<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg113.perseus-grc2:11-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg113.perseus-grc2:11-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg113.perseus-grc2"><div type="textpart" subtype="section" n="11"><p rend="indent"><said who="#Αὐτόβουλος" rend="merge"><label>ΑΥΤΟΒΟΥΛΟΣ.</label> ὡς οὖν ὁ τοῦ Πεισίου φίλος ὥσπερ ἐν πολέμῳ 
<milestone unit="tlnum" n="15"/> προσελάσας τὸν ἵππον αὐτὸ τοῦτο τεταραγμένος εἶπεν, ὅτι Βάκχωνʼ ἥρπακεν Ἰσμηνοδώρα, τὸν μὲν Ζεύξιππον ὁ πατὴρ ἔφη γελάσαι καὶ εἰπεῖν, ὅτε δὴ καὶ φιλευριπίδην ὄντα, <quote rend="blockquote"> πλούτῳ χλιδῶσα θνητὰ δʼ ὦ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">δʼ ὧ</foreign>] <foreign xml:lang="grc">δὴ</foreign> X</note> γύναι φρονεῖς<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">φρόνει</foreign> Nauckius</note>· </quote><note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">Nauck. p. 678</note> <milestone unit="tlnum" n="20"/>τὸν δὲ Πεισίαν ἀναπηδήσαντα βοᾶν, <q>ὦ θεοί, τί πέρας ἔσται τῆς ἀνατρεπούσης τὴν πόλιν ἡμῶν ἐλευθερίας; ἤδη γὰρ εἰς ἀνομίαν τὰ πράγματα διὰ τῆς <milestone unit="stephpage" xml:id="stephpage-755c" n="755c"/> αὐτονομίας βαδίζει<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">βαδίζειν</foreign> BE</note>· καίτοι γελοῖον ἴσως ἀγανακτεῖν περὶ νόμων καὶ δικαίων, ἡ γὰρ φύσις παρανομεῖται <milestone unit="tlnum" n="25"/> γυναικοκρατουμένη. τί τοιοῦτον ἡ Λῆμνος; ἴωμεν ἡμεῖς, ἴωμεν</q> εἶπεν <q>ὅπως καὶ τὸ γυμνάσιον <pb xml:id="v.4.p.414"/> ταῖς γυναιξὶ παραδῶμεν καὶ τὸ βουλευτήριον, εἰ παντάπασιν ἡ πόλις ἐκνενεύρισται.</q> προάγοντος οὖν τοῦ Πεισίου, ὁ μὲν Πρωτογένης οὐκ ἀπελείπετο τὰ μὲν συναγανακτῶν τὰ δὲ πραΰνων ἐκεῖνον· ὁ δʼ <milestone unit="tlnum" n="5"/>Ἀνθεμίων <q>νεανικὸν μέν</q> ἔφη <q>τὸ τόλμημα καὶ Λήμνιον ὡς ἀληθῶς, αὐτοὶ γάρ ἐσμεν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat">em. M: <foreign xml:lang="grc">ἴσμεν</foreign> </note>, σφόδρʼ ἐρώσης γυναικός,</q> καὶ ὁ Σώκλαρος ὑπομειδιῶν <q>οἴει γὰρ <milestone unit="stephpage" xml:id="stephpage-755d" n="755d"/> ἁρπαγήν</q> ἔφη <q>γεγονέναι καὶ βιασμόν, οὐκ ἀπολόγημα καὶ στρατήγημα τοῦ νεανίσκου νοῦν ἔχοντος, <milestone unit="tlnum" n="10"/> ὅτι τὰς τῶν ἐραστῶν ἀγκάλας διαφυγὼν ἐξηυτομόληκεν εἰς χεῖρας καλῆς καὶ πλουσίας γυναικός;</q> <q>μὴ λέγε ταῦτʼ</q> εἶπεν <q>ὦ Σώκλαρε, μηδʼ ὑπονόει ἐπὶ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">ἐπὶ</foreign>] malim <foreign xml:lang="grc">περὶ</foreign> aut <foreign xml:lang="grc">τι περὶ</foreign> </note> Βάκχωνος</q> ὁ Ἀνθεμίων· <q>καὶ γὰρ εἰ μὴ φύσει τὸν τρόπον ἁπλοῦς ἦν καὶ ἀφελής, ἐμὲ γʼ οὐκ ἂν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">γʼ οὐκ ἂν</foreign>] <foreign xml:lang="grc">γοῦν</foreign> BE. <foreign xml:lang="grc">γοῦν οὐκ ἂν</foreign> R</note> 
<milestone unit="tlnum" n="15"/> ἀπεκρύψατο, τῶν τʼ ἄλλων<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">τʼ ἂλλων</foreign> X: <foreign xml:lang="grc">τελῶν</foreign> </note> μεταδιδοὺς ἁπάντων, ἒν τε τούτοις ὁρῶν προθυμότατον ὄντα τῆς Ἰσμηνοδώρας βοηθόν· ἔρωτι δὲ <q>μάχεσθαι χαλεπόν</q> οὐ <milestone unit="stephpage" xml:id="stephpage-755e" n="755e"/> <q>θυμῷ</q> καθʼ Ἡράκλειτον<note resp="editor" place="unspecified" anchored="true" xml:lang="lat"><foreign xml:lang="grc">Ἡράκλειτον</foreign>] Bywater. p. 41</note>· <q>ὅ, τι γὰρ ἂν θελήσῃ, καὶ ψυχῆς ὠνεῖται</q> καὶ χρημάτων καὶ δόξης. ἐπεί τί <milestone unit="tlnum" n="20"/> κοσμιώτερον Ἰσμηνοδώρας ἐν τῇ πόλει; πότε δʼ εἰσῆλθεν ἢ λόγος αἰσχρὸς ἢ πράξεως ὑπόνοια φαύλης ἔθιγε τῆς οἰκίας; ἀλλʼ ἔοικε θεία τις ὄντως εἰληφέναι τὴν ἄνθρωπον ἐπίπνοια καὶ κρείττων ἀνθρωπίνου λογισμοῦ.</q> </said></p></div><div type="textpart" subtype="section" n="12"><p rend="indent"><said who="#Αὐτόβουλος" rend="merge"><label>ΑΥΤΟΒΟΥΛΟΣ.</label><milestone unit="tlnum" n="25"/> καὶ ὁ Πεμπτίδης ἐπιγελάσας <q>ἀμέλει καὶ σώματός τις</q> ἔφη <q>νόσος ἔστιν, ἣν ἱερὰν καλοῦσιν· <pb xml:id="v.4.p.415"/> οὐδὲν οὖν ἄτοπον, εἰ καὶ ψυχῆς τὸ μανικώτατον πάθος καὶ μέγιστον ἱερὸν καὶ θεῖον ἔνιοι προσαγορεύουσιν. εἶθʼ ὥσπερ ἐν Αἰγύπτῳ ποτὲ γείτονας <milestone unit="stephpage" xml:id="stephpage-755f" n="755f"/> ἑώρων δύο διαμφισβητοῦντας, ὄφεως προσερπύσαντος <milestone unit="tlnum" n="5"/> εἰς τὴν ὁδόν, ἀμφοτέρων μὲν ἀγαθὸν δαίμονα καλούντων, ἑκατέρου δʼ ἔχειν ἀξιοῦντος ὡς ἴδιον· οὕτως ὁρῶν ὑμῶν ἄρτι τοὺς μὲν εἰς τὴν ἀνδρωνῖτιν ἕλκοντας τὸν Ἔρωτα τοὺς δʼ εἰς τὴν γυναικωνῖτιν, ὑπερφυὲς καὶ θεῖον ἀγαθόν, οὐκ ἐθαύμαζον, <milestone unit="tlnum" n="10"/> εἰ τηλικαύτην δύναμιν ἔσχε καὶ τιμὴν τὸ πάθος, οἷς ἦν προσῆκον ἐξελαύνειν αὐτὸ πανταχόθεν καὶ κολούειν, ὑπὸ τούτων αὐξανόμενον καὶ σεμνυνόμενον. ἄρτι μὲν οὖν ἡσυχίαν ἦγον· ἐν γὰρ ἰδίοις μᾶλλον ἢ κοινοῖς ἑώρων τὴν ἀμφισβήτησιν οὖσαν· 
<milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-756a" n="756a"/> νυνὶ δʼ ἀπηλλαγμένος Πεισίου, ἡδέως ἂν ὑμῶν ἀκούσαιμι πρὸς τί βλέψαντες ἀπεφήναντο τὸν Ἔρωτα θεὸν οἱ πρῶτοι τοῦτο λέξαντες.</q> </said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>