<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg109.perseus-grc2:23-26</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg109.perseus-grc2:23-26</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg109.perseus-grc2" type="edition" xml:lang="grc"><div n="23" subtype="section" type="textpart"><milestone n="25" unit="tlnum"/><p rend="indent"><q>ὁ μὲν οὖν Τιμάρχου μῦθος οὗτος. ἐπεὶ δʼ ἐλθὼν Ἀθήναζε τρίτῳ
 μηνὶ μετὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μετὰ</foreign> Herwerdenus: <foreign xml:lang="grc">κατὰ</foreign></note> τὴν γενομένην φωνὴν ἐτελεύτησεν, ἡμεῖς δὲ Σωκράτει
 θαυμάζοντες <pb xml:id="v.3.p.533"/> ἀπηγγέλλομεν, ἐμέμψατο Σωκράτης ἡμᾶς,
 ὅτι μὴ ζῶντος ἔτι τοῦ Τιμάρχου διήλθομεν αὐτοῦ γὰρ ἂν ἡδέως
 ἐκείνου πυθέσθαι · καὶ προσανακρῖναι σαφέστερον. ἀπέχεις, ὦ Θεόκριτε,
 μετὰ τοῦ λόγου τὸν
<milestone n="5" unit="tlnum"/> μῦθον· ἀλλʼ ὅρα μὴ
 καὶ τὸν ξένον ἡμῖν παρακλητέον ἐπὶ τὴν ζήτησιν οἰκεία γὰρ πάνυ καὶ
 προσήκουσα θείοις ἀνδράσι.</q><q>τί δʼ</q> εἶπεν <q>Ἐπαμεινώνδας οὐ συμβάλλεται γνώμην ἀπὸ τῶν αὐτῶν
 ἀναγόμενος ἡμῖν;</q> καὶ ὁ πατὴρ μειδιάσας <q>τοιοῦτον</q> ἔφη <q>τὸ
 ἦθος,
<milestone n="10" unit="tlnum"/> ὦ ξένε, τὸ τούτου, σιωπηλὸν καὶ
 πρὸς τοὺς λόγους εὐλαβές, ἄπληστον δὲ τοῦ μανθάνειν καὶ ἀκροᾶσθαι ·
 διὸ καὶ Σπίνθαρος ὁ Ταραντῖνος οὐκ ὀλίγον αὐτῷ συνδιατρίψας
 ἐνταῦθα χρόνον ἀεὶ δήπου λέγει μηδενί πη τῶν καθʼ ἑαυτὸν ἀνθρώπων
 ἐντετυχηκέναι
<milestone n="15" unit="tlnum"/>
<milestone n="593a" unit="stephpage" xml:id="stephpage-593a"/> μήτε πλείονα
 γιγνώσκοντι μήτε ἐλάσσονα φθεγγομένῳ. σὺ οὖν ἃ φρονεῖς αὐτὸς δίελθε
 περὶ τῶν εἰρημένων.</q> </p></div><div n="24" subtype="section" type="textpart"><p rend="indent"><q>ἐγὼ τοίνυν</q> ἔφη <q>τὸν μὲν Τιμάρχου λόγον ὥσπερ ἱερὸν καὶ
 ἄσυλον ἀνακεῖσθαί φημι τῷ θεῷ
<milestone n="20" unit="tlnum"/> χρῆναι
 θαυμάζω δʼ εἰ τοῖς ὑπὸ Σιμμίου λεγομένοις περὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περὶ</foreign> R</note> αὐτοῦ δυσπιστήσουσί
 τινες, κύκνους μὲν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μὲν</foreign> idem: <foreign xml:lang="grc">μὲν γὰρ</foreign></note> ἱεροὺς καὶ δράκοντας καὶ κύνας καὶ ἵππους
 ὀνομάζοντες, ἀνθρώπους δὲ θείους εἶναι καὶ θεοφιλεῖς ἀπιστοῦντες, καὶ
 ταῦτα τὸν θεὸν οὐ φίλορνιν ἀλλὰ
<milestone n="25" unit="tlnum"/>
 φιλάνθρωπον ἡγούμενοι. καθάπερ οὖν ἀνὴρ φίλιππος
<milestone n="593b" unit="stephpage" xml:id="stephpage-593b"/> οὐ πάντων ὁμοίως
 ἐπιμέλεται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιμέλεται</foreign> *: <foreign xml:lang="grc">ἐπιμελεῖται</foreign></note> τῶν ὑπʼ αὐτὸ τὸ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὸ τὸ</foreign>] <foreign xml:lang="grc">ταὐτὸ</foreign>?</note> γένος, ἀλλʼ ἀεὶ τινʼ ἄριστον ἐξαιρῶν
 καὶ ἀποκρίνων <pb xml:id="v.3.p.534"/> καθʼ αὑτὸν ἀσκεῖ καὶ τρέφει καὶ
 ἀγαπᾷ διαφερόντως· οὕτω<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὕτω</foreign> addidi cum Anonymo</note> καὶ ἡμῶν οἱ ὑπὲρ ἡμᾶς, τοὺς βελτίστους
 οἷον ἐξ ἀγέλης χαράξαντες, ἰδίας τινὸς καὶ περιττῆς παιδαγωγίας
 ἀξιοῦσι, οὐχ ὑφʼ ἡνίας οὐδὲ ῥυτήρων
<milestone n="5" unit="tlnum"/>
 ἀλλὰ λόγῳ διὰ συμβόλων εὐθύνοντες· ὧν οἱ πολλοὶ καὶ ἀγελαῖοι
 παντάπασιν ἀπείρως ἔχουσιν. οὐδὲ γὰρ οἱ πολλοὶ κύνες τῶν θηρατικῶν
 σημείων οὐδʼ οἱ πολλοὶ ἵπποι τῶν ἱππικῶν συνιᾶσιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συνιᾶσιν</foreign> Stegmannus: <foreign xml:lang="grc">συνίασιν</foreign></note> ἀλλʼ οἱ
 μεμαθηκότες, εὐθὺς ἀπὸ σιγμοῦ τοῦ τυχόντος ἢ ποππυσμοῦ
<milestone n="10" unit="tlnum"/>
<milestone n="593c" unit="stephpage" xml:id="stephpage-593c"/> τὸ προσταττόμενον
 αἰσθανόμενοι, ῥᾳδίως εἰς ὃ δεῖ καθίστανται. φαίνεται δὲ γιγνώσκων
 καὶ Ὅμηρος ἣν λέγομεν διαφορὰν ἡμεῖς· τῶν γὰρ μάντεων οἰωνοπόλους
 τινὰς καλεῖ καὶ ἱερεῖς,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ἱερεῖς</foreign>] del. Holwerda</note> ἑτέρους δὲ τῶν θεῶν αὐτῶν διαλεγομένων
 συνιέντας καὶ συμφρονοῦντας
<milestone n="15" unit="tlnum"/> ἀποσημαίνειν
 οἴεται τὸ μέλλον, ἐν οἷς λέγει <quote rend="blockquote"><l>τῶν δʼ Ἕλενος, Πριάμοιο φίλος παῖς, ξύνθετο<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σύνθετο</foreign> Homerus H 44</note> θυμῷ </l><l>βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι</l></quote> καί
<milestone n="20" unit="tlnum"/>
<quote rend="blockquote">ὣς γὰρ ἐγὼν ὄπʼ ἄκουσα θεῶν
 αἰειγενετάων.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γενετάων</foreign> BE</note>
</quote>
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">id. H 53</note> ὥσπερ γὰρ τῶν βασιλέων καὶ τῶν στρατηγῶν τὴν
 διάνοιαν οἱ μὲν ἐκτὸς αἰσθάνονται καὶ γιγνώσκουσι πυρσοῖς τισι καὶ
 κηρύγμασι καὶ ὑπὸ σαλπίγγων, τοῖς
<milestone n="593d" unit="stephpage" xml:id="stephpage-593d"/> δὲ πιστοῖς καὶ συνήθεσιν αὐτοὶ φράζουσιν·
 οὕτω τὸ
<milestone n="25" unit="tlnum"/> θεῖον ὀλίγοις ἐντυγχάνει διʼ
 αὑτοῦ καὶ σπανίως, <pb xml:id="v.3.p.535"/> τοῖς δὲ πολλοῖς σημεῖα δίδωσιν,
 ἐξ ὧν ἡ λεγομένη μαντικὴ συνέστηκε. θεοὶ μὲν γὰρ οὖν ὀλίγων
 ἀνθρώπων κοσμοῦσι βίον, οὓς ἂν ἄκρως μακαρίους τε καὶ θείους ὡς
 ἀληθῶς ἀπεργάσασθαι βουληθῶσιν·
<milestone n="5" unit="tlnum"/> αἱ δʼ
 ἀπηλλαγμέναι γενέσεως ψυχαὶ καὶ σχολάζουσαι τὸ λοιπὸν ἀπὸ σώματος,
 οἷον ἐλεύθεραι πάμπαν ἀφιέμεναι,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">malim <foreign xml:lang="grc">ἀφιειμέναι</foreign></note> δαίμονὲς εἰσιν ἀνθρώπων ἐπιμελεῖς
 καθʼ Ἡσίοδον.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἡσίοδον</foreign>] OD 120</note> ὡς γὰρ ἀθλητὰς καταλύσαντας ἄσκησιν ὑπὸ γήρως οὐ
 τελέως ἀπολείπει τὸ φιλότιμον
<milestone n="10" unit="tlnum"/> καὶ
 φιλοσώματον,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φιλοσώματον</foreign>] <foreign xml:lang="grc">φιλάγωνον</foreign> Emperius praeter necessitatem</note> ἀλλʼ ἑτέρους ἀσκοῦντας ὁρῶντες
<milestone n="593e" unit="stephpage" xml:id="stephpage-593e"/> ἥδονται καὶ παρακαλοῦσι καὶ
 συμπαραθέουσιν· οὕτως οἱ πεπαυμένοι τῶν περὶ τὸν βίον ἀγώνων διʼ
 ἀρετὴν ψυχῆς γενόμενοι δαίμονες οὐ παντελῶς ἀτιμάζουσι τἀνταῦθα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀνταῦθα</foreign> *: <foreign xml:lang="grc">τὰ ἐνταῦθα</foreign></note>
 πράγματα καὶ λόγους καὶ
<milestone n="15" unit="tlnum"/> σπουδάς, ἀλλὰ
 τοῖς ἐπὶ ταὐτὸ γυμναζομένοις τέλος εὐμενεῖς ὄντες καὶ
 συμφιλοτιμούμενοι πρὸς τὴν ἀρετήν, ἐγκελεύονται καὶ συνεξορμῶσιν, ὅταν
 ἐγγὺς ἢδη τῆς ἐλπίδος ἁμιλλωμένους καὶ ψαύοντας ὁρῶσιν.
<milestone n="593f" unit="stephpage" xml:id="stephpage-593f"/> οὐ γὰρ οἷς ἔτυχε
 συμφέρεται τὸ δαιμόνιον· ἀλλʼ
<milestone n="20" unit="tlnum"/> οἷον ἐπὶ
 τῶν νηχομένων ἐν θαλάττῃ τοὺς μὲν πελαγίους ἔτι καὶ πρόσω τῆς γῆς
 φερομένους οἱ ἐπὶ γῆς ἑστῶτες σιωπῇ θεῶνται μόνον, τοὺς δʼ ἐγγὺς
 ἤδη παραθέοντες καὶ παρεμβαίνοντες ἅμα καὶ χειρὶ καὶ φωνῇ βοηθοῦντες
 ἀνασῴζουσιν οὕτως, ὦ <gap reason="lost"/>
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">lac. 8 E 7 B supplet verbo <foreign xml:lang="grc">Σιμμία</foreign> Amyotus; posteriorem 5 E 11 B ita: <foreign xml:lang="grc">ἐᾷ μὲν γὰρ ἡμᾶς</foreign>; malim <foreign xml:lang="grc">ἐᾷ γὰρ ἡμᾶς</foreign></note> τοῦ δαιμονίου
<milestone n="25" unit="tlnum"/> ὁ τρόπος <gap reason="lost"/> ἡμᾶς βαπτιζομένους ὑπὸ τῶν <pb xml:id="v.3.p.536"/>
 πραγμάτων, καὶ σώματα πολλὰ καθάπερ ὀχήματα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὀχήματα</foreign>] <foreign xml:lang="grc">σχήματα</foreign> F. Schmidtius</note> μεταλαμβάνοντας, αὐτοὺς
 ἐξαμιλλᾶσθαι καὶ μακροθυμεῖν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μακροθυμεῖ</foreign> R</note> διʼ οἰκείας πειρωμένους ἀρετῆς σῴζεσθαι
 καὶ τυγχάνειν λιμένος. ἥτις δʼ ἂν ἤδη διὰ μυρίων γενέσεων
<milestone n="5" unit="tlnum"/> ἠγωνισμένη μακροὺς ἀγῶνας εὖ καὶ προθύμως ψυχή,
 τῆς περιόδου συμπεραινομένης κινδυνεύουσα
<milestone n="594a" unit="stephpage" xml:id="stephpage-594a"/> καὶ φιλοτιμουμένη περὶ τὴν ἑκβασιν ἱδρῶτι
 πολλῷ ἄνω προσφέρηται,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄνω προσφέρηται</foreign>] <foreign xml:lang="grc">πρὸς τἄνω φέρηται</foreign>?</note> ταύτῃ τὸν οἰκεῖον οὐ νεμεσᾷ δαίμονα βοηθεῖν
 ὁ θεὸς ἀλλʼ ἀφίησι τῷ προθυμουμένῳ
<milestone n="10" unit="tlnum"/>
 προθυμεῖται δʼ ἄλλος ἄλλην ἀνασῴζειν ἐγκελευόμενος· ἡ δὲ συνακούει
 διὰ τὸ πλησιάζειν καὶ σῴζεται μὴ πειθομένη δέ, ἀπολιπόντος τοῦ
 δαίμονος, οὐκ εὐτυχῶς ἀπαλλάσσει.</q> </p></div><div n="25" subtype="section" type="textpart"><p rend="indent">τούτων εἰρημένων, ὁ Ἐπαμεινώνδας ἀποβλέψας
<milestone n="15" unit="tlnum"/>
 εἰς ἐμὲ <q>σοὶ μέν.</q> εἶπεν <q>ὦ Καφεισία, σχεδὸν ὥρα βαδίζειν εἰς
 τὸ γυμνάσιον ἤδη καὶ μὴ ἀπολείπειν
<milestone n="594b" unit="stephpage" xml:id="stephpage-594b"/> τοὺς συνήθεις ἡμεῖς δὲ Θεάνορος
 ἐπιμελησόμεθα, διαλύσαντες ὅταν δοκῇ τὴν συνουσίαν</q> κἀγώ <q>ταῦτʼ</q> ἔφην <q>πράττωμεν· ἀλλὰ μικρὸν οἶμαί τι μετʼ
<milestone n="20" unit="tlnum"/> ἐμοῦ καὶ Γαλαξιδώρου βούλεταί σοι διαλεχθῆναι
 οὑτοσὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐτοσὶ</foreign> *: <foreign xml:lang="grc">οὐτοσὶ ὁ</foreign></note> Θεόκριτος.</q> <q>ἀγαθῇ τύχῃ</q> εἶπε <q>διαλεγέσθω·</q> καὶ προῆγεν ἀναστὰς εἰς τὸ
 ἐπικάμπειον τῆς στοᾶς. καὶ ἡμεῖς περισχόντες αὐτὸν ἐπεχειροῦμεν
 παρακαλεῖν ἐπὶ τὴν πρᾶξιν. ὁ δὲ καὶ τὴν ἡμέραν ἔφη πάνυ
<milestone n="25" unit="tlnum"/> σαφῶς εἰδέναι τῆς καθόδου τῶν φυγάδων, καὶ
 συντετάχθαι μετὰ Γοργίδου τοῖς φίλοις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῖς φίλοις</foreign> R: <foreign xml:lang="grc">τοὺς φίλους</foreign></note> πρὸς τὸν <pb xml:id="v.3.p.537"/> καιρόν·
 ἀποκτενεῖν δὲ τῶν πολιτῶν ἄκριτον οὐδένα, μὴ μεγάλης ἀνάγκης γενομένης·
 ἄλλως δὲ καὶ πρὸς
<milestone n="594c" unit="stephpage" xml:id="stephpage-594c"/> τὸ
 πλῆθος ἁρμόζειν τὸ Θηβαίων εἶναί τινας ἀναιτίους καὶ καθαροὺς τῶν
 πεπραγμένων, οἳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἳ</foreign> W</note> μᾶλλον
<milestone n="5" unit="tlnum"/> ἕξουσιν ἀνυπόπτως
 πρὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρὸς</foreign> R</note> τὸν δῆμον ὡς ἀπὸ τοῦ βελτίστου παραινοῦντες, ἐδόκει ταῦθʼ ἡμῖν.
 κἀκεῖνος μὲν ἀνεχώρησεν αὖθις ὡς τοὺς περὶ Σιμμίαν· ἡμεῖς δὲ
 καταβάντες εἰς τὸ γυμνάσιον ἐνετυγχάνομεν τοῖς φίλοις, καὶ διαλαμβάνων
 ἄλλος ἄλλον ἐν τῷ
<milestone n="10" unit="tlnum"/> συμπαλαίειν τὰ μὲν
 ἐπυνθάνετο τὰ δʼ ἔφραζε καὶ συνετάττετο πρὸς τὴν πρᾶξιν. ἑωρῶμεν δὲ καὶ
 τοὺς περὶ Ἀρχίαν καὶ Φίλιππον ἀληλιμμένους ἀπιόντας
<milestone n="594d" unit="stephpage" xml:id="stephpage-594d"/> ἐπὶ τὸ δεῖπνον. ὁ γὰρ
 Φυλλίδας, δεδιὼς μὴ τὸν Ἀμφίθεον προανέλωσιν, εὐθὺς ἀπὸ τῆς
 Λυσανορίδου
<milestone n="15" unit="tlnum"/> προπομπῆς τὸν Ἀρχίαν δεξάμενος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δεξάμενος</foreign>] <foreign xml:lang="grc">δεξιωσάμενος</foreign> Herwerdenus</note>
 καὶ περὶ τῆς <gap reason="lost"/>
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">lac. 7 E Fort. excidit: <foreign xml:lang="grc">ὑπάνδρου</foreign>. cf. Vit. Pelop. c. 9</note> γυναικός, ἧς ἐπιθυμῶν ἐτύγχανεν, εἰς ἐλπίδας
 ἐμβαλὼν, ὡς ἀφιξομένης εἰς τὸν πότον,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πότον</foreign> Salmasius: <foreign xml:lang="grc">τόπον</foreign></note> ἔπεισε πρὸς ῥᾳθυμίαν καὶ
 ἄνεσιν τραπέσθαι μετὰ τῶν εἰωθότων αὐτῷ συνακολασταίνειν. </p></div><div n="26" subtype="section" type="textpart"><milestone n="20" unit="tlnum"/><p rend="indent">ὀψὲ δʼ ἤδη τό τε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τό τε</foreign> R: <foreign xml:lang="grc">τότε</foreign>. Sed malim <foreign xml:lang="grc">τὸ</foreign></note> ψῦχος ἐπέτεινε πνεύματος γενομένου, καὶ διὰ τοῦτο τῶν
 πολλῶν τάχιον εἰς τὰς οἰκίας ἀνακεχωρηκότων, ἡμεῖς μὲν τοὺς περὶ
 Δαμοκλείδαν καὶ Πελοπίδαν καὶ Θεόπομπον ἐντυχόντες ἀνελαμβάνομεν, ἄλλοι
 δʼ ἄλλους· ἐσχίσθησαν γὰρ
<milestone n="25" unit="tlnum"/>
<milestone n="594e" unit="stephpage" xml:id="stephpage-594e"/> εὐθὺς ὑπερβαλόντες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπερβαλόντες</foreign> Herwerdenus: <foreign xml:lang="grc">ὑπερβάλλοντες</foreign></note>
 τὸν Κιθαιρῶνα, καὶ παρέσχεν <pb xml:id="v.3.p.538"/> αὐτοῖς; ὁ χειμὼν τὰ
 πρόσωπα συγκεκαλυμμένοις ἀδεῶς διελθεῖν τὴν πόλιν ἐνίοις δʼ ἐπήστραψε
 δεξιὸν ἄνευ βροντῆς εἰσιοῦσι διὰ τῶν πυλῶν· καὶ τὸ σημεῖον ἐδόκει
 καλὸν πρὸς ἀσφάλειαν καὶ δόξαν, ὡς
<milestone n="5" unit="tlnum"/> λαμπρῶν
 ἀκινδύνων δὲ τῶν πράξεων ἐσομένων. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>