<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg109.perseus-grc2:15-18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg109.perseus-grc2:15-18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg109.perseus-grc2" type="edition" xml:lang="grc"><div n="15" subtype="section" type="textpart"><p rend="indent">ὑπολαβὼν δʼ ὁ Θεάνωρ <q>ἆρʼ οὖν</q> ἔφη <q>τὸ πενίαν δυσχεραίνειν
 ἀγεννές ἐστι τὸ δὲ πλοῦτον δεδιέναι
<milestone n="10" unit="tlnum"/> καὶ
 φεύγειν οὐκ ἄτοπον;</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄτοπον</foreign> posterius W. Fort. addendum etiam <foreign xml:lang="grc">εἶπεν Ἐπαμεινώνδας</foreign></note> <q>ἄτοπον, εἰ μὴ λόγῳ τις αὐτὸν ἀλλὰ σχηματιζόμενος ἢ διʼ ἀπειροκαλίαν
 ἢ τῦφόν τινα διωθεῖται.</q> <q>καὶ τίς ἄν</q> ἔφη <q>λόγος ἀπείργοι τὴν ἐκ καλῶν καὶ δικαίων
 κτῆσιν, ὦ Ἐπαμεινώνδα;<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὦ Ἐπαμεινώνδα</foreign> W: <foreign xml:lang="grc">ὡς ἐπαμεινώνδας</foreign></note> μᾶλλον δὲ ʽπραότερον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πραότερον</foreign>
 idem: <foreign xml:lang="grc">πρότερον</foreign></note> γὰρ ἡμῖν ἢ τῷ
<milestone n="15" unit="tlnum"/>Θετταλῷ πρὸς τὰς ἀποκρίσεις ἐνδίδου
 σαυτὸν ὑπὲρ
<milestone n="584c" unit="stephpage" xml:id="stephpage-584c"/> τούτωνʼ
 εἰπέ μοι, πότερον ἡγῇ δόσιν μὲν εἶναί τινα χρημάτων ὀρθὴν λῆψιν δὲ
 μηδεμίαν ἢ καὶ τοὺς διδόντας ἁμαρτάνειν πάντως καὶ τοὺς
 λαμβάνοντας;</q> <q>οὐδαμῶς</q> εἶπεν ὁ Ἐπαμεινώνδας, <q>ἀλλʼ ὥσπερ ἄλλου
<milestone n="20" unit="tlnum"/> τινὸς ἐγὼ καὶ πλούτου χάριν τε καὶ κτῆσιν εἶναι
 νομίζω, τὴν μὲν αἰσχρὰν τὴν δʼ ἀστείαν.</q> <q>ἆρʼ οὖν</q> ἔφη ὁ Θεάνωρ <q>ὁ ἃ ὀφείλει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἃ
 ὀφείλει</foreign> *: <foreign xml:lang="grc">ἃ ὀφείλων</foreign></note>
 διδοὺς ἑκουσίως καὶ προθύμως οὐ καλῶς δίδωσιν;</q> ὡμολόγησεν. <q>ὁ δʼ
 ἅ τις καλῶς δίδωσι δεξάμενος οὐ καλῶς εἴληφεν; ἢ γένοιτʼ
<milestone n="25" unit="tlnum"/>
<milestone n="584d" unit="stephpage" xml:id="stephpage-584d"/> ἂν δικαιοτέρα
 χρημάτων λῆψις τῆς παρὰ τοῦ δικαίως διδόντος;</q> <q>οὐκ ἄν</q> ἔφη <q>γένοιτο.</q> <q>δυεῖν ἄρα <pb xml:id="v.3.p.511"/> φίλων̓</q> εἶπεν <q>ὦ Ἐπαμεινώνδα, εἰ
 θατέρῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">θατέρῳ</foreign> posterius Basileensis: <foreign xml:lang="grc">θάτερον</foreign></note> δοτέον, θατέρῳ δήπου ληπτέον· ἐν μὲν γὰρ
 ταῖς μάχαις τὸν εὖ βάλλοντα τῶν πολεμίων ἐκκλιτέον, ἐν δὲ ταῖς
 χάρισι τὸν καλῶς διδόντα τῶν φίλων οὔτε φεύγειν
<milestone n="5" unit="tlnum"/> οὔτ ἀπωθεῖσθαι δίκαιον· εἰ γὰρ ἡ πενία μὴ δυσχερὲς οὐδʼ
 αὖ πάλιν ὁ πλοῦτος οὕτως ἄτιμος καὶ ἀπόβλητος.</q> <q>οὐ γὰρ οὖν</q> εἶπεν ὁ Ἐπαμεινώνδας <q>ἀλλʼ ἔστιν ὅτῳ μὴ λαβόντι
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λαβόντι</foreign> W: <foreign xml:lang="grc">διδόντι</foreign></note> τὸ
 καλῶς διδόμενον τιμιώτερον ὑπάρχει καὶ κάλλιον· οὑτωσὶ δʼ ἐπίσκεψαι
 μεθʼ
<milestone n="10" unit="tlnum"/> ἡμῶν. εἰσὶ δήπουθεν ἐπιθυμίαι πολλαὶ
 καὶ πολλῶν, ἔνιαι μὲν ἔμφυτοι λεγόμεναι καὶ περὶ τὸ σῶμα
 βλαστάνουσαι,
<milestone n="584e" unit="stephpage" xml:id="stephpage-584e"/> πρὸς
 τὰς ἀναγκαίας ἡδονάς αἱ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αἳ</foreign> *: <foreign xml:lang="grc">αἱ</foreign></note> δʼ ἐπήλυδες, αἳ ἕνεκα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἕνεκα</foreign> *:
 <foreign xml:lang="grc">ἕνεκεν</foreign></note> κενῶν δοξῶν, ἰσχὺν δὲ
 καὶ βίαν ὑπὸ χρόνου καὶ συνηθείας ἐν τροφῇ μοχθηρᾷ λαβοῦσαι,
<milestone n="15" unit="tlnum"/> πολλάκις ἕλκουσι καὶ ταπεινοῦσι τὴν
 ψυχὴν ἐρρωμενέστερον τῶν ἀναγκαίων· ἔθει δὲ καὶ μελέτῃ πολὺ μέν τις
 ἤδη καὶ τῶν ἐμφύτων ἀπαρύσαι παθῶν τῷ λόγῳ παρέσχε· τὸ δὲ πᾶν
 τῆς ἀσκήσεως κράτος, ὦ φίλε, ταῖς ἐπεισοδίοις καὶ περιτταῖς
<milestone n="20" unit="tlnum"/> προσαγαγόντας ἐπιθυμίαις ἐκπονεῖν χρὴ καὶ
 ἀποκόπτειν αὐτὰς ἀνείρξεσι καὶ κατοχαῖς ὑπὸ τοῦ
<milestone n="584f" unit="stephpage" xml:id="stephpage-584f"/> λόγου κολαζομένας. εἰ γὰρ
 δίψαν ἐκβιάζεται καὶ πεῖναν ἡ πρὸς τροφὴν καὶ ποτὸν ἀντίβασις τοῦ
 λογισμοῦ, μακρῷ δήπου ῥᾷόν ἐστι φιλοπλουτίαν κολοῦσαι
<milestone n="25" unit="tlnum"/> καὶ φιλοδοξίαν ἀποχαῖς ὧν ἐφίενται καὶ
 ἀνείρξεσιν εἰς τέλος καταλυθείσας ἢ οὐ δοκεῖ σοι;</q> <q>ὡμολόγησεν ὁ ξένος.</q> <q>ἆρʼ οὖν</q> ἔφη <q>διαφορὰν ὁρᾷς <pb xml:id="v.3.p.512"/> ἀσκήσεως καὶ
 τοῦ πρὸς ὃ ἡ ἄσκησις ἔργου, καὶ καθάπερ ἀθλητικῆς ἔργον μὲν ἂν
 εἴποις τὴν ὑπὲρ τοῦ στεφάνου πρὸς τὸν ἀντίπαλον ἅμιλλαν, ἄσκησιν
 δὲ τὴν ἐπὶ τοῦτο διὰ τῶν γυμνασίων παρασκευὴν
<milestone n="5" unit="tlnum"/> τοῦ σώματος· οὕτω καὶ ἀρετῆς ὁμολογεῖς τὸ μὲν ἔργον
 εἶναι τὸ δʼ ἄσκησιν;</q> ὁμολογήσαντος δὲ τοῦ ξένου, <q>φέρε τοίνυν
 πρῶτον εἶπε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἶπε</foreign> W: <foreign xml:lang="grc">εἰπέ</foreign></note> τῆς ἐγκρατείας
<milestone n="585a" unit="stephpage" xml:id="stephpage-585a"/> τὸ τῶν αἰσχρῶν καὶ παρανόμων ἡδονῶν
 ἀπέχεσθαι πότερον ἄσκησιν ἢ μᾶλλον ἔργον καὶ ἀπόδειξιν ἀσκήσεως
<milestone n="10" unit="tlnum"/> εἶναι νομίζεις;</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">νομίζειν</foreign> BE</note> <q>ἔργον</q> εἶπεν <q>ἐγὼ καὶ ἀπόδειξιν <q type="unspecified"/> ἄσκησιν δὲ καὶ μελέτην
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μελέτην</foreign> R: <foreign xml:lang="grc">μελέτην μετὰ</foreign></note>
 ἐγκρατείας, οὐχ ᾗπερ ἔτι νῦν ἐφείλκυσθε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἦπερ -
 ἐφείλκυσθε</foreign>] <foreign xml:lang="grc">ἦσπερ -
 ἐφικνεῖσθε</foreign>? vid. Symb.</note> πάντες ὑμεῖς, ὅταν
 γυμναζόμενοι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γυμνασάμενοι</foreign> R</note> καὶ κινήσαντες ὥσπερ ζῷα
 τὰς ὀρέξεις, ἐπιστῆτε λαμπραῖς τραπέζαις καὶ ποικίλοις ἐδέσμασι
<milestone n="15" unit="tlnum"/> πολὺν χρόνον, εἶτα ταῦτα τοῖς οἰκέταις
 ὑμῶν εὐωχεῖσθαι παραδόντες, αὐτοὶ τὰ λιτὰ καὶ ἁπλᾶ προσφέρησθε
 κεκολασμέναις ἤδη ταῖς ἐπιθυμίαις; ἡ γὰρ ἐν οἷς ἔξεστιν ἀποχὴ τῶν
 ἡδονῶν ἄσκησίς ἐστι τῇ ψυχῇ πρὸς ἃ κεκώλυται <q type="unspecified"/> πάνυ μὲν
 οὖν</q> εἶπεν.
<milestone n="20" unit="tlnum"/> <q>ἔστιν οὖν τις, ὦ φίλε, καὶ δικαιοσύνῃ πρὸς φιλοπλουτίαν
<milestone n="585b" unit="stephpage" xml:id="stephpage-585b"/> καὶ φιλαργυρίαν ἄσκησις,
 οὐ τὸ μὴ κλέπτειν ἐπιόντα νύκτωρ τὰ τῶν πέλας μηδὲ λωποδυτεῖν· οὐδʼ
 εἰ μὴ προδίδωσί τις πατρίδα καὶ φίλους διʼ ἀργύριον, οὗτος ἀσκεῖ
 πρὸς φιλαργυρίαν ʽκαὶ γὰρ ὁ νόμος
<milestone n="25" unit="tlnum"/> ἴσως
 ἐνταῦθα καὶ ὁ φόβος ἀπείργει τὴν πλεονεξίαν τοῦ ἀδικεῖν̓, ἀλλʼ ὁ
 τῶν δικαίων καὶ συγκεχωρημένων <pb xml:id="v.3.p.513"/> ὑπὸ τοῦ νόμου κερδῶν
 πολλάκις ἀφιστὰς ἑαυτὸν ἑκουσίως, ἀσκεῖ καὶ προσεθίζεται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προεθίζεται</foreign> *: <foreign xml:lang="grc">προσεθίζεται</foreign></note> μακρὰν εἶναι παντὸς ἀδίκου καὶ
 παρανόμου λήμματος. οὔτε γὰρ ἐν ἡδοναῖς μεγάλαις μὲν ἀτόποις δὲ καὶ
 βλαβεραῖς οἷόν
<milestone n="5" unit="tlnum"/>
<milestone n="585c" unit="stephpage" xml:id="stephpage-585c"/> τε τὴν διάνοιαν
 ἠρεμεῖν μὴ πολλάκις ἐν ἐξουσίᾳ τοῦ ἀπολαύειν καταφρονήσασαν, οὔτε
 λήμματα μοχθηρὰ καὶ πλεονεξίας μεγάλας εἰς ἐφικτὸν ἡκούσας ὑπερβῆναι
 ῥᾴδιον ᾧτινι μὴ πόρρωθεν ἐνδέδεται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐνδέδεται</foreign> R: <foreign xml:lang="grc">ἐνδέδοται</foreign></note>καὶ κεκόλασται τὸ φιλοκερδές,
 ἀλλʼ οἷς ἔξεστιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλʼ οἷς ἔξεστιν</foreign> Emperius: <foreign xml:lang="grc">ἄλλαις ἕξεσιν</foreign></note> ἀνέδην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνέδην</foreign> R:
 <foreign xml:lang="grc">ἀναίδην</foreign></note>
<milestone n="10" unit="tlnum"/> εἰς τὸ κερδαίνειν ἀνατεθραμμένον σπαργᾷ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σπαργᾷ</foreign>
 scripsi cum Holwerda: <foreign xml:lang="grc">ὁ γὰρ σπαργᾷ</foreign> ubi
 <foreign xml:lang="grc">ὁ γὰρ</foreign> ex proxima syllaba ortum est </note>
 πρὸς τὰς ἀδικίας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρὸς τὰς ἀδικίας</foreign> *: <foreign xml:lang="grc">περὶ
 τὰς ἀδίκους</foreign></note> μάλα μόλις καὶ χαλεπῶς τοῦ πλεονεκτεῖν
 ἀπεχόμενον. ἀνδρὶ δὲ μὴ φίλων προϊεμένῳ χάρισι μὴ βασιλέων δωρεαῖς
 αὑτόν, ἀλλὰ καὶ τύχης κλῆρον ἀπειπαμένῳ καὶ θησαυροῦ φανέντος
 ἐπιπηδῶσαν
<milestone n="15" unit="tlnum"/> ἀποστήσαντι τὴν φιλοπλουτίαν,
 οὐκ ἐπανίσταται πρὸς τὰς ἀδικίας οὐδὲ θορυβεῖ τὴν διάνοιαν ἀλλʼ
 εὐκόλως
<milestone n="585d" unit="stephpage" xml:id="stephpage-585d"/> χρῆται πρὸς
 τὸ καλὸν αὑτῷ μέγα φρονῶν καὶ τὰ κάλλιστα τῇ ψυχῇ συνειδώς. τούτων
 ἐγὼ καὶ Καφεισίας ἐρασταὶ τῶν ἀνθρώπων ὄντες, ὦ φίλε
<milestone n="20" unit="tlnum"/>Σιμμία, παραιτούμεθα τὸν ξένον ἐᾶν ἡμᾶς ἱκανῶς
 ἐγγυμνάσασθαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐγγυμνάσασθαι</foreign> W: <foreign xml:lang="grc">ἐγγυμνᾶσθαι</foreign></note> τῇ πενίᾳ πρὸς τὴν ἀρετὴν
 ἐκείνην.</q> </p></div><div n="16" subtype="section" type="textpart"><p rend="indent">ταῦτα τἀδελφοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀδελφοῦ</foreign>*: <foreign xml:lang="grc">τοῦ
 ἀδελφοῦ</foreign></note> διελθόντος, ὁ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁ</foreign> R: <foreign xml:lang="grc">ὅσον
 ὁ</foreign></note> Σιμμίας δὶς ἢ τρὶς ἐπινεύσας τῇ κεφαλῇ μέγας
 <q type="unspecified"/> ἔφη μέγας <q>ἀνήρ ἐστιν Ἐπαμεινώνδας τούτου δʼ αἴτιος οὑτοσὶ <pb xml:id="v.3.p.514"/> Πολύμνις, ἐξ ἀρχῆς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐξ ἀρχῆς</foreign>] ante <foreign xml:lang="grc">οὑτοσὶ</foreign> BE</note> τὴν ἀρίστην τροφὴν ἐν
 φιλοσοφίᾳ τοῖς παισὶ παρασκευασάμενος. ἀλλὰ περὶ μὲν τούτων αὐτοὶ
 διαλύεσθε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτοὶ διαλύεσθε</foreign> R: <foreign xml:lang="grc">αὐτὸς
 διαλύεσθαι</foreign></note> πρὸς αὑτούς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτούς</foreign>
 idem: <foreign xml:lang="grc">αὐτούς</foreign></note>, ὦ ξένε· τὸν
<milestone n="585e" unit="stephpage" xml:id="stephpage-585e"/> δὲ Λῦσιν ἡμῖν,
 εἰ θέμις ἀκοῦσαι, πότερον ἄρα κινεῖς
<milestone n="5" unit="tlnum"/> ἐκ
 τοῦ τάφου καὶ μετοικίζεις εἰς Ἰταλίαν ἢ καταμένειν ἐνταῦθα παρʼ
 ἡμῖν ἐάσεις εὐμενέσι καὶ φίλοις, ὅταν ἐκεῖ γενώμεθα, συνοίκοις
 χρησόμενον;</q> καὶ ὁ Θεάνωρ ἐπιμειδιάσας <q>ἔοικεν</q> ἔφη <q>Λῦσις,
 ὦ Σιμμία, φιλοχωρεῖν, οὐδενὸς τῶν καλῶν ἐνδεὴς γεγονὼς
<milestone n="10" unit="tlnum"/> διʼ Ἐπαμεινώνδαν. ἔστι γάρ τι γιγνόμενον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">γιγνόμενον</foreign> scripsi cum Stegmanno: <foreign xml:lang="grc">γενόμενον</foreign></note> ἰδίᾳ περὶ τὰς ταφὰς τῶν Πυθαγορικῶν
 ὅσιον, οὗ μὴ τυχόντες οὐ δοκοῦμεν ἀπέχειν τὸ μακαριστὸν καὶ οἰκεῖον
 τέλος. ὡς οὖν ἔγνωμεν ἐκ τῶν ὀνείρων τὴν Λύσιδος τελευτὴν ʽ
 διαγιγνώσκομεν δὲ σημείῳ τινὶ
<milestone n="15" unit="tlnum"/>
<milestone n="585f" unit="stephpage" xml:id="orgpage-585f"/> φαινομένῳ κατὰ τοὺς
 ὕπνους, εἴτε τεθνηκότος εἴτε ζῶντος εἴδωλὸν ἐστιν̓, ἔννοια πολλοῖς
 ἐπεισῆλθεν, ὡς ἐπὶ ξένης ὁ Λῦσις ἄλλως κεκήδευται καὶ κινητέος
 ἐστὶν ἡμῖν ὅπως ἐκεῖ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκεῖ</foreign>] <foreign xml:lang="grc">οἴκοι</foreign> Holwerda</note> μεταλάχῃ τῶν νομιζομένων. τοιαύτῃ
 δὲ διανοίᾳ παραγενόμενος καὶ πρὸς τὸν
<milestone n="20" unit="tlnum"/>
 τάφον εὐθὺς ὑπὸ τῶν ἐγχωρίων ὁδηγηθείς, ἑσπέρας ἤδη χοὰς ἐχεόμην
 ἀνακαλούμενος τὴν Λύσιδος ψυχὴν κατελθεῖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατελθεῖν</foreign>]
 <foreign xml:lang="grc">κάτωθεν ἐλθεῖν</foreign> Herwerdenus</note>
 ἀποθεσπίσουσαν ὡς χρὴ ταῦτα πράσσειν. προϊούσης δὲ τῆς νυκτός, εἶδον
 μὲν οὐδὲν ἀκοῦσαι δὲ φωνῆς ἔδοξα τὰ ἀκίνητα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀκίνητα</foreign>?</note> μὴ κινεῖν· ὁσίως γὰρ
<milestone n="25" unit="tlnum"/> ὑπὸ τῶν φίλων κεκηδεῦσθαι τὸ Λύσιδος σῶμα, τὴν <pb xml:id="v.3.p.515"/> δὲ ψυχὴν ἤδη κεκριμένην ἀφεῖσθαι πρὸς ἄλλην
 γένεσιν,
<milestone n="586a" unit="stephpage" xml:id="stephpage-586a"/> ἄλλῳ
 δαίμονι συλλαχοῦσαν. καὶ μέντοι καὶ συμβαλὼν ἕωθεν Ἐπαμεινώνδᾳ καὶ
 τὸν τρόπον ἀκούσας ᾧ θάψειε Λῦσιν, ἐπέγνων ὅτι καλῶς ἄχρι τῶν
<milestone n="5" unit="tlnum"/> ἀπορρήτων πεπαιδευμένος ὑπʼ ἐκείνου
 τἀνδρὸς εἴη καὶ χρῷτο ταὐτῷ δαίμονι πρὸς τὸν βίον, εἰ μὴ κακὸς
 ἐγὼ τεκμήρασθαι τῷ πλῷ τὸν κυβερνήτην. εὐρεῖαι μὲν γὰρ ἀτραποὶ
 βίων, ὀλίγαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὀλίγαι</foreign>] <foreign xml:lang="grc">λιταί</foreign>? cf.
 p. 964 c</note> δʼ ἃς δαίμονες ἀνθρώπους ἄγουσιν</q> ὁ μὲν οὖν
 Θεάνωρ ταῦτʼ εἰπὼν τῷ
<milestone n="10" unit="tlnum"/>Ἐπαμεινώνδᾳ
 προσέβλεψεν, οἷον ἐξ ὑπαρχῆς ἀναθεώμενος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀναθέμενος</foreign> BE</note> αὐτοῦ τὴν
 φύσιν καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign> Leonicus</note> τὸ εἶδος. </p></div><div n="17" subtype="section" type="textpart"><p rend="indent">ἐν τούτῳ δʼ ὁ μὲν ἰατρὸς προσελθὼν περιέλυσε τοῦ Σιμμίου τὸν ἐπίδεσμον
 ὡς θεραπεύσων
<milestone n="586b" unit="stephpage" xml:id="stephpage-586b"/> τὸ σῶμα·
 <note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σῶμα</foreign>] <foreign xml:lang="grc">τραῦμα</foreign> R</note> Φυλλίδας
 δʼ ἐπεισελθὼν μεθʼ Ἱπποσθενείδου
<milestone n="15" unit="tlnum"/> καὶ κελεύσας
 ἐμὲ καὶ Χάρωνα καὶ Θεόκριτον ἐξαναστῆναι προσῆγεν εἴς τινα γωνίαν τοῦ
 περιστύλου, σφόδρα τεταραγμένος ὡς διεφαίνετο τῷ προσώπῳ κἀμοῦ <q>μή τι
 καινότερον, ὦ Φυλλίδα, προσπέπτωκεν</q> εἰπόντος, ἐμοὶ <q>μὲν
 οὐδέν</q> ἔφη <q>καινόν,
<milestone n="20" unit="tlnum"/> ὧ Καφεισία·
 καὶ γὰρ προῄδειν καὶ προύλεγον ὑμῖν τὴν Ἱπποσθενείδου μαλακίαν,
 δεόμενος μὴ ἀνακοινοῦσθαι μηδὲ παραλαμβάνειν εἰς τὴν πρᾶξιν.</q> ἐκπλαγέντων δὲ τὸν λόγον ἡμῶν, ὁ Ἱπποσθενείδας <q>μὴ λέγε πρὸς
 θεῶν</q> ἔφη <q>Φυλλίδα, ταῦτα· μηδὲ τὴν
<milestone n="25" unit="tlnum"/>
 προπέτειαν εὐτολμίαν οἰόμενος ἀνατρέψῃς καὶ ἡμῶν καὶ τὴν πόλιν·
 ἀλλʼ ἔασον ἀσφαλῶς, εἴπερ εἵμαρται,
<milestone n="586c" unit="stephpage" xml:id="stephpage-586c"/> κατελθεῖν τοὺς ἄνδρας.</q> καὶ ὁ
 Φυλλίδας παροξυνόμενος· <pb xml:id="v.3.p.516"/> <q>εἰπέ μοι</q> φησίν <q>ὦ Ἱπποσθενείδα, πόσους οἴει μετέχειν τῶν
 ἀπορρήτων εἰς τὴν πρᾶξιν ἡμῖν;</q> <q>ἐγὼ μέν</q> εἶπεν <q>οὐκ ἐλάσσους ἢ τριάκοντα γιγνώσκω.</q> <q>τί οὖν</q> ἔφη <q>τοσούτων τὸ πλῆθος ὄντων,
<milestone n="5" unit="tlnum"/> τὰ πᾶσι δόξαντα μόνος ἀνῄρηκας καὶ διακεκώλυκας ἐκπέμψας
 ἱππέα πρὸς τοὺς ἄνδρας ἤδη καθʼ ὁδὸν ὄντας, ἀναστρέφειν κελεύσας
 καὶ μὴ κατατεῖναι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατιέναι</foreign> W praeter necessitatem</note> σήμερον,
 ὅτε τῶν πρὸς τὴν κάθοδον αὐτοῖς τὰ πλεῖστα καὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ</foreign>] abesse
 malim</note> ταὐτόματον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτόματον</foreign> *: <foreign xml:lang="grc">τὸ
 αὐτόματον</foreign></note> συμπαρεσκεύασεν.</q> εἰπόντος δὲ ταῦτα
<milestone n="10" unit="tlnum"/> τοῦ Φυλλίδου, πάντες μὲν διεταράχθημεν ὁ
 δὲ
<milestone n="586d" unit="stephpage" xml:id="stephpage-586d"/>Χάρων τῷ
 Ἱπποσθενείδᾳ πάνυ σκληρῶς τὴν ὄψιν ἐνερείσας <q>ὦ μοχθηρέ</q> εἶπεν <q>ἄνθρωπε, τί δέδρακας ἡμᾶς;</q> <q>οὐδέν</q> ἔφη <q>δεινόν</q> ὁ Ἱπποσθενείδας <q>ἐὰν ἀνεὶς τὴν
 τραχύτητα τῆς φωνῆς, ἀνδρὸς ἡλικιώτου
<milestone n="15" unit="tlnum"/> καὶ
 πολιὰς παραπλησίως ἔχοντος λογισμῶν μετάσχῃς. εἰ μὲν γὰρ εὐψυχίαν
 φιλοκίνδυνον ἀποδείξασθαι τοῖς πολίταις καὶ θυμὸν ὀλιγωροῦντα τοῦ βίου
 προῃρήμεθα, Φυλλίδα, πολὺ τὸ τῆς ἡμέρας μῆκος ἔτι· καὶ τὴν ἑσπέραν
 μὴ περιμένωμεν ἀλλʼ ἤδη βαδίζωμεν
<milestone n="20" unit="tlnum"/> ἐπὶ
 τοὺς τυράννους τὰ ξίφη λαβόντες· ἀποκτιννύωμεν, ἀποθνήσκωμεν, ἀφειδῶμεν
 ἑαυτῶν. εἰ δὲ ταῦτα
<milestone n="586e" unit="stephpage" xml:id="stephpage-586e"/> μὲν οὔτε δρᾶσαι χαλεπὸν οὔτε παθεῖν, ἐξελέσθαι δὲ τὰς Θήβας
 ὅπλων, τοσούτων πολεμίων περιεχόντων, καὶ τὴν Σπαρτιατῶν φρουρὰν
 ἀπώσασθαι δυσὶ νεκροῖς
<milestone n="25" unit="tlnum"/> ἢ τρισὶν οὐ
 ῥᾴδιον (οὐδὲ γὰρ τοσοῦτον εἰς τὰ συμπόσια καὶ τὰς ὑποδοχὰς
 παρεσκεύακε Φυλλίδας ἄκρατον, ὥστε τοὺς χιλίους καὶ πεντακοσίους <pb xml:id="v.3.p.517"/> Ἀρχία<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀρχίᾳ</foreign> an <foreign xml:lang="grc">Ἀρχίου</foreign>?</note> μεθυσθῆναι δορυφόρους ἀλλὰ κἂν ἐκεῖνον
 ἀνέλωμεν, ἐφεδρεύει, τῇ νυκτὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῇ νυκτὶ</foreign>] <foreign xml:lang="grc">πύκτης</foreign> Herwerdenus</note> νήφων Ἡριππίδας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἡριππίδας</foreign> R: <foreign xml:lang="grc">κριππίδας</foreign>. cf.
 Vit. Pelop. c. 13</note> καὶ Ἄρκεσος), τί σπεύδομεν κατάγειν φίλους
 καὶ οἰκείους ἄνδρας ἐπὶ προῦπτον ὄλεθρον, καὶ τοῦτο
<milestone n="5" unit="tlnum"/> μηδʼ ἀγνοούντων τῶν ἐχθρῶν παντάπασι τὴν κάθοδον;
 διὰ τί γὰρ Θεσπιεῦσι μὲν παρήγγελται τρίτην
<milestone n="586f" unit="stephpage" xml:id="stephpage-586f"/> ἡμέραν ταύτην ἐν τοῖς ὅπλοις εἶναι
 προσέχειν, ὅταν οἱ Σπαρτιατῶν ἡγεμόνες καλῶσιν; Ἀμφίθεον δὲ σήμερον,
 ὡς πυνθάνομαι, μέλλουσιν ἀνακρίναντες,
<milestone n="10" unit="tlnum"/>
 ὅταν Ἀρχίας ἐπανέλθῃ, διαφθερεῖν. οὐ μεγάλα ταῦτα σημεῖα τοῦ μὴ
 λανθάνειν τὴν πρᾶξιν; οὐ κράτιστον ἐπισχεῖν χρόνον οὐχὶ πολὺν ἀλλʼ
 ὅσον ἐξοσιώσασθαι τὰ θεῖα; καὶ γὰρ οἱ μάντεις τῇ Δήμητρι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δήμητρι</foreign> *: <foreign xml:lang="grc">δημήτρᾳ</foreign></note>
 τὸν βοῦν θύοντες πολὺν θόρυβον καὶ κίνδυνον λέγουσι
<milestone n="15" unit="tlnum"/> δημόσιον ἀποσημαίνειν τὰ ἔμπυρα. καὶ τὸ σοὶ
 πλείστης δεόμενον, ὦ Χάρων, εὐλαβείας, ἐχθὲς ἐξ ἀγροῦ μοι συνοδεύων
 Ὑπατόδωρος ὁ Ἐριάνθους χρηστὸς μὲν ἄλλως καὶ οἰκεῖος ἀνὴρ οὐδὲν
 δὲ τῶν
<milestone n="587a" unit="stephpage" xml:id="stephpage-587a"/> πρασσομένων
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρασσομένων</foreign> *: <foreign xml:lang="grc">προεσομένων</foreign></note> συνειδώς, <q>ἔστι σοι</q> φησὶν <q>ὦ
 Ἱπποσθενείδα,
<milestone n="20" unit="tlnum"/>Χάρων ἑταῖρος ἐμοὶ δʼ
 οὐ πάνυ συνήθης ἐὰν οὖν δοκῇ σοι, φράσον αὐτῷ φυλάττεσθαί τινα
 κίνδυνον ἐξ ἐνυπνίου μάλα δυσχεροῦς καὶ ἀτόπου· τῆς γὰρ ἄλλης
 νυκτὸς ᾤμην αὐτοῦ τὴν οἰκίαν ὠδίνειν ὥσπερ κύουσαν αὐτὸν δὲ
 καὶ τοὺς φίλους
<milestone n="25" unit="tlnum"/> συναγωνιῶντας εὔχεσθαι
 καὶ κύκλῳ παρεῖναι τὴν δὲ μυκᾶσθαι καὶ ἀφιέναι φωνάς τινας
 ἀνάρθρους, <pb xml:id="v.3.p.518"/> τέλος δὲ πῦρ λάμψαι πολὺ καὶ δεινὸν
 ἐξ αὐτῆς ἔνδοθεν, ὡς τὰ πλεῖστα τῆς πόλεως φλέγεσθαι τὴν δὲ
 Καδμείαν καπνῷ μόνῳ περιέχεσθαι τὸ δὲ πῦρ ἄνω
<milestone n="587b" unit="stephpage" xml:id="stephpage-587b"/> μὴ ἐπιπολάζειν.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιπολάζειν</foreign> Turnebus: <foreign xml:lang="grc">περιπολάζειν</foreign></note>,</q> ἡ μὲν οὖν ὄψις, ὦ Χάρων,
 ἣν ὁ
<milestone n="5" unit="tlnum"/> ἄνθρωπος; διεξῆλθε, τοιαύτη τις ἦν·
 ἐγὼ δὲ καὶ παραχρῆμα κατέδεισα, καὶ πολὺ μᾶλλον ἀκούσας σήμερον ὡς
 εἰς τὴν σὴν οἰκίαν οἱ φυγάδες καταίρειν μέλλουσιν, ἀγωνιῶ, μὴ μεγάλων
 κακῶν ἐμπλήσωμεν ἡμᾶς αὐτοὺς, οὐδὲν ἀξιόλογον τοὺς πολεμίους
 δράσαντες
<milestone n="10" unit="tlnum"/> ἀλλʼ ὅσον διαταράξαντες. τὴν γὰρ
 πόλιν πρὸς ἡμῶν τίθεμαι, τὴν δὲ Καδμείαν ὥσπερ ἐστὶ πρὸς
 ἐκείνων.</q> </p></div><div n="18" subtype="section" type="textpart"><p rend="indent">ὑπολαβὼν δʼ ὁ Θεόκριτος καὶ κατασχὼν τὸν Χάρωνα βουλόμενον εἰπεῖν τι
 πρὸς τὸν Ἱπποσθενείδαν,
<milestone n="15" unit="tlnum"/> <q>ἀλλʼ ἔμοιγʼ</q> εἶπεν ἀπʼ οὐδενὸς οὕτως; <q>οὐδέποτε
<milestone n="587c" unit="stephpage" xml:id="stephpage-587c"/> θαρρῆσαι πρὸς τὴν πρᾶξιν,
 ὦ Ἱπποσθενείδα, παρέστη, καίπερ ἱεροῖς ἀεὶ χρησαμένῳ καλοῖς ὑπὲρ
 τῶν φυγάδων, ὡς ἀπὸ τῆς ὄψεως ταύτης· εἴ γε φῶς μὲν πολὺ καὶ
 λαμπρὸν ἐν τῇ πόλει λέγεις ἐξ οἰκίας
<milestone n="20" unit="tlnum"/>
 φίλης ἀνασχεῖν, καπνῷ δὲ συμμελανθῆναι τὸ τῶν πολεμίων οἰκητήριον,
 οὐδὲν οὐδέποτε δακρύων καὶ ταραχῆς φέροντι κρεῖττον· ἀσήμους δὲ φωνὰς
 ἐκφέρεσθαι παρʼ ἡμῶν, ὥστε κἂν εἴ τις ἐπιχειροίη<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπιχειροίη</foreign>
 *: <foreign xml:lang="grc">ἐπιχειρῇ</foreign></note> κατηγορεῖν, περιφώνησιν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περιφώνησιν</foreign> R: <foreign xml:lang="grc">περὶ φωνῆς
 ἵνʼ</foreign></note> ἀσαφῆ καὶ τυφλὴν ὑπόνοιαν ἡ
<milestone n="25" unit="tlnum"/> πρᾶξις λαβοῦσα μόνον ἅμα καὶ φανήσεται καὶ
 κρατήσει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κρατήσει</foreign> Emperius: <foreign xml:lang="grc">κρατήσῃ</foreign></note>. δυσιερεῖν δέ γε θύοντας εἰκός ἡ γὰρ ἀρχὴ
 <pb xml:id="v.3.p.519"/> καὶ τὸ ἱερεῖον οὐ δημόσιον ἀλλὰ τῶν κρατούντων
 ἐστίν.</q> ἔτι δὲ τοῦ Θεοκρίτου λέγοντος, λέγω πρὸς τὸν
 Ἱπποσθενείδαν <q>τίνα πρὸς τοὺς ἄνδρας ἐξαπέστειλας;
<milestone n="587d" unit="stephpage" xml:id="stephpage-587d"/> εἰ γὰρ οὐ πολὺ προείληφας,
 διωξόμεθα</q> <milestone n="5" unit="tlnum"/>καὶ Ἱπποσθενείδας <q>οὐκ οἶδʼ</q> εἶπεν <q>ὦ Καφεισία ʽ δεῖ γὰρ ὑμῖν τἀληθῆ λέγειν̓, εἰ καταλάβοις ἂν τὸν
 ἄνθρωπον ἵππῳ χρώμενον τῶν ἐν Θήβαις κρατίστῳ· γνώριμος δʼ ὑμῖν ὁ
 ἄνθρωπός<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁ ἄνθρωπος</foreign>] del. Herwerdenus</note> ἐστι, τῶν
 Μέλωνα ἁρματηλατῶν ἐπιστάτης καὶ διὰ Μέλωνα τὴν πρᾶξιν
<milestone n="10" unit="tlnum"/> ἀπʼ ἀρχῆς συνειδώς.</q> κἀγὼ κατιδὼν τὸν
 ἄνθρωπον <q>ἆρʼ οὐ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐ</foreign>] <foreign xml:lang="grc">οὖν</foreign> R</note>
 Χλίδωνα λέγεις</q> εἶπον <q>ὦ Ἱπποσθενείδα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὦ
 ἀντισθενείδα</foreign> BE</note>, τὸν κέλητι τὰ Ἡραῖα νικῶντα
 πέρυσιν;</q> <q>ἐκεῖνον μὲν οὖν αὐτόν·</q> ἔφησε. <q>καὶ τίς οὗτος</q> ἔφην <q>ἐστὶν ὁ πρὸς ταῖς αὐλείοις θύραις ἐφεστὼς πάλαι καὶ
<milestone n="15" unit="tlnum"/>
<milestone n="587e" unit="stephpage" xml:id="stephpage-587e"/> προσβλέπων ἡμῖν;</q> ἐπιστρέψας οὖν ὁ Ἱπποσθενείδας Χλίδων <q type="unspecified"/> ἔφη <q>νὴ τὸν Ἡρακλέα·
 φεῦ, μή τι χαλεπώτερον συμβέβηκε;</q> κἀκεῖνος, ὡς εἶδεν ἡμᾶς
 προσέχοντας αὐτῷ, ἀπὸ τῆς θύρας ἡσυχῆ προσῆγε. τοῦ δʼ Ἱπποσθενείδου
 νεύσαντος αὐτῷ καὶ λέγειν κελεύσαντος
<milestone n="20" unit="tlnum"/> εἰς
 ἅπαντας. <gap reason="lost"/>
<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">lac. 36 E 27 B. supplet <foreign xml:lang="grc">ὄντας καλοὺς κἀγαθούς</foreign> Amyotus</note> <q>οἶδʼ</q> ἔφη <q>τοὺς ἄνδρας ἀκριβῶς, Ἱπποσθενείδα καί σε μήτε κατʼ
 οἶκον εὑρὼν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εὖρον</foreign> BE</note> μήτʼ ἐπʼ ἀγορᾶς δεῦρο πρὸς
 τούτους ἐτεκμαιρόμην
<milestone n="587f" unit="stephpage" xml:id="stephpage-587f"/>
 ἣκειν, καὶ συνέτεινον εὐθύς, ἵνα μηδὲν ἀγνοῆτε τῶν γεγονότων. ὡς
 γὰρ ἐκέλευσας τάχει παντὶ
<milestone n="25" unit="tlnum"/> χρησάμενον ἐπὶ
 τοῦ ὄρους ἀπαντῆσαι τοῖς ἀνδράσιν, εἰσῆλθον οἴκαδε ληψόμενος τὸν
 ἵππον· αἰτοῦντι δὲ <pb xml:id="v.3.p.520"/> μοι τὸν χαλινὸν οὐκ εἶχεν ἡ
 γυνὴ δοῦναι, ἀλλὰ διέτριβεν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διέτριβεν</foreign> X: <foreign xml:lang="grc">διέτριβον</foreign></note> ἐν τῷ ταμιείῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταμιείῳ</foreign> *: <foreign xml:lang="grc">ταμείῳ</foreign></note> πολὺν χρόνον· ὡς δὲ
 ζητοῦσα καὶ σκευωρουμένη<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σκευωρουμένη</foreign> R: <foreign xml:lang="grc">σκαιωρουμένη</foreign></note> τὰ ἔνδον, ἱκανῶς ἀπολαύσασά μου, τέλος
 ὡμολόγησε κεχρηκέναι τῷ γείτονι
<milestone n="5" unit="tlnum"/> τὸν
 χαλινὸν ἑσπέρας, αἰτησαμένης αὐτοῦ τῆς γυναικός· ἀγανακτοῦντος ἐμοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐμοῦ</foreign> *: <foreign xml:lang="grc">δʼ ἐμοῦ</foreign></note>
 καὶ κακῶς αὐτὴν λέγοντος,
<milestone n="588a" unit="stephpage" xml:id="stephpage-588a"/> τρέπεται πρὸς δυσφημίας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δυσθυμίας</foreign> BE</note> ἀποτροπαίους, ἐπαρωμένη κακὰς
 ὁδοὺς κακὰς δʼ ἐπανόδους· ἃ νὴ Δία πάντα τρέψειαν εἰς αὐτὴν
 ἐκείνην οἱ θεοί. τέλος δὲ μέχρι
<milestone n="10" unit="tlnum"/> πληγῶν
 προαχθεὶς ὑπʼ ὀργῆς, εἶτʼ ὄχλου γειτόνων καὶ γυναικῶν συνδραμόντος,
 αἴσχιστα ποιήσας καὶ παθὼν μόλις ἀφῖγμαι πρὸς ὑμᾶς, ὅπως ἄλλον
 ἐκπέμπητε πρὸς τοὺς ἄνδρας, ὡς ἐμοῦ παντάπασιν ἐκστατικῶς ἐν τῷ
 παρόντι καὶ κακῶς ἔχοντος.</q> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>