<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg109.perseus-grc2:31-32</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg109.perseus-grc2:31-32</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg109.perseus-grc2" type="edition" xml:lang="grc"><div n="31" subtype="section" type="textpart"><milestone n="5" unit="tlnum"/><p rend="indent">τοιαύτης δὲ τὸν πότον ἐλπίδος διαπαιδαγωγησάσης, προσμίξαντες ἡμεῖς καὶ
 διὰ τῶν οἰκετῶν
<milestone n="597a" unit="stephpage" xml:id="stephpage-597a"/>
 εὐθὺς ὠσάμενοι πρὸς τὸν ἀνδρῶνα, μικρὸν ἐπὶ ταῖς θύραις ἔστημεν
 ἐφορῶντες τῶν κατακειμένων ἕκαστον. ἡ μὲν οὖν τῶν στεφάνων καὶ τῆς
 ἐσθῆτος ὄψις
<milestone n="10" unit="tlnum"/> παραλογιζομένη τὴν ἐπιδημίαν
 ἡμῶν σιγὴν ἐποίησεν· ἐπεὶ δὲ πρῶτος ὁ Μέλων ὥρμησε διὰ μέσου τὴν
 χεῖρα τῇ λαβῇ τοῦ ξίφους ἐπιβεβληκώς, Καβίριχος ὁ κυαμευτὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κυαμευτὸς</foreign> Dindorfius: <foreign xml:lang="grc">κυαμιστὸς</foreign></note> ἄρχων τοῦ
 βραχίονος αὐτὸν παραπορευόμενον ἀντισπάσας, ἀνεβόησεν <q>οὐ Μέλων οὗτος,
<milestone n="15" unit="tlnum"/> ὦ Φυλλίδα;</q> τούτου μὲν οὖν
 ἐξέκρουσε τὴν ἐπιβουλὴν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιβολὴν</foreign> R: <foreign xml:lang="grc">ἐπιβουλὴν</foreign></note> ἅμα τὸ ξίφος· ἀνέλκων, διανιστάμενον δὲ χαλεπῶς τὸν Ἀρχίαν ἐπιδραμὼν οὐκ ἀνῆκε παίων ἕως ἀπέκτεινε. τὸν δὲ Φίλιππον
 ἔτρωσε μὲν Χάρων
<milestone n="597b" unit="stephpage" xml:id="stephpage-597b"/>
 παρὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παρὰ</foreign>] <foreign xml:lang="grc">κατὰ</foreign> Herwerdenus</note> τὸν τράχηλον ἀμυνόμενον δὲ τοῖς παρακειμένοις
<milestone n="20" unit="tlnum"/> ἐκπώμασιν, ὁ Λυσίθεος ἀπὸ τῆς κλίνης χαμαὶ καταβαλὼν ἀνεῖλε.
 τὸν δὲ Καβίριχον ἡμεῖς κατεπραΰνομεν, ἀξιοῦντες μὴ τοῖς τυράννοις
 βοηθεῖν ἀλλὰ τὴν πατρίδα συνελευθεροῦν, ἱερὸν ὄντα καὶ τοῖς θεοῖς
 καθωσιωμένον ὑπὲρ αὐτῆς. ὡς δὲ καὶ
<milestone n="25" unit="tlnum"/> διὰ τὸν
 οἶνον οὐκ ἦν εὐπαρακόμιστος τῷ λογισμῷ πρὸς τὸ συμφέρον ἀλλὰ
 μετέωρος καὶ τεταραγμένος ἀνίστατο, καὶ τὸ δόρυ προεβάλλετο<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προυβάλλετο</foreign>?</note> κατʼ αἰχμήν,
 <pb xml:id="v.3.p.545"/> ὅπερ ἐξ ἔθους ἀεὶ φοροῦσιν οἱ παρʼ ἡμῖν ἄρχοντες
 ἐγὼ μὲν ἐκ μέσου διαλαβὼν τὸ δόρυ καὶ μετεωρίσας ὑπὲρ κεφαλῆς, ἐβόων
 ἀφεῖναι καὶ σῴζειν ἑαυτόν, εἰ δὲ μκή, πεπλήξεσθαι, Θεόπομπος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Θεόπομπος</foreign> Amyotus: <foreign xml:lang="grc">Θέοπος</foreign></note> δὲ
 παραστὰς
<milestone n="5" unit="tlnum"/>
<milestone n="597c" unit="stephpage" xml:id="stephpage-597c"/> ἐκ δεξιῶν καὶ τῷ
 ξίφει πατάξας αὐτόν, <q>ἐνταῦθʼ</q> ἔφη <q>κεῖσο μετὰ τούτων, οὓς
 ἐκολάκευες· μὴ γὰρ ἐν ἐλευθέραις στεφανώσαιο ταῖς Θήβαις μηδὲ θύσειας
 ἔτι τοῖς θεοῖς, ἐφʼ ὧν κατηράσω πολλὰ τῇ πατρίδι πολλάκις ὑπὲρ τῶν
 πολεμίων εὐχόμενος</q> <milestone n="10" unit="tlnum"/>πεσόντος δὲ τοῦ Καβιρίχου, τὸ μὲν ἱερὸν
 δόρυ Θεόκριτος παρὼν ἀνήρπασεν ἐκ τοῦ φόνου, τῶν δὲ θεραπόντων ὀλίγους
 τολμήσαντας ἀμύνασθαι διεφθείραμεν ἡμεῖς· τοὺς δʼ ἡσυχίαν ἄγοντας εἰς
 τὸν ἀνδρῶνα κατεκλείσαμεν, οὐ βουλόμενοι διαπεσόντας
<milestone n="15" unit="tlnum"/>
<milestone n="597d" unit="stephpage" xml:id="stephpage-597d"/> ἐξαγγεῖλαι τὰ
 πεπραγμένα, πρὶν εἰδέναι καὶ τὰ τῶν ἑταίρων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἑταίρων</foreign> Leonicus: <foreign xml:lang="grc">ἑτέρων</foreign></note> εἰ καλῶς κεχώρηκεν. </p></div><div n="32" subtype="section" type="textpart"><p rend="indent">ἐπράχθη δὲ κἀκεῖνα τοῦτον τὸν τρόπον· ἔκοψαν οἱ περὶ Πελοπίδαν τοῦ
 Λεοντίδου τὴν αὔλειον ἡσυχῆ προσελθόντες, καὶ πρὸς τὸν ὑπακούσαντα
<milestone n="20" unit="tlnum"/> τῶν οἰκετῶν ἔφασαν ἥκειν Ἀθήνηθεν
 γράμματα τῷ Λεοντίδῃ παρὰ Καλλιστράτου κομίζοντες. ὡς δʼ ἀπαγγείλας καὶ
 κελευσθεὶς ἀνοῖξαι τὸν μοχλὸν ἀφεῖλε καὶ μικρὸν ἐνέδωκε τὴν θύραν,
 ἐμπεσόντες ἀθρόοι καὶ ἀνατρέψαντες τὸν ἄνθρωπον ἵεντο δρόμῳ
<milestone n="25" unit="tlnum"/> διὰ τῆς αὐλῆς ἐπὶ τὸν θάλαμον. ὁ δʼ εὐθὺς ἐπὶ
 τὴν ἀλήθειαν ἐξενεχθεὶς τῇ ὑπονοίᾳ καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] del. Herwerdenus</note> σπασάμενος
<milestone n="597e" unit="stephpage" xml:id="stephpage-597e"/> τὸ ἐγχειρίδιον ὥρμησε πρὸς
 ἄμυναν, ἄδικος μὲν <pb xml:id="v.3.p.546"/> ἀνὴρ καὶ τυραννικὸς εὔρωστος δὲ
 τῇ ψυχῇ καὶ κατὰ χεῖρα ῥωμαλέος· οὐ μὴν ἔγνω γε τὸν λύχνον καταβαλεῖν
 καὶ διὰ σκότους συμμῖξαι τοῖς ἐπιφερομένοις, ἀλλʼ ἐν φωτὶ καθορώμενος
 ὑπὸ τούτων ἅμα
<milestone n="5" unit="tlnum"/> τῆς θύρας ἀνοιγομένης παίει
 τὸν Κηφισόδωρον εἰς τὸν λαγόνα· καὶ δευτέρῳ τῷ Πελοπίδᾳ συμπεσὼν μέγα
 βοῶν ἀνεκαλεῖτο τοὺς θεράποντας. ἀλλʼ ἐκείνους μὲν οἱ περὶ τὸν Σαμίδαν
 ἀνεῖργον, οὐ παρακινδυνεύοντας εἰς χεῖρας ἐλθεῖν ἀνδράσιν ἐπιφανεστάτοις
<milestone n="10" unit="tlnum"/> τῶν πολιτῶν καὶ κατʼ ἀλκὴν διαφέρουσιν.
<milestone n="597f" unit="stephpage" xml:id="stephpage-597f"/> ἀγὼν δʼ ἦν τῷ
 Πελοπίδᾳ πρὸς τὸν Λεοντίδην καὶ διαξιφισμὸς ἐν ταῖς θύραις τοῦ θαλάμου
 στεναῖς οὔσαις, καὶ τοῦ Κηφισοδώρου πεπτωκότος ἐν μέσαις αὐταῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μέσαις αὐταῖς</foreign> Holwerda: <foreign xml:lang="grc">μέσοις αὐτοῖς</foreign></note> καὶ
 θνήσκοντος, ὥστε μὴ δύνασθαι τοὺς
<milestone n="15" unit="tlnum"/> ἄλλους
 προσβοηθεῖν. τέλος δʼ ὁ ἡμέτερος λαβὼν μὲν εἰς τὴν κεφαλὴν οὐ μέγα
 τραῦμα· δοὺς δὲ πολλὰ καὶ καταβαλὼν τὸν Λεοντίδην, ἐπέσφαξε θερμῷ τῷ
 Κηφισοδώρῳ. καὶ γὰρ εἶδε πίπτοντα τὸν ἐχθρὸν ὁ ἀνὴρ καὶ τῷ
 Πελοπίδᾳ τὴν δεξιὰν ἐνέβαλε· καὶ τοὺς
<milestone n="20" unit="tlnum"/>
 ἄλλους ἀσπασάμενος ἅμʼ ἵλεως ἐξέπνευσε. γενόμενοι δʼ ἀπὸ τούτων ἐπὶ
 τὸν Ὑπάτην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Υπάτην</foreign> X: <foreign xml:lang="grc">ἱππάτην</foreign></note> τρέπονται, καὶ τῶν θυρῶν ὁμοίως αὐτοῖς ἀνοιχθεισῶν φεύγοντα
 τὸν Ὑπάτην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Υπάτην</foreign> X: <foreign xml:lang="grc">ἱππάτην</foreign></note>ὑπὲρ τέγους τινὸς εἰς τοὺς γείτονας ἀποσφάττουσιν.
<milestone n="25" unit="tlnum"/>
</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>