</label> τοιούτων λόγων, ὁ πατὴρ ἔφη, παρόντων αὐτοῖς, ἐλθεῖν τῷ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τῷ</foreign> *: <foreign xml:lang="grc">τοῦ</foreign> cf. p. 771d</note> Πεισίᾳ ἑταῖρον ἐκ πόλεως ἵππῳ θέοντα, πρᾶγμα θαυμαστὸν ἀπαγγέλλοντα τετολμημένον. ἡ γὰρ Ἰσμηνοδώρα, ὡς ἔοικεν, αὐτὸν μὲν 
<milestone unit="tlnum" n="15"/> οὐκ ἀηδῶς ἔχειν οἰομένη τὸν Βάκχωνα πρὸς τὸν γάμον, αἰσχύνεσθαι δὲ τοὺς ἀποτρέποντας, ἔγνω μὴ προέσθαι τὸ μειράκιον. τῶν οὖν φίλων τοὺς μάλιστα <milestone unit="stephpage" xml:id="stephpage-754f" n="754f"/> τοῖς βίοις νεαροὺς καὶ συνερῶντας αὐτῇ καὶ τῶν γυναικῶν τὰς συνήθεις μεταπεμψαμένη καὶ <milestone unit="tlnum" n="20"/> συγκροτήσασα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">συγκρατήσασα</foreign> BE</note> παρεφύλαττε τὴν ὥραν, ἣν ὁ Βάκχων ἔθος εἶχεν ἀπιὼν εἰς παλαίστρας παρὰ τὴν οἰκίαν αὐτῆς παρεξιέναι κοσμίως. ὡς οὖν τότε προσῄει μετὰ δυεῖν ἢ τριῶν ἑταίρων ἀληλιμμένος, αὐτὴ μὲν ἐπὶ τὰς θύρας ἀπήντησεν ἡ Ἰσμηνοδώρα καὶ τῆς <milestone unit="tlnum" n="25"/> χλαμύδος ἔθιγε μόνον, οἱ δὲ φίλοι καλὸν, καλῶς ἐν τῇ χλαμύδι καὶ τῇ διβολίᾳ συναρπάσαντες εἰς τὴν οἰκίαν παρήνεγκαν ἀθρόοι καὶ τὰς θύρας εὐθὺς <pb xml:id="v.4.p.413"/> <milestone unit="stephpage" xml:id="stephpage-755a" n="755a"/> ἀπέκλεισαν ἅμα δʼ αἱ μὲν γυναῖκες ἔνδον αὐτοῦ τὸ χλαμύδιον ἀφαρπάσασαι περιέβαλον ἱμάτιον νυμφικόν· οἰκέται δὲ περικύκλῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">περικύκλῳ</foreign> R: <foreign xml:lang="grc">περὶ κύκλῳ</foreign> </note> δραμόντες ἀνέστεφον ἐλαίᾳ καὶ δάφνῃ τὰς θύρας οὐ μόνον τὰς τῆς Ἰσμηνοδώρας <milestone unit="tlnum" n="5"/> ἀλλὰ καὶ τὰς τοῦ Βάκχωνος· ἡ δʼ αὐλητρὶς αὐλοῦσα διεξῆλθε τὸν στενωπόν. τῶν δὲ Θεσπιέων καὶ τῶν ξένων οἱ μὲν ἐγέλων, οἱ δʼ ἠγανάκτουν καὶ τοὺς γυμνασιάρχους παρώξυνον ἄρχουσι γὰρ ἰσχυρῶς τῶν ἐφήβων καὶ προσέχουσι τὸν νοῦν <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-755b" n="755b"/> σφόδρα τοῖς ὑπʼ αὐτῶν πραττομένοις. ἦν δὲ λόγος οὐδεὶς τῶν ἀγωνιζομένων, ἀλλʼ ἀφέντες τὸ θέατρον ἐπὶ τῶν θυρῶν τῆς Ἰσμηνοδώρας ἐν λόγοις ἦσαν καὶ φιλονεικίαις πρὸς ἀλλήλους. </said></p></div><div type="textpart" subtype="section" n="11"><p rend="indent"><said who="#Αὐτόβουλος" rend="merge"><label>ΑΥΤΟΒΟΥΛΟΣ.</label> ὡς οὖν ὁ τοῦ Πεισίου φίλος ὥσπερ ἐν πολέμῳ 
<milestone unit="tlnum" n="15"/> προσελάσας τὸν ἵππον αὐτὸ τοῦτο τεταραγμένος εἶπεν, ὅτι Βάκχωνʼ ἥρπακεν Ἰσμηνοδώρα, τὸν μὲν Ζεύξιππον ὁ πατὴρ ἔφη γελάσαι καὶ εἰπεῖν, ὅτε δὴ καὶ φιλευριπίδην ὄντα, <quote rend="blockquote"> πλούτῳ χλιδῶσα θνητὰ δʼ ὦ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δʼ ὧ</foreign>] <foreign xml:lang="grc">δὴ</foreign> X</note> γύναι φρονεῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">φρόνει</foreign> Nauckius</note>· </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Nauck. p. 678</note> <milestone unit="tlnum" n="20"/>τὸν δὲ Πεισίαν ἀναπηδήσαντα βοᾶν, <q>ὦ θεοί, τί πέρας ἔσται τῆς ἀνατρεπούσης τὴν πόλιν ἡμῶν ἐλευθερίας; ἤδη γὰρ εἰς ἀνομίαν τὰ πράγματα διὰ τῆς <milestone unit="stephpage" xml:id="stephpage-755c" n="755c"/> αὐτονομίας βαδίζει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">βαδίζειν</foreign> BE</note>· καίτοι γελοῖον ἴσως ἀγανακτεῖν περὶ νόμων καὶ δικαίων, ἡ γὰρ φύσις παρανομεῖται <milestone unit="tlnum" n="25"/> γυναικοκρατουμένη. τί τοιοῦτον ἡ Λῆμνος; ἴωμεν ἡμεῖς, ἴωμεν</q> εἶπεν <q>ὅπως καὶ τὸ γυμνάσιον <pb xml:id="v.4.p.414"/> ταῖς γυναιξὶ παραδῶμεν καὶ τὸ βουλευτήριον, εἰ παντάπασιν ἡ πόλις ἐκνενεύρισται.</q> προάγοντος οὖν τοῦ Πεισίου, ὁ μὲν Πρωτογένης οὐκ ἀπελείπετο τὰ μὲν συναγανακτῶν τὰ δὲ πραΰνων ἐκεῖνον· ὁ δʼ <milestone unit="tlnum" n="5"/>Ἀνθεμίων <q>νεανικὸν μέν</q> ἔφη <q>τὸ τόλμημα καὶ Λήμνιον ὡς ἀληθῶς, αὐτοὶ γάρ ἐσμεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">em. M: <foreign xml:lang="grc">ἴσμεν</foreign> </note>, σφόδρʼ ἐρώσης γυναικός,</q> καὶ ὁ Σώκλαρος ὑπομειδιῶν <q>οἴει γὰρ <milestone unit="stephpage" xml:id="stephpage-755d" n="755d"/> ἁρπαγήν</q> ἔφη <q>γεγονέναι καὶ βιασμόν, οὐκ ἀπολόγημα καὶ στρατήγημα τοῦ νεανίσκου νοῦν ἔχοντος, <milestone unit="tlnum" n="10"/> ὅτι τὰς τῶν ἐραστῶν ἀγκάλας διαφυγὼν ἐξηυτομόληκεν εἰς χεῖρας καλῆς καὶ πλουσίας γυναικός;</q> <q>μὴ λέγε ταῦτʼ</q> εἶπεν <q>ὦ Σώκλαρε, μηδʼ ὑπονόει ἐπὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπὶ</foreign>] malim <foreign xml:lang="grc">περὶ</foreign> aut <foreign xml:lang="grc">τι περὶ</foreign> </note> Βάκχωνος</q> ὁ Ἀνθεμίων· <q>καὶ γὰρ εἰ μὴ φύσει τὸν τρόπον ἁπλοῦς ἦν καὶ ἀφελής, ἐμὲ γʼ οὐκ ἂν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γʼ οὐκ ἂν</foreign>] <foreign xml:lang="grc">γοῦν</foreign> BE. <foreign xml:lang="grc">γοῦν οὐκ ἂν</foreign> R</note> 
<milestone unit="tlnum" n="15"/> ἀπεκρύψατο, τῶν τʼ ἄλλων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τʼ ἂλλων</foreign> X: <foreign xml:lang="grc">τελῶν</foreign> </note> μεταδιδοὺς ἁπάντων, ἒν τε τούτοις ὁρῶν προθυμότατον ὄντα τῆς Ἰσμηνοδώρας βοηθόν· ἔρωτι δὲ <q>μάχεσθαι χαλεπόν</q> οὐ <milestone unit="stephpage" xml:id="stephpage-755e" n="755e"/> <q>θυμῷ</q> καθʼ Ἡράκλειτον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἡράκλειτον</foreign>] Bywater. p. 41</note>· <q>ὅ, τι γὰρ ἂν θελήσῃ, καὶ ψυχῆς ὠνεῖται</q> καὶ χρημάτων καὶ δόξης. ἐπεί τί <milestone unit="tlnum" n="20"/> κοσμιώτερον Ἰσμηνοδώρας ἐν τῇ πόλει; πότε δʼ εἰσῆλθεν ἢ λόγος αἰσχρὸς ἢ πράξεως ὑπόνοια φαύλης ἔθιγε τῆς οἰκίας; ἀλλʼ ἔοικε θεία τις ὄντως εἰληφέναι τὴν ἄνθρωπον ἐπίπνοια καὶ κρείττων ἀνθρωπίνου λογισμοῦ.</q> </said></p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent"><said who="#Αὐτόβουλος" rend="merge"><label>ΑΥΤΟΒΟΥΛΟΣ.</label><milestone unit="tlnum" n="25"/> καὶ ὁ Πεμπτίδης ἐπιγελάσας <q>ἀμέλει καὶ σώματός τις</q> ἔφη <q>νόσος ἔστιν, ἣν ἱερὰν καλοῦσιν· <pb xml:id="v.4.p.415"/> οὐδὲν οὖν ἄτοπον, εἰ καὶ ψυχῆς τὸ μανικώτατον πάθος καὶ μέγιστον ἱερὸν καὶ θεῖον ἔνιοι προσαγορεύουσιν. εἶθʼ ὥσπερ ἐν Αἰγύπτῳ ποτὲ γείτονας <milestone unit="stephpage" xml:id="stephpage-755f" n="755f"/> ἑώρων δύο διαμφισβητοῦντας, ὄφεως προσερπύσαντος <milestone unit="tlnum" n="5"/> εἰς τὴν ὁδόν, ἀμφοτέρων μὲν ἀγαθὸν δαίμονα καλούντων, ἑκατέρου δʼ ἔχειν ἀξιοῦντος ὡς ἴδιον· οὕτως ὁρῶν ὑμῶν ἄρτι τοὺς μὲν εἰς τὴν ἀνδρωνῖτιν ἕλκοντας τὸν Ἔρωτα τοὺς δʼ εἰς τὴν γυναικωνῖτιν, ὑπερφυὲς καὶ θεῖον ἀγαθόν, οὐκ ἐθαύμαζον, <milestone unit="tlnum" n="10"/> εἰ τηλικαύτην δύναμιν ἔσχε καὶ τιμὴν τὸ πάθος, οἷς ἦν προσῆκον ἐξελαύνειν αὐτὸ πανταχόθεν καὶ κολούειν, ὑπὸ τούτων αὐξανόμενον καὶ σεμνυνόμενον. ἄρτι μὲν οὖν ἡσυχίαν ἦγον· ἐν γὰρ ἰδίοις μᾶλλον ἢ κοινοῖς ἑώρων τὴν ἀμφισβήτησιν οὖσαν· 
<milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-756a" n="756a"/> νυνὶ δʼ ἀπηλλαγμένος Πεισίου, ἡδέως ἂν ὑμῶν ἀκούσαιμι πρὸς τί βλέψαντες ἀπεφήναντο τὸν Ἔρωτα θεὸν οἱ πρῶτοι τοῦτο λέξαντες.</q> </said></p></div><div type="textpart" subtype="section" n="13"><p rend="indent"><said who="#Αὐτόβουλος" rend="merge"><label>ΑΥΤΟΒΟΥΛΟΣ.</label> παυσαμένου δὲ τοῦ Πεμπτίδου καὶ τοῦ πατρὸς ἀρξαμένου τι περὶ τούτων λέγειν, ἕτερος ἧκεν <milestone unit="tlnum" n="20"/> ἐκ πόλεως, τὸν Ἀνθεμίωνα μεταπεμπομένης τῆς Ἰσμηνοδώρας· ἐπέτεινε γὰρ ἡ ταραχή, καὶ τῶν γυμνασιάρχων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">*: <foreign xml:lang="grc">γυμνασιαρχῶν</foreign> </note> ἦν διαφορά, τοῦ μὲν οἰομένου δεῖν τὸν Βάκχωνα ἀπαιτεῖν τοῦ δὲ πολυπραγμονεῖν οὐκ ἐῶντος. ὁ μὲν οὖν Ἀνθεμίων ἀναστὰς ἐβάδιζεν· ὁ δὲ <milestone unit="tlnum" n="25"/> πατὴρ τὸν Πεμπτίδην ὀνομαστὶ προσαγορεύσας <q>μεγάλου μοι δοκεῖς ἅπτεσθαι</q> εἶπεν <q>καὶ παραβόλου <milestone unit="stephpage" xml:id="stephpage-756b" n="756b"/> πράγματος, ὦ Πεμπτίδη, μᾶλλον δʼ ὅλως τὰ ἀκίνητα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τἀκίνητα</foreign>?</note> <pb xml:id="v.4.p.416"/> κινεῖν τῆς περὶ θεῶν δόξης ἣν ἔχομεν, περὶ ἑκάστου λόγον ἀπαιτῶν καὶ ἀπόδειξιν· ἀρκεῖ γὰρ ἡ πάτριος καὶ παλαιὰ πίστις, ἧς οὐκ ἔστιν εἰπεῖν οὐδʼ ἀνευρεῖν τεκμήριον ἐναργέστερον <milestone unit="tlnum" n="5"/> <quote rend="blockquote">οὐδʼ εἰ διʼ ἄκρας τὸ σοφὸν εὕρηται φρενός<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">διʼ ἃκρων - φρενῶν</foreign> idem</note>,</quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Eur. Bacch. 203</note> ἀλλʼ ἕδρα τις αὕτη καὶ βάσις ὑφεστῶσα κοινὴ πρὸς εὐσέβειαν, ἐὰν ἐφʼ ἑνὸς ταράττηται καὶ σαλεύηται τὸ βέβαιον αὐτῆς καὶ νενομισμένον, ἐπισφαλὴς γίγνεται πᾶσι καὶ ὕποπτος. ἀκούεις δὲ δήπου τὸν <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-756c" n="756c"/>Εὐριπίδην, ὡς ἐθορυβήθη ποιησάμενος ἀρχὴν τῆς Μελανίππης ἐκείνης, <quote rend="blockquote">Ζεύς, ὅστις ὁ Ζεύς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὅστις ὁ Ζεὺς</foreign> Lucianus (Iov. Trag. 41)</note>, οὐ γὰρ οἶδα πλὴν λόγῳ,</quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Nauck. p. 510</note> μεταλαβὼν δὲ χορὸν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δὲ χορὸν</foreign> Sauppius: <foreign xml:lang="grc">διʼ ἔχθρὸν</foreign> </note> ἄλλον ἐθάρρει δʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">ib. <foreign xml:lang="grc">δʼ</foreign> *</note> ὡς ἔοικε τῷ δράματι γεγραμμένῳ πανηγυρικῶς καὶ περιττῶς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τῷ δράματι γεγραμμμένῳ πανηγυρικῶς καὶ περιττῶς</foreign>] locum singularem Nauckius omisit</note> 
<milestone unit="tlnum" n="15"/> ἤλλαξε τὸν στίχον ὡς νῦν γέγραπται <quote rend="blockquote">Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο.</quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Nauck. p. 511</note> τί οὖν διαφέρει τὴν περὶ τοῦ Διὸς δόξαν ἢ τῆς Ἀθηνᾶς ἢ τοῦ Ἔρωτος εἰς ἀμφίβολον τῷ λόγῳ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τῷ λόγῳ</foreign>] respicitur ad <foreign xml:lang="grc">λόγῳ</foreign> versus Euripidei (lib. 12)</note> θέσθαι ἢ καὶ ἄδηλον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἢ καὶ ἂδηλον</foreign>] i. e. <foreign xml:lang="grc">ἢ καὶ εἰς ἄδηλον</foreign></note>; οὐ γὰρ νῦν αἰτεῖ πρῶτον βωμὸν <milestone unit="tlnum" n="20"/> ὁ Ἔρως καὶ θυσίαν οὐδʼ ἔπηλυς ἔκ τινος βαρβαρικῆς δεισιδαιμονίας, ὥσπερ Ἄτται τινὲς καὶ <pb xml:id="v.4.p.417"/> <milestone unit="stephpage" xml:id="stephpage-756d" n="756d"/>Ἀδώνιοι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">em. Bergkius: <foreign xml:lang="grc">ἀδωναῖοι</foreign> </note> λεγόμενοι, διʼ ἀνδρογύνων καὶ γυναικῶν παραδύεται κρύφα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κρύφα</foreign> Aldina: <foreign xml:lang="grc">καὶ κρύφα</foreign> </note> τιμὰς οὐ προσηκούσας καρπούμενος, ὥστε παρεισγραφῆς δίκην φεύγειν καὶ νοθείας τῆς ἐν θεοῖς. ἀλλʼ ὅταν Ἐμπεδοκλέους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἐμπεδοκλέους</foreign>] Mullach. 1 p. 3 vs. 81</note> ἀκούσῃς <milestone unit="tlnum" n="5"/> λέγοντος, ὦ ἑταῖρε, <quote rend="blockquote"><l> καὶ Φιλότης ἐν τοῖσιν ἴση μῆκός τε πλάτος τε, </l><l>τὴν σὺ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">σὺ</foreign> X: <foreign xml:lang="grc">σὺν</foreign> </note> νόῳ δέρκου<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δέρκευ</foreign> Clemens Alex. (p. 653 Pott.): <foreign xml:lang="grc">δέρκου</foreign> </note>, μηδʼ ὄμμασιν ἧσο τεθηπώς·</l></quote> ταῦτʼ οἴεσθαι χρὴ λέγεσθαι περὶ Ἔρωτος· οὐ γάρ ἐστιν ὁρατὸς ἀλλὰ δοξαστὸς ἡμῖν ὁ θεὸς οὗτος ἐν <milestone unit="tlnum" n="10"/> τοῖς πάνυ παλαιοῖς· ὧν ἂν περὶ ἑκάστου τεκμήριον ἀπαιτῇς, παντὸς ἁπτόμενος ἱεροῦ καὶ παντὶ βωμῷ σοφιστικὴν ἐπάγων πεῖραν, οὐδένʼ ἀσυκοφάντητον οὐδʼ ἀβασάνιστον ἀπολείψεις πόρρω γὰρ οὐκ ἄπειμι <milestone unit="stephpage" xml:id="stephpage-756e" n="756e"/> <quote rend="blockquote"><l>τὴν δʼ Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός;</l></quote> <quote rend="blockquote"><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Nauck. p. 648</note><l>ἥδʼ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσʼ ἔρον,</l><l>οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόνʼ ἔκγονοι.</l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Eur. Hipp. 449. 450</note></quote> <q>ζείδωρον</q> γὰρ αὐτὴν Ἐμπεδοκλῆς <q>εὔκαρπον</q> δὲ Σοφοκλῆς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Σοφοκλῆς</foreign>] Nauck. p. 310</note> ἐμμελῶς πάνυ καὶ πρεπόντως ὠνόμασαν. ἀλλʼ ὅμως τὸ μέγα τοῦτο καὶ θαυμαστὸν Ἀφροδίτης <milestone unit="tlnum" n="20"/> μὲν ἔργον Ἔρωτος δὲ πάρεργόν ἐστιν Ἀφροδίτῃ συμπαρόντος· μὴ συμπαρόντος δὲ κομιδῇ τὸ γιγνόμενον ἄζηλον ἀπολείπεται καὶ <q>ἄτιμον κἄφιλον</q><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">cf. Aesch. Choeph. 295</note>. ἀνέραστος γὰρ ὁμιλία καθάπερ πεῖνα καὶ δίψα πλησμονὴν <milestone unit="stephpage" xml:id="stephpage-756f" n="756f"/> ἔχουσα πέρας εἰς οὐδὲν ἐξικνεῖται καλόν· <pb xml:id="v.4.p.418"/> ἀλλʼ ἡ θεὸς Ἔρωτι τὸν κόρον ἀφαιροῦσα τῆς ἡδονῆς φιλότητα ποιεῖ καὶ σύγκρασιν. διὸ Παρμενίδης<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Παρμενίδης</foreign>] Mullach. 1 p. 128 vs. 132</note> μὲν ἀποφαίνει τὸν Ἔρωτα τῶν Ἀφροδίτης ἔργων πρεσβύτατον, ἐν τῇ κοσμογονίᾳ γράφων <milestone unit="tlnum" n="5"/> <quote rend="blockquote">πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσατο πάντων. </quote> Ἡσίοδος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἡσίοδος</foreign>] Theog. 120</note> δὲ φυσικώτερον ἐμοὶ δοκεῖ ποιεῖν Ἔρωτα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">malim <foreign xml:lang="grc">τὸν Ἐρωτα</foreign> </note> πάντων προγενέστατον, ἵνα πάντα διʼ ἐκεῖνον μετάσχῃ γενέσεως. ἂν οὖν τὸν Ἔρωτα τῶν νενομισμένων τιμῶν ἐκβάλλωμεν, οὐδʼ αἱ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">οὐδʼ αἱ</foreign> *: <foreign xml:lang="grc">οὐδὲ</foreign> </note> τῆς Ἀφροδίτης <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-757a" n="757a"/> κατὰ χώραν μενοῦσιν. οὐδὲ γὰρ τοῦτʼ ἔστιν εἰπεῖν, ὅτι τῷ μὲν Ἔρωτι λοιδοροῦνταί τινες ἀπέχονται δʼ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀπέχονται δʼ</foreign> Schellensius: <foreign xml:lang="grc">ἀλλὰ ἀπέχονται</foreign> </note> ἐκείνης, ἀλλʼ ἀπὸ μιᾶς σκηνῆς ἀκούομεν <quote rend="blockquote">ἔρως γὰρ ἀργὸν κἀπὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">κἀπὶ</foreign> X: <foreign xml:lang="grc">καὶ ἐπὶ</foreign> </note> τοιούτοις ἔφυ·</quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Nauck. 455</note> καὶ πάλιν 
<milestone unit="tlnum" n="15"/> <quote rend="blockquote"><l>ὦ παῖδες, ἥ τοι Κύπρις<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἥ τοι Κύπρις</foreign> Stobaeus (63, 6): 9 E 11 B</note> οὐ Κύπρις μόνον, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Nauck. p. 329</note><l> ἀλλʼ ἔστι πολλῶν ὀνομάτων ἐπώνυμος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">αἰτιώνυμος</foreign> BE</note>. </l><l> ἔστιν μὲν Ἅιδης, ἔστι δʼ ἄφθιτος βία, </l><l> ἔστιν δὲ λύσσα μανιάς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μανιὰς</foreign> Porson: <foreign xml:lang="grc">μανίας</foreign> </note>·</l></quote> ὥσπερ οὐδὲ τῶν ἄλλων θεῶν σχεδὸν ἀλοιδόρητος <milestone unit="tlnum" n="20"/> οὐδεὶς ἐκπέφευγε τὴν εὐλοιδόρητον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">M: <foreign xml:lang="grc">ἀλοιδόρητον</foreign> </note> ἀμαθίαν. σκόπει δὲ τὸν Ἄρην καθάπερ ἐν πίνακι χαλκῷ τὴν <pb xml:id="v.4.p.419"/> ἀντικειμένην ἐκ διαμέτρου τῷ Ἔρωτι χώραν ἔχοντα<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">em. R: <foreign xml:lang="grc">ἔχοντι</foreign> </note> πηλίκας εἴληχε τιμὰς ὑπʼ ἀνθρώπων καὶ πάλιν ὅσα κακῶς ἀκούει, <milestone unit="stephpage" xml:id="stephpage-757b" n="757b"/> <quote rend="blockquote"><l> τυφλὸς γάρ, ὦ γυναῖκες, οὐδʼ ὁρῶν Ἄρης<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Nauck. p. 308</note> <milestone unit="tlnum" n="5"/> </l><l> συὸς προσώπῳ πάντα τυρβάζει κακά<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">καλὰ</foreign> R praeter necessitatem</note>.</l></quote> καὶ <q>μιαιφόνον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">μιαιφόνον</foreign>] Hom. E 31. <foreign xml:lang="grc">Φ</foreign> 402</note></q> Ὅμηρος αὐτὸν καλεῖ καὶ <q>ἀλλοπρόσαλλον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλοπρόσαλλον</foreign>] idem ib. 831. 889</note></q> ὁ δὲ Χρύσιππος ἐξηγούμενος τοὔνομα τοῦ θεοῦ κατηγορίαν ποιεῖ καὶ διαβολήν· ἀναιρεῖν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἀναιρεῖν</foreign>] <foreign xml:lang="grc">ἔριν</foreign> conieceram in Symb. Nunc malim <foreign xml:lang="grc">ἀναίρεσιν</foreign> cum Petersenio cf. Clem. Alex. p. 24 et 56 Pott. Heraclit. Allegor. ed. Mehler c. 31 ubi <foreign xml:lang="grc">Ἀρης</foreign> est <foreign xml:lang="grc">πόλεμος παρὰ τὴν ἀρὴν ὠνομασμένος</foreign> (cf. et c. 69).</note> γὰρ εἶναι τὸν Ἄρην φησίν, ἀρχὰς διδοὺς τοῖς τὸ μαχητικὸν <milestone unit="tlnum" n="10"/> ἐν ἡμῖν καὶ διάφορον καὶ θυμοειδὲς Ἄρην κεκλῆσθαι νομίζουσιν. ἕτεροι δʼ αὖ φήσουσι τὴν Ἀφροδίτην ἐπιθυμίαν εἶναι καὶ τὸν Ἑρμῆν λόγον καὶ τέχνας τὰς Μούσας καὶ φρόνησιν τὴν Ἀθηνᾶν. <milestone unit="stephpage" xml:id="stephpage-757c" n="757c"/> ὁρᾷς δήπου τὸν ὑπολαμβάνοντα βυθὸν ἡμᾶς ἀθεότητος, 
<milestone unit="tlnum" n="15"/> ἂν εἰς πάθη καὶ δυνάμεις καὶ ἀρετὰς διαγράφωμεν ἕκαστον τῶν θεῶν;</q> </said></p></div><div type="textpart" subtype="section" n="14"><p rend="indent"><said who="#Αὐτόβουλος" rend="merge"><label>ΑΥΤΟΒΟΥΛΟΣ.</label><q>ὁρῶ</q> εἶπεν ὁ Πεμπτίδης <q>ἀλλʼ οὔτε πάθη τοὺς θεοὺς ποιεῖν ὅσιον οὔτε αὖ πάλιν τὰ πάθη θεοὺς νομίζειν</q> καὶ ὁ πατήρ <q>τί οὖν</q> ἔφη <q>τὸν <milestone unit="tlnum" n="20"/>Ἄρην, θεὸν εἶναι νομίζεις ἢ πάθος ἡμέτερον;</q> ἀποκριναμένου δὲ τοῦ Πεμπτίδου θεὸν ἡγεῖσθαι τὸν Ἄρην κοσμοῦντα τὸ θυμοειδὲς ἡμῶν καὶ ἀνδρῶδες; ἀνακραγὼν ὁ πατήρ <q>εἶτʼ</q> ἔφη <q>τὸ μὲν παθητικόν, <pb xml:id="v.4.p.420"/> ὦ Πεμπτίδη, καὶ πολεμικὸν καὶ ἀντίπαλον θεὸν ἔχει, τὸ δὲ φιλητικὸν καὶ κοινωνικὸν καὶ συνελευστικὸν <milestone unit="stephpage" xml:id="stephpage-757d" n="757d"/> ἄθεόν ἐστι; καὶ κτείνοντας μὲν ἄρα καὶ κτεινομένους ἀνθρώπους ὅπλα τε καὶ βέλη καὶ τειχομαχίας <milestone unit="tlnum" n="5"/> καὶ λεηλασίας ἔστι τις ἐφορῶν καὶ βραβεύων θεὸς Ἐνυάλιος καὶ Στράτιος· πάθους δὲ γάμου καὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">πειθοῦς δὲ καὶ γάμου</foreign> R</note> φιλότητος εἰς ὁμοφροσύνην καὶ κοινωνίαν τελευτώσης οὐδεὶς θεῶν μάρτυς οὐδʼ ἐπίσκοπος οὐδʼ ἡγεμὼν ἢ συνεργὸς ἡμῖν γέγονεν; ἀλλὰ δορκάδας μὲν <milestone unit="tlnum" n="10"/> θηρεύουσι καὶ λαγωοὺς καὶ ἐλάφους ἀγρότερός τις συνεπιθωΰσσει καὶ συνεξορμᾷ θεός, εὔχονται δʼ Ἀρισταίῳ δολοῦντες ὀρύγμασι καὶ βρόχοις λύκους καὶ ἄρκτους<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">cf. Callimach. ed. Schneid. p. 786</note>, <quote rend="blockquote">ὃς πρῶτος θήρεσσιν ἔπηξε ποδάγρας· </quote> 
<milestone unit="tlnum" n="15"/>ὁ δʼ Ἡρακλῆς ἕτερον θεὸν παρακαλεῖ μέλλων, ἐπὶ τὸν ὄρνιν αἴρεσθαι τὸ τόξον, ὡς Αἰσχύλος φησίν, <milestone unit="stephpage" xml:id="stephpage-757e" n="757e"/> <quote rend="blockquote">ἀγρεὺς δʼ Ἀπόλλων ὀρθὸν ἰθύνοι<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">εὐθύνοι</foreign> idem</note> βέλος·</quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Nauck. p. 67</note> ἀνδρὶ δὲ τὸ κάλλιστον ἐπιχειροῦντι θήραμα φιλίαν ἑλεῖν οὔτε θεὸς οὔτε δαίμων ἀπευθύνει καὶ συνεφάπτεται <milestone unit="tlnum" n="20"/> τῆς ὁρμῆς; ἐγὼ μὲν γὰρ οὐδὲ δρυὸς οὐδὲ μορίας οὐδʼ ἣν Ὅμηρος<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ὁμηρος</foreign>] <foreign xml:lang="grc">ε</foreign> 69</note> <q>ἡμερίδα</q> σεμνύνων προσεῖπεν ἀκαλλέστερον ἔρνος οὐδὲ φαυλότερον ἡγοῦμαι φυτὸν ἄνθρωπον, ὦ φίλε Δαφναῖε, βλαστήσεως ὁρμὴν ἔχοντα διαφαίνουσαν ὥραν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ὥραν</foreign> R: <foreign xml:lang="grc">ὥρα</foreign> </note> καὶ κάλλος ἅμα σώματος <milestone unit="tlnum" n="25"/> καὶ ψυχῆς.</q> <pb xml:id="v.4.p.421"/> </said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>