<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg107.perseus-grc2:15-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg107.perseus-grc2:15-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg107.perseus-grc2" type="edition" xml:lang="grc"><div n="15" subtype="section" type="textpart"><p rend="indent"><q>οὐ μὴν ἀλλά γε τὰ δημόσια τῶν πόλεων μηνίματα τὸν τοῦ δικαίου λόγον ἔχει πρόχειρον. <milestone n="10" unit="tlnum"/> 
<milestone n="559a" unit="stephpage" xml:id="stephpage-559a"/> ἓν γάρ τι πρᾶγμα καὶ συνεχὲς ἡ πόλις ὥσπερ ζῷον οὐκ ἐξιστάμενον αὑτοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτοῦ</foreign> X: <foreign xml:lang="grc">αὐτῆς</foreign> </note> ταῖς καθʼ ἡλικίαν μεταβολαῖς οὐδʼ ἕτερον ἐξ ἑτέρου τῷ χρόνῳ γιγνόμενον, ἀλλὰ συμπαθὲς· ἀεὶ καὶ οἰκεῖον αὑτῷ, καὶ πᾶσαν ὧν πράττει κατὰ τὸ κοινὸν ἢ ἔπραξεν αἰτίαν καὶ χάριν ἀναδεχόμενον, <milestone n="15" unit="tlnum"/> μέχρι ἂν ἡ ποιοῦσα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡ ἑνοποιοῦσα</foreign> Ruhnkenius</note> καὶ συνδέουσα ταῖς ἐπιπλοκαῖς κοινωνία τὴν ἑνότητα διαφυλάττῃ. τὸ δὲ πολλὰς πόλεις διαιροῦντα τῷ χρόνῳ ποιεῖν μᾶλλον δʼ ἀπείρους, ὅμοιόν ἐστι τῷ πολλοὺς τὸν ἕνα ποιεῖν ἄνθρωπον, ὅτι νῦν πρεσβύτερός ἐστι πρότερον δὲ <milestone n="20" unit="tlnum"/> 
<milestone n="559b" unit="stephpage" xml:id="stephpage-559b"/> νεώτερος ἀνωτέρω δὲ μειράκιον ἦν. μᾶλλον δʼ ὅλως ταῦτά γε τοῖς Ἐπιχαρμείοις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἐπιχαρμείοις</foreign>] cf. Lorenz. p. 268 vs 13 sqq.</note> ἔοικεν, ἐξ ὧν ὁ αὐξόμενος ἀνέφυ τοῖς σοφισταῖς λόγος ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος, νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος· ὁ δὲ κληθεὶς ἐπὶ δεῖπνον ἐχθὲς ἄκλητος ἣκει τήμερον· ἄλλος; <milestone n="25" unit="tlnum"/> γάρ ἐστι. καίτοι μείζονάς γε παραλλαγὰς αἱ ἡλικίαι περὶ ἕκαστον ἡμῶν ποιοῦσιν ἢ κοινῇ περὶ τὰς πόλεις γνοίη γὰρ ἄν τις ἰδὼν τὰς Ἀθήνας ἔτει τριακοστῷ, <pb xml:id="v.3.p.445"/> καὶ τὰ νῦν ἤθη καὶ κινήματα παιδιαί τε καὶ σπουδαὶ καὶ χάριτες καὶ ὀργαὶ τοῦ δήμου πάνυ γε τοῖς παλαιοῖς ἐοίκασι· ἀνθρώπου δὲ μόλις ἄν τις οἰκεῖος ἢ φίλος ἐντυχὼν διὰ χρόνου μορφὴν γνωρίσειεν αἱ <milestone n="5" unit="tlnum"/> 
<milestone n="559c" unit="stephpage" xml:id="stephpage-559c"/> δὲ τῶν ἠθῶν μεταβολαὶ παντὶ λόγῳ καὶ πόνῳ καὶ πάθει καὶ νόμῳ ῥᾳδίως τρεπόμεναι καὶ πρὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ πρὸς</foreign>] <foreign xml:lang="grc">πρὸς</foreign> R</note> τὸν ἀεὶ συνόντα τὴν ἀτοπίαν καὶ τὴν καινότητα θαυμαστὴν ἔχουσιν. ἀλλʼ ἄνθρωπός τε λέγεται μέχρι τέλους εἷς ἀπὸ γενέσεως, πόλιν τε τὴν αὐτὴν ὡσαύτως <milestone n="10" unit="tlnum"/> διαμένουσαν ἐνέχεσθαι τοῖς ὀνείδεσι τῶν προγόνων ἀξιοῦμεν, ᾧ δικαίῳ μέτεστιν αὐτῇ δόξης τε τῆς ἐκείνων καὶ δυνάμεως· ἢ λήσομεν εἰς τὸν Ἡρακλείτειον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἡρακλείτειον</foreign>] Bywater p. 16</note> ἅπαντα πράγματα ποταμὸν ἐμβαλόντες, εἰς ὃν οὔ φησι δὶς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὶς</foreign>] <foreign xml:lang="grc">δὶς ἂν σʼ</foreign>?</note> ἐμβῆναι τῷ πάντα κινεῖν καὶ ἑτεροιοῦν <milestone n="15" unit="tlnum"/> τὴν φύσιν μεταβάλλουσαν.</q></p></div><div n="16" subtype="section" type="textpart"><p rend="indent"><q>εἰ δʼ ἐστὶ πόλις ἓν πρᾶγμα καὶ συνεχές, 
<milestone n="559d" unit="stephpage" xml:id="stephpage-559d"/> ἔστι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔστι</foreign> R: <foreign xml:lang="grc">ἔστι τι</foreign> </note> δήπου καὶ γένος ἐξηρτημένον ἀρχῆς μιᾶς καὶ δύναμίν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ἐς δύναμιν</foreign> R</note> τινα καὶ κοινωνίαν διαπεφυκυῖαν ἀναφερούσης καὶ τὸ γεννηθὲν οὐχ ὥς τι δημιούργημα <milestone n="20" unit="tlnum"/> πεποιημένον ἀπήλλακται τοῦ γεννήσαντος· ἐξ αὐτοῦ γὰρ οὐχ ὑπʼ αὐτοῦ γέγονεν· ὥστʼ ἔχει τι καὶ φέρεται τῶν ἐκείνου μέρος ἐν ἑαυτῷ καὶ κολαζόμενον προσηκόντως καὶ τιμώμενον. εἰ δὲ μὴ δόξαιμι παίζειν, ἐγὼ φαίην ἂν ἀνδριάντα Κασάνδρου καταχαλκευόμενον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καταχαλκευόμενον</foreign>] <foreign xml:lang="grc">χαλκοῦν καταχωνευόμενον</foreign> R</note> <milestone n="25" unit="tlnum"/> ὑπʼ Ἀθηναίων πάσχειν ἀδικώτερα καὶ τὸ Διονυσίου σῶμα μετὰ τὴν τελευτὴν ἐξοριζόμενον <pb xml:id="v.3.p.446"/> ὑπὸ Συρακοσίων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Συρακοσίων</foreign> *: <foreign xml:lang="grc">συρακουσίων</foreign> </note> ἢ τοὺς ἐκγόνους αὐτῶν δίκην τίνοντας. 
<milestone n="559e" unit="stephpage" xml:id="stephpage-559e"/> τῷ μὲν γὰρ ἀνδριάντι τῆς Κασάνδρου φύσεως οὐθὲν ἔνεστι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔνεστι</foreign> R: <foreign xml:lang="grc">ἐστι</foreign> </note>, καὶ τὸν νεκρὸν ἡ Διονυσίου ψυχὴ προλέλοιπε· Νυσαίῳ δὲ καὶ Ἀπολλοκράτει καὶ Ἀντιπάτρῳ <milestone n="5" unit="tlnum"/> καὶ Φιλίππῳ καὶ τοῖς ἄλλοις ὁμοίως παισὶ τῶν πονηρῶν τὸ κυριώτατον ἐμπέφυκε καὶ πάρεστι μέρος, οὐχ ἡσυχαῖον οὐδʼ ἀργόν, ἀλλὰ ζῶσιν αὐτῷ καὶ τρέφονται καὶ διοικοῦνται καὶ φρονοῦσι. καὶ οὐθὲν δεινὸν οὐδʼ ἄτοπον, ἂν ἐκείνων ὄντες ἔχωσι <milestone n="10" unit="tlnum"/> τὰ ἐκείνων· καθόλου δʼ εἰπεῖν, ὥσπερ ἐν ἰατρικῇ τὸ χρήσιμον καὶ δίκαιόν ἐστι, καὶ γελοῖος ὁ φάσκων 
<milestone n="559f" unit="stephpage" xml:id="stephpage-559f"/> ἄδικον εἶναι τῶν ἰσχίον πονούντων κάειν τὸν ἀντίχειρα, καὶ τοῦ ἥπατος ὑπούλου γεγονότος ἀμύσσειν τὸ ἐπιγάστριον, καὶ τῶν βοῶν, ἂν εἰς τὰς χηλὰς <milestone n="15" unit="tlnum"/> μαλακιῶσι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">malim <foreign xml:lang="grc">μαλκίωσι</foreign> </note>, προσαλείφειν τὰ ἄκρα τῶν κεράτων· οὕτως ὁ περὶ τὰς κολάσεις ἄλλο τι δίκαιον ἢ τὸ θεραπεῦον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">θεραπεῦον</foreign> R: <foreign xml:lang="grc">θεραπεύειν</foreign> </note> τὴν κακίαν ἡγούμενος, καὶ ἀγανακτῶν ἐάν τις διʼ ἑτέρων ἐφʼ ἑτέρους ἀναφέρῃ τὴν ἰατρείαν, ὥσπερ οἱ τὴν φλέβα διαιροῦντες ἵνα τὴν ὀφθαλμίαν <milestone n="20" unit="tlnum"/> κουφίσωσιν, οὐδὲν ἔοικε περαιτέρω τῆς αἰσθήσεως ἐφορᾶν οὐδὲ μνημονεύειν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μνημονεύειν</foreign> R: <foreign xml:lang="grc">μνημονεύει</foreign> </note>, ὅτι καὶ διδάσκαλος παίδων 
<milestone n="560a" unit="stephpage" xml:id="stephpage-560a"/> ἑνὸς καθικόμενος ἑτέρους ἐνουθέτησε, καὶ στρατηγὸς ἐκ δεκάδος ἀνελὼν ἕνα, πάντας ἐνέτρεψε.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐνέτρεψε</foreign> idem: <foreign xml:lang="grc">ἀνέστρεψε</foreign> </note> καὶ οὕτως οὐ μέρει διὰ μέρους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μέλει διὰ μέλους</foreign> W</note> ἑτέρου μόνον, ἀλλὰ καὶ <milestone n="25" unit="tlnum"/> ψυχῇ διὰ ψυχῆς γίγνονταί τινες διαθέσεις καὶ κακώσεις καὶ ἐπανορθώσεις μᾶλλον ἢ σώματι διὰ <pb xml:id="v.3.p.447"/> σώματος· ἐκεῖ μὲν γάρ, ὡς ἔοικε, ταὐτὸ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὸ</foreign> *: <foreign xml:lang="grc">τὸ αὐτὸ</foreign> </note> δεῖ πάθος ἐγγίγνεσθαι καὶ τὴν αὐτὴν μεταβολὴν ἐνταῦθα δʼ ἡ ψυχὴ ταῖς φαντασίαις ἀγομένη κατὰ τὸ θαρρεῖν καὶ δεδιέναι χεῖρον ἢ βέλτιον διαγίγνεσθαι πέφυκεν. <milestone n="5" unit="tlnum"/></q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>