<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg107.perseus-grc2:1-20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg107.perseus-grc2:1-20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg107.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="548a" unit="stephpage" xml:id="stephpage-548a"/> τοιαῦτα μὲν ὁ Ἐπίκουρος εἰπὼν, ὦ Κύντε,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κύντε</foreign> R: <foreign xml:lang="grc">κύνιε</foreign> </note> 
<milestone n="548b" unit="stephpage" xml:id="stephpage-548b"/> καὶ πρὶν ἀποκρίνασθαί τινα πρὸς τῷ πέρατι τῆς στοᾶς γενομένων ἡμῶν, ᾤχετʼ ἀπιών· ἡμεῖς δʼ ὅσον τι θαυμάσαι τοῦ ἀνθρώπου τὴν ἀτοπίαν, ἐπιστάντες <milestone n="5" unit="tlnum"/> σιωπῇ καὶ πρὸς ἀλλήλους διαβλέψαντες, ἀνεστρέφομεν πάλιν ὥσπερ ἐτυγχάνομεν περιπατοῦντες. εἶτα πρῶτος ὁ Πατροκλέας <q>τί οὖν;</q> εἶπεν <q>ἐᾶν δοκεῖ τὴν ζήτησιν, ἢ τῷ λόγῳ καθάπερ παρόντος καὶ μὴ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ μὴ παρόντος</foreign>] del. Emperius</note> παρόντος ἀποκρινώμεθα τοῦ εἰπόντος;</q> ὑπολαβὼν δʼ ὁ <milestone n="10" unit="tlnum"/>Τίμων <q>ἀλλʼ οὐδʼ εἰ βαλών</q> εἶπεν <q>ἀπηλλάγη, καλῶς 
<milestone n="548c" unit="stephpage" xml:id="stephpage-548c"/> εἶχε περιορᾶν τὸ βέλος ἐγκείμενον· ὁ μὲν γὰρ Βρασίδας ὡς ἔοικεν ἐξελκύσας τὸ δόρυ τοῦ σώματος, αὐτῷ τούτῳ τὸν βαλόντα πατάξας ἀνεῖλεν ἡμῖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡμῖν</foreign> Madvigius: <foreign xml:lang="grc">ἡμῶν</foreign> </note> δʼ ἀμύνασθαι μὲν οὐδὲν ἔργον ἐστὶ δήπου τοὺς ἄτοπον ἢ <milestone n="15" unit="tlnum"/> ψευδῆ λόγον εἰς ἡμᾶς ἀφέντας, ἀρκεῖ δʼ ἂν αὐτοὶ,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δʼ ἂν αὐτοί</foreign> *: <foreign xml:lang="grc">δὲ αὐτοῖς</foreign> </note> <pb xml:id="v.3.p.418"/> πρὶν ἅψασθαι τὴν δόξαν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δόξαν</foreign> Emperius: <foreign xml:lang="grc">δόξαν ἂν</foreign> </note> ἐκβάλωμεν·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκβάλωμεν</foreign> Duebnerus: <foreign xml:lang="grc">ἐκβάλλωμεν</foreign> </note></q> <q>τί οὖν</q> ἔφην ἐγὼ <q>μάλιστα κεκίνηκεν ὑμᾶς τῶν εἰρημένων; ἀθρόα γὰρ πολλὰ καὶ κατὰ τάξιν οὐδέν, ἄλλο δʼ ἀλλαχόθεν ὁ ἄνθρωπος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄνθρωπος</foreign> Duebnerus</note> ὥσπερ ὀργῇ τινι καὶ λοιδορίᾳ σπαράττων <milestone n="5" unit="tlnum"/> ἅμα κατεφόρει τῆς προνοίασ.</q> </p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent">καὶ ὁ Πατροκλέας <q>ἡ περὶ τὰς τιμωρίας</q> εἶπε <q>τῶν πονηρῶν βραδυτὴς τοῦ δαιμονίου καὶ μέλλησις 
<milestone n="548d" unit="stephpage" xml:id="stephpage-548d"/> ἐμοὶ δοκεῖ μάλιστα δεινὸν εἶναι· καὶ νῦν ὑπὸ τῶν λόγων τούτων ὥσπερ πρόσφατος γέγονα τῇ δόξῃ καὶ <milestone n="10" unit="tlnum"/> καινός, ἔκπαλαι δʼ ἠγανάκτουν ἀκούων Εὐριπίδου λέγοντος <quote rend="blockquote"> μέλλει, τὸ θεῖον δʼ ἐστὶ τοιοῦτον φύσει. </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Eurip. <title>Or.</title> 420</note> καίτοι πρὸς οὐδὲν ἥκιστα δὲ πρέπει πρὸς τοὺς πονηροὺς ῥᾴθυμον εἶναι τὸν θεόν, οὐ ῥᾳθύμους ὂντας <milestone n="15" unit="tlnum"/> αὐτοὺς οὐδʼ ἀμβολιεργοὺς τοῦ κακῶς ποιεῖν, ἀλλʼ ὀξυτάταις ὁρμαῖς ὑπὸ τῶν παθῶν φερομένους πρὸς τὰς ἀδικίας. καὶ μὴν <q>τὸ ἀμύνασθαι παθεῖν</q> ὡς 
<milestone n="548e" unit="stephpage" xml:id="stephpage-548e"/>Θουκυδίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] 3, 38</note> φησὶν <q>ὅτι ἐγγυτάτω κείμενον</q> εὐθὺς ἀντιφράττει τὴν ὁδὸν τοῖς ἐπὶ πλεῖστον εὐροούσῃ <milestone n="20" unit="tlnum"/> τῇ κακίᾳ χρωμένοις. οὐθὲν γὰρ οὕτω χρέος ὡς τὸ τῆς δίκης ὑπερήμερον γιγνόμενον ἀσθενῆ μὲν ταῖς ἐλπίσι ποιεῖ καὶ ταπεινὸν τὸν ἀδικούμενον, αὔξει δὲ θρασύτητι καὶ τόλμῃ τὸν μοχθηρόν· αἱ δʼ ὑπὸ χεῖρα τοῖς τολμωμένοις ἀπαντῶσαι τιμωρίαι καὶ τῶν μελλόντων <milestone n="25" unit="tlnum"/> εἰσὶν ἐπισχέσεις ἀδικημάτων, καὶ μάλιστα τὸ παρηγοροῦν τοὺς πεπονθότας ἔνεστιν αὐταῖς. ὡς <pb xml:id="v.3.p.419"/> ἔμοιγε καὶ τὸ τοῦ Βίαντος ἐνοχλεῖ πολλάκις ἀναλαμβάνοντι 
<milestone n="548f" unit="stephpage" xml:id="stephpage-548f"/> τὸν λόγον· ἔφη γάρ, ὡς ἔοικε, πρός τινα πονηρόν, ὡς οὐ δέδιε μὴ οὐ δῷ δίκην, ἀλλὰ μὴ οὐκ αὐτὸς ἐπίδῃ. τί γὰρ Μεσσηνίοις ὄφελος τοῖς προαναιρεθεῖσι <milestone n="5" unit="tlnum"/> τῆς Ἀριστοκράτους τιμωρίας, ὃς προδοὺς τὴν ἐπὶ Τάφρῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Τάφρῳ</foreign> M: <foreign xml:lang="grc">κύπρῳ</foreign> </note> μάχην καὶ λαθὼν ὑπὲρ εἴκοσιν ἔτη καὶ πάντα ταῦτα βασιλεύσας Ἀρκάδων, ὕστερον ἔδωκε δίκην φωραθείς· οἱ δʼ οὐκέτʼ ἦσαν; ἢ τίνʼ Ὀρχομενίων τοῖς ἀποβαλοῦσι παῖδας καὶ φίλους καὶ οἰκείους <milestone n="10" unit="tlnum"/> ὑπὸ Λυκίσκου προδοθέντας ἤνεγκε παραμυθίαν ἡ χρόνοις ὕστερον πολλοῖς ἁψαμένη νόσος καὶ 
<milestone n="549a" unit="stephpage" xml:id="stephpage-549a"/> κατανεμηθεῖσα τοῦ σώματος ὅσον ἀεὶ βάπτων καὶ βρέχων εἰς τὸν ποταμὸν ὤμοσε καὶ κατηράσατο σαπῆναι, προδόντος αὐτοῦ καὶ ἀδικήσαντος; τὰς μὲν <milestone n="15" unit="tlnum"/> γὰρ Ἀθήνησι τῶν ἐναγῶν σωμάτων ῥίψεις καὶ νεκρῶν ἐξορισμοὺς οὐδὲ παίδων παισὶν ἐπιδεῖν ὑπῆρξε τῶν ἀποσφαγέντων ἐκείνων. ὅθεν Εὐριπίδης ἄτοπος, εἰς ἀποτροπὴν κακίας τούτοις χρώμενος, <quote rend="blockquote"><l>οὔτοι προσελθοῦσʼ ἡ Δίκη σε, μὴ τρέσῃς,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 676</note> <milestone n="20" unit="tlnum"/> </l><l>παίσει πρὸς ἧπαρ οὐδὲ τῶν ἄλλων βροτῶν </l><l> τὸν ἄδικον, ἀλλὰ σῖγα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">σῖγα</foreign> M: <foreign xml:lang="grc">σιγα</foreign> </note> καὶ βραδεῖ ποδὶ 
<milestone n="549b" unit="stephpage" xml:id="stephpage-549b"/> </l><l>στείχουσα μάρψει τοὺς κακούς, ὅταν τύχῃ. </l></quote> οὐ γὰρ ἄλλα δήπου, ταῦτα δʼ αὐτὰ τοὺς κακοὺς εἰκός ἐστιν ἑαυτοῖς διακελευομένους καὶ παρεγγυῶντας <milestone n="25" unit="tlnum"/> ἐπιχαίρειν τοῖς παρανομήμασιν, ὡς τῆς ἀδικίας τὸν μὲν καρπὸν εὐθὺς ὡραῖον καὶ προῦπτον <pb xml:id="v.3.p.420"/> ἀποδιδούσης, τὴν δὲ τιμωρίαν ὀψὲ καὶ πολὺ τῆς ἀπολαύσεως καθυστεροῦσαν.</q> </p></div><div n="3" subtype="section" type="textpart"><p rend="indent">ταῦτα τοῦ Πατροκλέου διελθόντος, ὑπολαβὼν ὁ Ὀλύμπιχος <q>ἐκεῖνο δʼ</q> εἶπεν <q>ὦ Πατροκλέα, πηλίκον <milestone n="5" unit="tlnum"/> αἱ περὶ ταῦτα τοῦ θείου διατριβαὶ καὶ μελλήσεις ἄτοπον ἔχουσιν, ὅτι τὴν πίστιν, ἡ βραδυτὴς ἀφαιρεῖται τῆς προνοίας, καὶ τὸ μὴ παρʼ ἕκαστον 
<milestone n="549c" unit="stephpage" xml:id="stephpage-549c"/> ἀδίκημα τοῖς πονηροῖς ἐπακολουθοῦν κακὸν ἀλλʼ ὕστερον εἰς ἀτυχήματος χώραν τιθέμενοι, καὶ συμφορὰν <milestone n="10" unit="tlnum"/> οὐ τιμωρίαν ὀνομάζοντες, οὐδὲν ὠφελοῦνται, τοῖς μὲν συμβαίνουσιν ἀχθόμενοι τοῖς δὲ πεπραγμένοις μὴ μεταμελόμενοι; καθάπερ γὰρ ἵππον ἡ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἵππον ἡ</foreign> R: <foreign xml:lang="grc">ἡ ποινὴ ἡ</foreign> </note> παραχρῆμα τὸ πταῖσμα καὶ τὴν ἁμαρτίαν διώκουσα πληγὴ καὶ νύξις ἐπανορθοῖ καὶ μετάγει πρὸς τὸ δέον, οἱ <milestone n="15" unit="tlnum"/> δʼ ὕστερον καὶ μετὰ χρόνον σπαραγμοὶ καὶ ἀνακρούσεις καὶ περιψοφήσεις ἑτέρου τινὸς ἕνεκα μᾶλλον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μᾶλλον</foreign>] post <foreign xml:lang="grc">γίγνεσθαι</foreign> transposuit Benselerus</note> δοκοῦσι, γίγνεσθαι ἢ διδασκαλίας, διὸ τὸ λυποῦν 
<milestone n="549d" unit="stephpage" xml:id="stephpage-549d"/> ἄνευ τοῦ παιδεύειν ἔχουσιν· οὕτως ἡ καθʼ ἕκαστον ὧν πταίει καὶ προσπίπτει ῥαπιζομένη καὶ ἀνακρουομένη <milestone n="20" unit="tlnum"/> τῷ κολάζεσθαι κακία μάλιστʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μάλιστʼ</foreign> W: <foreign xml:lang="grc">μόλις</foreign> </note> ἂν γένοιτο σύννους καὶ ταπεινὴ καὶ κατάφοβος πρὸς τὸν θεόν, ὡς ἐφεστῶτα τοῖς ἀνθρωπίνοις πράγμασι καὶ πάθεσιν οὐχ ὑπερήμερον δικαιωτήν· ἡ δʼ ἀτρέμα καὶ <q>βραδεῖ ποδί</q> κατʼ Εὐριπίδην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδην</foreign>] Nauck. p. 676</note> καὶ ὡς ἔτυχεν ἐπιπίπτουσα Δίκη τοῖς <milestone n="25" unit="tlnum"/> πονηροῖς ταὐτομάτῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτομάτῳ</foreign> *: <foreign xml:lang="grc">τῷ αὐτομάτῳ</foreign> </note> μᾶλλον ἢ τῷ κατὰ πρόνοιαν ὅμοιον ἔχει τὸ πεπλανημένον καὶ ὑπερήμερον καὶ <pb xml:id="v.3.p.421"/> ἄτακτον. ὥστʼ οὐχ ὁρῶ, τί χρήσιμον ἔνεστι τοῖς ὀψὲ δὴ τούτοις ἀλεῖν λεγομένοις μύλοις τῶν θεῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὀψε - θεῶν</foreign>] in proverbium abiit ignoti poetae versus. cf. Sext. Emp. adv. Gramm. 1 p. 279. Leutsch. 2 p, 199</note> 
<milestone n="549e" unit="stephpage" xml:id="stephpage-549e"/> καὶ ποιοῦσι τὴν δίκην ἀμαυρὰν καὶ τὸν φόβον ἐξίτηλον τῆς κακίας. <milestone n="5" unit="tlnum"/></q> </p></div><div n="4" subtype="section" type="textpart"><p rend="indent">ῥηθέντων οὖν τούτων κἀμοῦ πρὸς αὑτὸν ὄντος, ὁ Τίμων <q>πότερον</q> εἶπεν <q>ἐπιθῶ καὶ αὐτὸς ἤδη τῷ λόγῳ τὸν κολοφῶνα τῆς ἀπορίας, ἢ πρὸς ταῦτʼ ἐάσω πρότερον αὐτὸν διαγωνίσασθαι;</q> <q>τί γάρ</q> ἔφην ἐγώ <q>δεῖ τὸ τρίτον ἐπενεγκεῖν κῦμα καὶ προσκατακλύσαι <milestone n="10" unit="tlnum"/> τὸν λόγον, εἰ τὰ πρῶτα μὴ δυνατὸς ἔσται διώσασθαι μηδʼ ἀποφυγεῖν ἐγκλήματα; πρῶτον οὖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὖν</foreign>] <foreign xml:lang="grc">μὲν οὖν</foreign> W</note> ὥσπερ ἀφʼ ἑστίας ἀρχόμενοι πατρῴας, τῆς πρὸς τὸ 
<milestone n="549f" unit="stephpage" xml:id="stephpage-549f"/> θεῖον εὐλαβείας τῶν ἐν Ἀκαδημείᾳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀκαδημείᾳ</foreign> *: <foreign xml:lang="grc">ἀκαδημίᾳ</foreign> </note> φιλοσόφων, τὸ μὲν ὡς εἰδότες τι περὶ τούτων λέγειν ἀφοσιωσόμεθα. <milestone n="15" unit="tlnum"/> πλέον γάρ ἐστι τοῦ περὶ μουσικῶν ἀμούσους καὶ πολεμικῶν ἀστρατεύτους διαλέγεσθαι τὸ τὰ θεῖα καὶ τὰ δαιμόνια πράγματα διασκοπεῖν, ἀνθρώπους ὄντας, οἷον ἀτέχνους τεχνιτῶν διάνοιαν ἀπὸ δόξης καὶ ὑπονοίας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπονοίας</foreign> M: <foreign xml:lang="grc">διανοίας</foreign> </note> κατὰ τὸ εἰκὸς μετιόντας. οὐ γὰρ ἰατροῦ μὲν <milestone n="20" unit="tlnum"/> ἰδιώτην ὄντα συμβαλεῖν λογισμόν, ὡς πρότερον οὐκ ἔτεμεν ἀλλʼ ὕστερον οὐδʼ ἐχθὲς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐδʼ ἐχθὲς</foreign> *: <foreign xml:lang="grc">οὐδὲ χθές</foreign> </note> ἔλουσεν ἀλλὰ σήμερον, ἔργον ἐστί· περὶ θεῶν δὲ θνητὸν ῥᾴδιον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ῥᾴδιον</foreign> *: <foreign xml:lang="grc">ῥᾴδιον ἢ</foreign> </note> βέβαιον εἰπεῖν ἄλλο, πλὴν ὅτι τὸν καιρὸν εἰδὼς 
<milestone n="550a" unit="stephpage" xml:id="stephpage-550a"/> ἄριστα τῆς περὶ τὴν κακίαν ἰατρείας ὡς φάρμακον <milestone n="25" unit="tlnum"/> ἑκάστῳ προσφέρει τὴν κόλασιν, οὔτε μεγέθους <pb xml:id="v.3.p.422"/> μέτρον κοινὸν οὔτε χρόνον ἕνα καὶ τὸν αὐτὸν ἐπὶ πάντων ἔχουσαν. ὅτι γὰρ ἡ περὶ τὴν ψυχὴν ἰατρεία, δίκη δὲ καὶ δικαιοσύνη προσαγορευομένη, πασῶν ἐστι τεχνῶν μεγίστη, πρὸς μυρίοις ἑτέροις καὶ Πίνδαρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 1 p. 288</note> <milestone n="5" unit="tlnum"/> ἐμαρτύρησεν, <q>ἀριστοτέχναν</q> ἀνακαλούμενος τὸν ἄρχοντα καὶ κύριον ἁπάντων θεόν, ὡς δὴ δίκης ὂντα δημιουργόν, ᾗ προσήκει τὸ πότε καὶ πῶς καὶ μέχρι πόσου κολαστέον ἕκαστον τῶν πονηρῶν ὁρίζειν. καὶ ταύτης φησὶ τῆς τέχνης ὁ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] Min. p. 319 c sqq. de Legg. p 624 b</note> υἱὸν ὄντα τοῦ <milestone n="10" unit="tlnum"/> 
<milestone n="550b" unit="stephpage" xml:id="stephpage-550b"/>Διὸς γεγονέναι τὸν Μίνω μαθητήν, ὡς οὐ δυνατὸν ἐν τοῖς δικαίοις κατορθοῦν οὐδʼ αἰσθάνεσθαι τοῦ κατορθοῦντος τὸν μὴ μαθόντα μηδὲ κτησάμενον τὴν ἐπιστήμην. οὐδὲ γὰρ οὓς ἄνθρωποι νόμους τίθενται τὸ εὔλογον ἁπλῶς ἔχουσι καὶ πάντοτε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πάντοσε</foreign> W</note> φαινόμενον, <milestone n="15" unit="tlnum"/> ἀλλʼ ἔνια καὶ δοκεῖ κομιδῇ γελοῖα τῶν προσταγμάτων· οἷον ἐν Λακεδαίμονι, κηρύττουσιν οἱ ἔφοροι παριόντες εὐθὺς εἰς τὴν ἀρχὴν μὴ τρέφειν μύστακα, καὶ πείθεσθαι τοῖς νόμοις ὡς μὴ χαλεποὶ ὦσιν αὐτοῖς· Ῥωμαῖοι δέ, οὓς ἂν εἰς ἐλευθερίαν ἀφαιρῶνται, <milestone n="20" unit="tlnum"/> κάρφος αὐτῶν λεπτὸν ἐπιβάλλουσι τοῖς σώμασιν· ὅταν δὲ διαθήκας γράφωσιν, ἑτέρους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἑτέροις</foreign> Amyotus: <foreign xml:lang="grc">ἕτεροι</foreign> </note> μὲν ἀπολείπουσι 
<milestone n="550c" unit="stephpage" xml:id="stephpage-550c"/> κληρονόμους ἑτέροις δὲ πωλοῦσι τὰς οὐσίας· ὃ δοκεῖ παράλογον εἶναι. παραλογώτατον δὲ τὸ τοῦ Σόλωνος, ἄτιμον εἶναι τὸν ἐν στάσει πόλεως μηδετέρᾳ <milestone n="25" unit="tlnum"/> μερίδι προσθέμενον μηδὲ συστασιάσαντα. καὶ ὅλως πολλὰς. ἄν τις ἐξείποι νόμων ἀτοπίας μήτε τὸν λόγον ἔχων τοῦ νομοθέτου μήτε τὴν αἰτίαν συνιεὶς <pb xml:id="v.3.p.423"/> ἑκάστου τῶν γραφομένων. τί δὴ θαυμαστόν, εἰ, τῶν ἀνθρωπίνων οὕτως, ἡμῖν ὄντων δυσθεωρήτων, οὐκ εὔπορόν ἐστι τὸ περὶ τῶν θεῶν εἰπεῖν, ᾧτινι λόγῳ τοὺς μὲν ὕστερον τοὺς δὲ πρότερον τῶν ἁμαρτανόντων <milestone n="5" unit="tlnum"/> κολάζουσιν;</q> </p></div><div n="5" subtype="section" type="textpart"><p rend="indent"><q>ταῦτα δʼ οὐκ ἀποδράσεως πρόφασίς ἐστιν ἀλλὰ συγγνώμης αἴτησις, ὅπως ὁ λόγος, οἷον εἰς λιμένα καὶ καταφυγὴν ἀποβλέπων, εὐθαρσέστερον ἐξαναφέρῃ τῷ πιθανῷ πρὸς τὴν ἀπορίαν. ἀλλὰ σκοπεῖτε <milestone n="10" unit="tlnum"/> 
<milestone n="550d" unit="stephpage" xml:id="stephpage-550d"/> πρῶτον, ὅτι κατὰ Πλάτωνα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτωνα</foreign>] cf. de Legg. p. 715 e</note> πάντων καλῶν ὁ θεὸς ἑαυτὸν ἐν μέσῳ παράδειγμα θέμενος, τὴν ἀνθρωπίνην ἀρετήν, ἐξομοίωσιν οὖσαν ἁμωσγέπως πρὸς αὑτόν, ἐνδίδωσι τοῖς ἕπεσθαι θεῷ δυναμένοις. καὶ γὰρ ἡ πάντων φύσις ἄτακτος οὖσα ταύτην ἔσχεν <milestone n="15" unit="tlnum"/> ἀρχὴν τοῦ μεταβαλεῖν καὶ γενέσθαι κόσμος, ὁμοιότητι καὶ μεθέξει τινὶ τῆς περὶ τὸ θεῖον ἰδέας καὶ ἀρετῆς. καὶ τὴν ὄψιν αὐτὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτὸς</foreign>] <foreign xml:lang="grc">ὁ αὐτὸς</foreign> W</note> οὗτος ἁνὴρ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀνὴρ</foreign> Duebnerus: <foreign xml:lang="grc">ἀνὴρ</foreign>. cf. Plat. Tim. Locr. p. 100 c</note> ἀνάψαι φησὶ τὴν φύσιν ἐν ἡμῖν, ὅπως ὑπὸ θέας τῶν ἐν οὐρανῷ φερομένων καὶ θαύματος ἀσπάζεσθαι καὶ ἀγαπᾶν <milestone n="20" unit="tlnum"/> ἐθιζομένη τὸ εὔσχημον ἡ ψυχὴ καὶ τεταγμένον ἀπεχθάνηται 
<milestone n="550e" unit="stephpage" xml:id="stephpage-550e"/> τοῖς ἀναρμόστοις καὶ πλανητοῖς πάθεσι καὶ φεύγῃ τὸ εἰκῆ καὶ ὡς ἔτυχεν, ὡς κακίας καὶ πλημμελείας ἁπάσης γένεσιν. οὐ γὰρ ἔστιν ὅ τι μεῖζον ἄνθρωπος ἀπολαύειν θεοῦ πέφυκεν ἢ τὸ μιμήσει καὶ <milestone n="25" unit="tlnum"/> διώξει τῶν ἐν ἐκείνῳ καλῶν καὶ ἀγαθῶν εἰς ἀρετὴν καθίστασθαι. διὸ καὶ τοῖς πονηροῖς ἐν χρόνῳ καὶ σχολαίως τὴν δίκην ἐπιτίθησιν, οὐκ αὐτός τινα <pb xml:id="v.3.p.424"/> τοῦ ταχὺ κολάζειν ἁμαρτίαν δεδιὼς ἢ μετάνοιαν, 
<milestone n="550f" unit="stephpage" xml:id="stephpage-550f"/> ἀλλʼ ἡμῶν τὸ περὶ τὰς τιμωρίας θηριῶδες καὶ λάβρον ἀφαιρῶν καὶ διδάσκων μὴ σὺν ὀργῇ μηδʼ ὅτε μάλιστα φλέγεται καὶ σφαδᾴζει <milestone n="5" unit="tlnum"/> <quote rend="blockquote"> πηδῶν ὁ θυμὸς τῶν φρενῶν ἀνωτέρω</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 913</note> καθάπερ δίψαν ἢ πεῖναν ἀποπιμπλάντας ἐπιπηδᾶν τοῖς λελυπηκόσιν, ἀλλὰ μιμουμένους τὴν ἐκείνου πραότητα καὶ τὴν μέλλησιν, ἐν τάξει καὶ ἐμμελείᾳ τὸν ἥκιστα μετανοίᾳ προσοισόμενον χρόνον ἔχοντας <milestone n="10" unit="tlnum"/> σύμβουλον, ἅπτεσθαι τῆς δίκης. ὕδατι γὰρ τεταραγμένῳ προσπεσόντα χρῆσθαι διʼ ἀκρασίαν ἧττόν ἐστι 
<milestone n="551a" unit="stephpage" xml:id="stephpage-551a"/> κακόν, ὡς Σωκράτης ἔλεγεν, ἢ θολερὸν ὄντα καὶ διάπλεων τὸν λογισμὸν ὀργῆς καὶ μανίας, πρὶν ἢ καταστῆναι καὶ γενέσθαι καθαρὸν ἐμφορεῖσθαι τιμωρίας <milestone n="15" unit="tlnum"/> συγγενοῦς καὶ ὁμοφύλου σώματος., οὐ γάρ <q>ἐγγυτάτω τὸ ἀμύνασθαι τῷ παθεῖν</q> ὡς Θουκυδίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Θουκυδίδης</foreign>] 3, 38</note> ἔλεγεν, ἀλλὰ μᾶλλον ἀπωτάτω κείμενον ἀπολαμβάνει τὸ προσῆκον. ὡς γὰρ ὁ θυμὸς κατὰ τὸν Μελάνθιον <quote rend="blockquote"> τὰ δεινὰ πράσσει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πράσσει</foreign> p. 453 f.: <foreign xml:lang="grc">πράττει</foreign> </note> τὰς φρένας μετοικίσας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">idem p. 760</note> <milestone n="20" unit="tlnum"/> </quote> οὕτω καὶ ὁ λογισμὸς τὰ δίκαια πράττει καὶ μέτρια, τὴν ὀργὴν καὶ τὸν θυμὸν ἐκποδὼν θέμενος. ὅθεν ἡμεροῦνται καὶ τοῖς ἀνθρωπίνοις παραδείγμασιν, 
<milestone n="551b" unit="stephpage" xml:id="stephpage-551b"/> ἀκούοντες ὡς Πλάτων τε τὴν βακτηρίαν ἀνατεινάμενος τῷ παιδὶ πολὺν ἔστη χρόνον, ὡς αὐτὸς ἔφη, <milestone n="25" unit="tlnum"/> τὸν θυμὸν κολάζων καὶ Ἀρχύτας οἰκετῶν τινα πλημμέλειαν ἐν ἀγρῷ καὶ ἀταξίαν καταμαθών, εἶθʼ ἑαυτοῦ συναισθανόμενος ἐμπαθέστερον ἔχοντος καὶ <pb xml:id="v.3.p.425"/> τραχύτερον πρὸς αὐτούς, οὐδὲν ἐποίησεν ἀλλʼ ἢ τοσοῦτον ἀπιών <q>εὐτυχεῖτʼ</q> εἶπεν <q>ὅτι ὀργίζομαι ὑμῖν.</q> εἴπερ οὖν ἀνδρῶν λόγοι μνημονευόμενοι καὶ πράξεις λεγόμεναι τὸ τραχὺ καὶ σφοδρὸν ἀπαρύτουσι τῆς ὀργῆς, <milestone n="5" unit="tlnum"/> πολὺ μᾶλλον εἰκὸς ἡμᾶς τὸν θεὸν ὁρῶντας, ᾧ δέος οὐδὲν οὐδὲ μετάνοια πράγματος οὐδενός, ὅμως ἐν τῷ μέλλοντι τὴν τιμωρίαν κατατιθέμενον καὶ περιμένοντα 
<milestone n="551c" unit="stephpage" xml:id="stephpage-551c"/> τὸν χρόνον, εὐλαβεῖς περὶ τὰ τοιαῦτα γίγνεσθαι καὶ θεῖον ἡγεῖσθαι μόριον ἀρετῆς τὴν πραότητα <milestone n="10" unit="tlnum"/> καὶ τὴν μετριοπάθειαν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μετριπάθειαν</foreign> Patzigius: <foreign xml:lang="grc">μεγαλοπάθειαν</foreign> </note> ἣν ὁ θεὸς ἐνδείκνυται τῷ μὲν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τῷ μὲν</foreign>] <foreign xml:lang="grc">τῷ μὲν ταχέως</foreign> (malim <foreign xml:lang="grc">ταχὺ</foreign> vid. p. 550 e) R</note> κολάζειν ὀλίγους ἐπανορθοῦσαν, τῷ δὲ βραδέως πολλοὺς ὠφελοῦσαν καὶ νουθετοῦσαν.</q></p></div><div n="6" subtype="section" type="textpart"><p rend="indent"><q>δεύτερον τοίνυν τοῦτο διανοηθῶμεν, ὡς αἱ μὲν δικαιώσεις αἱ παρʼ ἀνθρώπων μόνον ἔχουσαι <milestone n="15" unit="tlnum"/> τὸ ἀντιλυποῦν ἔργον ἐν τῷ κακῶς τὸν δεδρακότα παθεῖν ἵστανται, περαιτέρω δʼ οὐκ ἐξικνοῦνται· διὸ τοῖς ἁμαρτήμασι κυνὸς δίκην ἐφυλακτοῦσαι κατακολουθοῦσι καὶ τὰς πράξεις ἐκ ποδὸς ἐπιδιώκουσι· τὸν θεὸν δʼ εἰκός, ἧς ἂν ἐφάπτηται τῇ δίκῃ ψυχῆς νοσούσης, <milestone n="20" unit="tlnum"/> τά τε πάθη διορᾶν, εἴ πή τι καμπτόμενα 
<milestone n="551d" unit="stephpage" xml:id="stephpage-551d"/> πρὸς μετάνοιαν ἐνδίδωσι, καὶ χρόνον διδόναι οἷς οὐκ ἄκρατος οὐδʼ ἄτρεπτος ἡ κακία πέφυκε προσιζάνειν. ἅτε γὰρ εἰδώς, ὅσην μοῖραν ἀρετῆς ἀπʼ αὐτοῦ φερόμεναι πρὸς γένεσιν αἱ ψυχαὶ βαδίζουσι, <milestone n="25" unit="tlnum"/> καὶ τὸ γενναῖον ὡς ἰσχυρὸν αὐταῖς καὶ οὐκ ἐξίτηλον ἐμπέφυκεν, ἐξανθεῖ δὲ τὴν κακίαν παρὰ φύσιν ὑπὸ τροφῆς καὶ ὁμιλίας φαύλης φθειρόμενον εἶτα <pb xml:id="v.3.p.426"/> 
<milestone n="551e" unit="stephpage" xml:id="stephpage-551e"/> θεραπευθὲν ἐνίοις καλῶς ἀπολαμβάνει τὴν προσήκουσαν ἕξιν, οὐ πᾶσι κατεπείγει τὴν τιμωρίαν ὁμοίως· ἀλλὰ τὸ μὲν ἀνήκεστον εὐθὺς ἐξεῖλε τοῦ βίου καὶ ἀπέκοψεν, ὡς ἑτέροις γε πάντως βλαβερὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βλαβερὸν ὂν</foreign> R. Nihil opus</note> αὑτῷ τε <milestone n="5" unit="tlnum"/> βλαβερώτατον ἀεὶ συνεῖναι μετὰ πονηρίας· οἷς δʼ ὑπʼ ἀγνοίας τοῦ καλοῦ μᾶλλον ἢ προαιρέσει τοῦ αἰσχροῦ τὸ ἁμαρτητικὸν εἰκὸς ἐγγεγονέναι, δίδωσι μεταβαλέσθαι χρόνον. ἐὰν δʼ ἐπιμένωσι, καὶ τούτοις ἀπέδωκε τὴν δίκην· οὐ γάρ που δέδιε, μὴ διαφύγωσι. <milestone n="10" unit="tlnum"/> σκόπει δʼ ὅσαι μεταβολαὶ γεγόνασιν εἰς ἦθος ἀνδρῶν καὶ βίον· ᾗ καὶ τρόπος ὠνομάσθη τὸ 
<milestone n="551f" unit="stephpage" xml:id="stephpage-551f"/> μεταβάλλον αὐτοῦ καὶ ἦθος, ὡς πλεῖστον αὐτοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὡς πλεῖστον αὐτῷ</foreign>] scribendum vid. <foreign xml:lang="grc">ᾧ πλεῖστον</foreign>. cf. p. 326 b</note> ἐνδύεται τὸ ἔθος καὶ κρατεῖ μάλιστα καθαπτόμενον. οἶμαι μὲν οὖν καὶ τὸν Κέκροπα διφυᾶ προσαγορεῦσαι <milestone n="15" unit="tlnum"/> τοὺς παλαιούς, οὐχ ὡς ἔνιοι λέγουσιν ἐκ χρηστοῦ βασιλέως ἄγριον καὶ δρακοντώδη γενόμενον τύραννον, ἀλλὰ τοὐναντίον ἐν ἀρχῇ σκολιὸν ὄντα καὶ φοβερόν, εἶθʼ ὕστερον ἄρξαντα πράως καὶ φιλανθρώπως. εἰ δὲ τοῦτʼ ἄδηλον, ἀλλὰ Γέλωνὰ γʼ <milestone n="20" unit="tlnum"/> ἴσμεν καὶ Ἱέρωνα τοὺς Σικελιώτας καὶ Πεισίστρατον τὸν Ἱπποκράτους, ὅτι πονηρίᾳ κτησάμενοι τυραννίδας 
<milestone n="552a" unit="stephpage" xml:id="stephpage-552a"/> ἐχρήσαντο πρὸς ἀρετὴν αὐταῖς, καὶ παρανόμως ἐπὶ τὸ ἄρχειν ἐλθόντες ἐγένοντο μέτριοι καὶ δημωφελεῖς ἄρχοντες, οἱ μὲν εὐνομίαν τε πολλὴν καὶ γῆς <milestone n="25" unit="tlnum"/> ἐπιμέλειαν παρασχόντες αὐτούς τε σώφρονας τοὺς πολίτας καὶ φιλεργοὺς ἐκ πολυτελῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πολυτελῶν</foreign> Cobetus: <foreign xml:lang="grc">πολυγέλων</foreign> </note> καὶ λάλων <pb xml:id="v.3.p.427"/> κατασκευάσαντες Γέλων δὲ καὶ προπολεμήσας ἄριστα καὶ κρατήσας μάχῃ μεγάλῃ Καρχηδονίων οὐ πρότερον εἰρήνην ἐποιήσατο πρὸς αὐτοὺς δεομένους ἢ καὶ τοῦτο ταῖς συνθήκαις περιλαβεῖν, ὅτι παύσονται τὰ <milestone n="5" unit="tlnum"/> τέκνα τῷ Κρόνῳ καταθύοντες. ἐν δὲ Μεγαλοπόλει 
<milestone n="552b" unit="stephpage" xml:id="stephpage-552b"/>Λυδιάδας ἦν τύραννος, εἶτʼ ἐν αὐτῷ τῷ τυραννεῖν μεταβαλόμενος καὶ δυσχεράνας τὴν ἀδικίαν ἀπέδωκε μὲν τοὺς νόμους τοῖς πολίταις, μαχόμενος δὲ πρὸς τοὺς πολεμίους ὑπὲρ τῆς πατρίδος ἐπιφανῶς ἔπεσεν. <milestone n="10" unit="tlnum"/> εἰ δέ τις ἢ τύραννον ἀπέκτεινε Μιλτιάδην ἐν Χερρονήσῳ πρότερον, ἢ Κίμωνα συνόντα τῇ ἀδελφῇ διώξας εἷλεν, ἢ Θεμιστοκλέους ἐφʼ οἷς ἀσελγαίνων ἐκώμαζε καὶ ὕβριζε διʼ ἀγορᾶς ἀφείλετο τὴν πόλιν, ὡς ὕστερον Ἀλκιβιάδου, γραψάμενος, ἆρʼ οὐκ ἂν <milestone n="15" unit="tlnum"/> ἀπωλώλεσαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπωλώλεσαν</foreign> *: <foreign xml:lang="grc">ἀπωλώλεισαν</foreign> </note> ἡμῖν οἱ Μαραθῶνες οἱ Εὐρυμέδοντες τὸ καλὸν Ἀρτεμίσιον 
<milestone n="552c" unit="stephpage" xml:id="stephpage-552c"/> <quote rend="blockquote"><l>ὅθι παῖδες Ἀθηναίων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀθαναίων</foreign> Boeckhius</note> ἐβάλοντο φαεννὰν </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 1 p. 397</note><l> κρηπῖδʼ ἐλευθερίας; </l></quote> οὐδὲν γὰρ αἱ μεγάλαι φύσεις μικρὸν ἐκφέρουσιν οὐδʼ <milestone n="20" unit="tlnum"/> ἀργεῖ διʼ ὀξύτητα τὸ σφοδρὸν. ἐν αὐταῖς καὶ δραστήριον, ἀλλʼ ἐν σάλῳ διαφέρονται, πρὶν εἰς τὸ μόνιμον καὶ καθεστηκὸς ἦθος ἐλθεῖν. ὥσπερ οὖν ὁ γεωργίας ἄπειρος οὐκ ἂν ἀσπάσαιτο χώραν ἰδὼν λόχμης ἔμπλεων δασείας καὶ φυτῶν ἀγρίων καὶ θηρία <milestone n="25" unit="tlnum"/> πολλὰ καὶ ῥεύματα καὶ πολὺν ἔχουσαν πηλόν, ἀλλὰ τῷ μεμαθηκότι διαισθάνεσθαι καὶ κρίνειν, αὐτὰ <pb xml:id="v.3.p.428"/> ταῦτα τὴν ἰσχὺν καὶ,πάνθʼ ὅσʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὴν ἰσχὺν καὶ πάνθʼ ὅσα</foreign>] <foreign xml:lang="grc">καὶ πάνθʼ ὅσα τὴν ὀσχὺν</foreign> Stegmannus</note> ὑποδείκνυσι καὶ τὴν μαλακότητα τῆς γῆς· οὕτως ἄτοπα πολλὰ καὶ φαῦλα 
<milestone n="552d" unit="stephpage" xml:id="stephpage-552d"/> προεξανθοῦσιν αἱ μεγάλαι φύσεις, ὧν ἡμεῖς μὲν εὐθὺς τὸ τραχὺ καὶ νύττον οὐ φέροντες ἀποκόπτειν <milestone n="5" unit="tlnum"/> οἰόμεθα δεῖν καὶ κολούειν· ὁ δὲ βελτίων κριτὴς καὶ ἀπὸ τούτων ἐνορῶν τὸ χρηστὸν καὶ γενναῖον, περιμένει λόγου καὶ ἀρετῆς συνεργὸν ἡλικίαν καὶ ὥραν, ᾗ τὸν οἰκεῖον ἡ φύσις καρπὸν ἀποδίδωσι.</q></p></div><div n="7" subtype="section" type="textpart"><p rend="indent"><q>ταῦτα μὲν οὖν ταύτῃ· τὸν δʼ ἐν Αἰγύπτῳ <milestone n="10" unit="tlnum"/> νόμον ἆρʼ οὐκ εἰκότως ὑμῖν ἀπογράψασθαι δοκοῦσιν ἔνιοι τῶν Ἑλλήνων, ὃς κελεύει τὴν ἔγκυον, ἂν ἁλῷ θανάτου, μέχρι τέκῃ, φυλάττειν;</q><q>πάνυ μὲν οὖν</q> ἔφασαν· εἶπον οὖν ἐγώ <q>ἐὰν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐὰν</foreign> *: <foreign xml:lang="grc">εἰ</foreign> </note> δὲ παιδία μὴ 
<milestone n="552e" unit="stephpage" xml:id="stephpage-552e"/> κύῃ τις, ἀλλὰ πρᾶξιν ἢ βουλὴν ἀπόρρητον εἰς φῶς <milestone n="15" unit="tlnum"/> ἡλίου δυνατὸς ᾖ προαγαγεῖν χρόνῳ καὶ ἀναδεῖξαι, κακόν τι μηνύσας λανθάνον ἢ σωτηρίου γνώμης γενόμενος σύμβουλος ἢ χρείας εὑρετὴς ἀναγκαίας, οὐκ ἀμείνων ὁ περιμείνας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περιμείνας</foreign>] add. <foreign xml:lang="grc">καὶ προτιμήσας</foreign> R</note> τῆς τιμωρίας τὸ χρήσιμον τοῦ προανελόντος; ἐμοὶ μὲν γάρ</q> ἔφην <q>δοκεῖ.</q> <q>καὶ <milestone n="20" unit="tlnum"/> ἡμῖν</q> ὁ Πατροκλέας εἶπεν. <q>ὀρθῶς</q> ἔφην. <q>σκόπει γάρ, εἰ Διονύσιος ἐν ἀρχῇ τῆς τυραννίδος ἔδωκε δίκην, ὡς οὐδεὶς ἂν Ἑλλήνων ᾤκει Σικελίαν ἀνάστατον ὑπὸ Καρχηδονίων γενομένην, ὥσπερ οὐδʼ Ἀπολλωνίαν οὐδʼ Ἀνακτόριον οὐδὲ τὴν Λευκαδίων <milestone n="25" unit="tlnum"/> 
<milestone n="552f" unit="stephpage" xml:id="stephpage-552f"/> χερρόνησον ᾤκουν ἂν Ἕλληνες, εἰ μὴ Περίανδρος ἐκολάσθη μετὰ πολὺν χρόνον. οἶμαι δὲ καὶ <pb xml:id="v.3.p.429"/> Κασάνδρῳ γενέσθαι τῆς δίκης ἀναβολήν, ὅπως αἱ Θῆβαι συνοικῶνται πάλιν. τῶν δὲ τουτὶ τὸ ἱερὸν συγκαταλαβόντων ξένων οἱ πολλοὶ Τιμολέοντι συνδιαβάντες εἰς Σικελίαν, ὅτε Καρχηδονίους ἐνίκησαν καὶ κατέλυσαν <milestone n="5" unit="tlnum"/> τὰς τυραννίδας ἐξώλοντο καὶ αὐτοὶ κακοὶ κακῶς ὕστερον. ἐνίοις γὰρ ἀμέλει καὶ κολασταῖς ἑτέρων πονηρῶν οἷον δημοκοίνοις ἀπεχρήσατο τὸ δαιμόνιον, εἶτʼ ἐπέτριψε, καθάπερ οἶμαι τοὺς πλείστους 
<milestone n="553a" unit="stephpage" xml:id="stephpage-553a"/> τυράννους. ὥσπερ γὰρ ὑαίνης χολὴ καὶ φώκης <milestone n="10" unit="tlnum"/> πυτία, θηρίων τἄλλα μιαρῶν, ἔχουσί τι πρὸς τὰς νόσους χρήσιμον, οὕτως ἐνίοις δηγμοῦ δεομένοις καὶ κολάσεως ἐμβαλὼν ὁ θεὸς πικρίαν τινὰ τυράννου δυσμείλικτον καὶ τραχύτητα χαλεπὴν ἄρχοντος, οὐ πρότερον ἐξεῖλε τὸ λυποῦν καὶ ταράττον ἢ τὸ νοσοῦν <milestone n="15" unit="tlnum"/> ἀπαλλάξαι καὶ καθῆραι.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καθῆραι</foreign> *: <foreign xml:lang="grc">καθᾶραι</foreign> </note> τοιοῦτο καὶ Φάλαρις ἦν Ἀκραγαντίνοις· φάρμακον καὶ Ῥωμαίοις Μάριος. Σικυωνίοις δὲ καὶ διαρρήδην ὁ θεὸς προεῖπε μαστιγονόμων δεῖσθαι τὴν πόλιν, ὅτι Τελητίαν παῖδα στεφανούμενον ἐν Πυθίοις ἀφαιρούμενοι Κλεωναίων, <milestone n="20" unit="tlnum"/> 
<milestone n="553b" unit="stephpage" xml:id="stephpage-553b"/> ὡς ἴδιον πολίτην διέσπασαν. ἀλλὰ Σικυωνίοις μὲν Ὀρθαγόρας γενόμενος τύραννος καὶ μετʼ ἐκεῖνον οἱ περὶ Μύρωνα καὶ Κλεισθένη τὴν ἀκολασίαν ἔπαυσαν· Κλεωναῖοι δὲ τῆς αὐτῆς οὐ τυχόντες ἰατρείας εἰς τὸ μηδὲν ἥκουσι. καὶ Ὁμήρου δέ που λέγοντος <milestone n="25" unit="tlnum"/> ἀκούετε <quote rend="blockquote"><l>τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <title>O</title> 641</note><l> παντοίην ἀρετήν·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">παντοίας ἀρετὰς</foreign> Homerus</note> </l></quote> <pb xml:id="v.3.p.430"/> καίτοι λαμπρὸν οὐδὲν οὐδʼ ἐκπρεπὲς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκπρεπὲς</foreign> W: <foreign xml:lang="grc">εὐπρεπὲς</foreign> </note> ἔργον ἐκεῖνος ὁ τοῦ Κοπρέως παρέσχεν· ἀλλὰ τὸ Σισύφου καὶ τὸ Αὐτολύκου καὶ τὸ Φλεγύου γένος ἤνθησεν ἐν δόξαις καὶ ἀρεταῖς μεγάλων βασιλέων. γέγονε δὲ καὶ Περικλῆς <milestone n="5" unit="tlnum"/>Ἀθήνησιν ἐναγοῦς οἰκίας· καὶ Πομπήιος Μάγνος 
<milestone n="553c" unit="stephpage" xml:id="stephpage-553c"/> ἐν Ῥώμῃ Στράβωνος ἦν υἱός, οὗ τὸν νεκρὸν ὁ Ῥωμαίων δῆμος ὑπὸ μίσους ἐξέβαλε καὶ κατεπάτησε. τί οὖν ἄτοπον, εἰ, καθάπερ γεωργὸς οὐκ ἐκκόπτει τὴν ἄκανθαν ἂν μὴ λάβῃ τὸν ἀσπάραγον οὐδʼ οἱ <milestone n="10" unit="tlnum"/>Λίβυες τὸ φρύγανον ἐπικάουσι πρότερον ἢ τὸ λήδανον ἀπʼ αὐτοῦ συναγαγεῖν, οὕτως ὁ θεὸς ἐνδόξου καὶ βασιλικοῦ γένους ῥίζαν πονηρὰν καὶ τραχεῖαν οὐκ ἀναιρεῖ πρότερον ἢ φῦναι τὸν προσήκοντα καρπὸν ἀπʼ αὐτῆς; μυρίας γὰρ Ἰφίτου βοῦς καὶ ἵππους <milestone n="15" unit="tlnum"/> ἀπολέσθαι κρεῖττον ἦν Φωκεῦσι καὶ πλείονα χρυσὸν 
<milestone n="553d" unit="stephpage" xml:id="stephpage-553d"/> ἐκ Δελφῶν οἴχεσθαι καὶ ἄργυρον, ἢ μήτʼ Ὀδυσσέα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὀδυσσέα</foreign>] <foreign xml:lang="grc">Ἡρακλέα</foreign> W</note> μήτʼ Ἀσκληπιὸν φῦναι μήτε τοὺς ἄλλους ἐκ κακῶν καὶ πονηρῶν · ἄνδρας ἀγαθοὺς καὶ μεγαλωφελεῖς γενομένους. <milestone n="20" unit="tlnum"/></q> </p></div><div n="8" subtype="section" type="textpart"><p rend="indent"><q>ʽ Τὸ δʼ ἐν καιρῷ καὶ τρόπῳ τῷ προσήκοντι γενέσθαι τὰς τιμωρίας οὐ βέλτιον εἶναι νομίζεις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">νομίζεις</foreign> *: <foreign xml:lang="grc">νομίζειν</foreign>. cf. p 557 f. 560 b. Simile vitium p. 585 a</note> τοῦ ταχὺ καὶ παραχρῆμα; οἷόν ἐστι τὸ κατὰ Κάλλιππον, ᾧ ξιφιδίῳ φίλος εἶναι δοκῶν ἀπέκτεινε Δίωνα, τούτῳ πάλιν αὐτὸν ὑπὸ τῶν φίλων ἀποθανεῖν· καὶ τό, <milestone n="25" unit="tlnum"/>Μίτυος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μίτυος</foreign> Aristoteles Poet. c. 9: <foreign xml:lang="grc">μίτιος</foreign> </note> τοῦ Ἀργείου κατὰ στάσιν ἀναιρεθέντος, ἀνδριάντα χαλκοῦν ἐν ἀγορᾷ θέας οὔσης ἐμπεσεῖν τῷ <pb xml:id="v.3.p.431"/> κτείναντι τὸν Μίτυν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Μίτυν</foreign> *: <foreign xml:lang="grc">μίτιον</foreign> </note> καὶ ἀνελεῖν. καὶ τὰ περὶ τὸν Βέσσον τὸν Παίονα καὶ Ἀρίστωνα τὸν Οἰταῖον ξεναγὸν 
<milestone n="553e" unit="stephpage" xml:id="stephpage-553e"/> οἶσθα δήπουθεν, ὦ Πατροκλέα</q><q>μὰ Δίʼ</q> εἶπεν <q>ἀλλὰ δέομαι μαθεῖν</q> <q>ὁ μὲν Ἀρίστων</q> ἔφην <milestone n="5" unit="tlnum"/> <q>τὸν Ἐριφύλης κόσμον ἐνταῦθα κείμενον καθελὼν τῶν τυράννων διδόντων ἐκόμισε τῇ γυναικὶ δῶρον ὁ δʼ υἱὸς αὐτοῦ πρὸς τὴν μητέρα διοργισθεὶς ἔκ τινος αἰτίας ὑφῆψε τὴν οἰκίαν καὶ πάντας ἐν ταὐτῷ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτῷ</foreign> *: <foreign xml:lang="grc">τῶ" αὐτῷ</foreign> </note> κατέκαυσεν. ὁ δὲ Βέσσος, ὡς ἔοικεν, ἀπεκτονὼς τὸν <milestone n="10" unit="tlnum"/> πατέρα τὸν ἑαυτοῦ πολὺν χρόνον ἐλάνθανεν, ὕστερον δὲ πρὸς ξένους ἐπὶ δεῖπνον ἐλθών, χελιδόνων τινὰ νεοσσιὰν τῇ λόγχῃ νύξας κατέβαλε καὶ τοὺς νεοσσοὺς 
<milestone n="553f" unit="stephpage" xml:id="stephpage-553f"/> διέφθειρε. λεγόντων δʼ οἷον εἰκὸς τῶν παρόντων <q>ἄνθρωπε, τί παθὼν ἔργον οὕτως ἀλλόκοτον <milestone n="15" unit="tlnum"/> ἔπραξας;</q> <q>οὐ γάρ</q> ἔφη <q>μου πάλαι καταμαρτυροῦσιν αὗται ψευδῶς καὶ καταβοῶσιν ὡς ἀπεκτονότος τὸν πατέρα;</q> θαυμάσαντες δʼ οἱ παρόντες τὸν λόγον ἐμήνυσαν τῷ βασιλεῖ, καὶ τοῦ πράγματος ἐξελεγχθέντος ἔτισεν ὁ Βέσσος τὴν δίκην. <milestone n="20" unit="tlnum"/></q> </p></div><div n="9" subtype="section" type="textpart"><p rend="indent"><q>ἀλλὰ ταῦτα μέν</q> ἔφην <q>ἡμεῖς λέγομεν, ὥσπερ ἠξίωται, γίγνεσθαί τινα τῆς τιμωρίας ἀναβολὴν ὑποθέμενοι τοῖς πονηροῖς· τὰ λοιπὰ δʼ Ἡσιόδου χρὴ νομίζειν ἀκροᾶσθαι, λέγοντος οὐχ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title>de Legg.</title> p. 728 c</note> ἀκόλουθον 
<milestone n="554a" unit="stephpage" xml:id="stephpage-554a"/> εἶναι τιμωρίαν ἀδικίας πάθην</q> ἀλλʼ ἡλικιῶτιν <milestone n="25" unit="tlnum"/> ἐκ τῆς αὐτῆς ὁμόθεν χώρας καὶ ῥίζης συνυποφυομένην· <q>ἡ γὰρ κακή</q> φησὶ <pb xml:id="v.3.p.432"/> <quote rend="blockquote"> βουλὴ τῷ βουλεύσαντι κακίστη·</quote> καὶ <quote rend="blockquote"> ὃς δʼ ἄλλῳ κακὰ τεύχει, ἑῷ κακὸν ἥπατι τεύχει.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅς - τεύχει</foreign>] <foreign xml:lang="grc">οἷ τʼ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων</foreign> Hesiodus</note> </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">3 Hes. <title>OD</title> 265, 266</note> ἡ μὲν γὰρ κανθαρὶς ἐν αὑτῇ λέγεται τὸ βοηθητικὸν <milestone n="5" unit="tlnum"/> ἔκ τινος ἀντιπαθείας ἔχειν συγκεκραμένον ἡ δὲ πονηρία συγγεννῶσα τὸ λυποῦν ἑαυτῇ καὶ κολάζον, οὐχ ὕστερον ἀλλʼ ἐν αὐτῇ τῇ ὕβρει τὴν δίκην τοῦ ἀδικεῖν δίδωσι· καὶ τῷ μὲν σώματι τῶν κολαζομένων 
<milestone n="554b" unit="stephpage" xml:id="stephpage-554b"/> ἕκαστος κακούργων ἐκφέρει τὸν αὑτοῦ σταυρόν· ἡ <milestone n="10" unit="tlnum"/> δὲ κακία τῶν κολαστηρίων ἐφʼ ἑαυτὴν ἕκαστον ἐξ αὑτῆς τεκταίνεται, δεινοῦ τις οὖσα βίου δημιουργὸς οἴκτους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οικ̓́τους</foreign>] <foreign xml:lang="grc">οἰκτροῦ καὶ</foreign> S</note> σὺν αἰσχύνῃ φόβους τε πολλοὺς καὶ πάθη χαλεπὰ καὶ μεταμελείας καὶ ταραχὰς ἀπαύστους ἔχοντος. ἀλλʼ οὐδὲν ἔνιοι διαφέρουσι παιδαρίων, ἃ τοὺς <milestone n="15" unit="tlnum"/> κακούργους ἐν τοῖς θεάτροις θεώμενα πολλάκις ἐν χιτῶσι διαχρύσοις καὶ χλαμυδίοις ἁλουργοῖς ἐστεφανωμένους καὶ πυρριχίζοντας ἄγαται καὶ τέθηπεν ὡς μακαρίους ἄχρι οὗ κεντούμενοι καὶ μαστιγούμενοι καὶ πῦρ ἀνιέντες ἐκ - τῆς ἀνθινῆς ἐκείνης καὶ <milestone n="20" unit="tlnum"/> 
<milestone n="554c" unit="stephpage" xml:id="stephpage-554c"/> πολυτελοῦς ἐσθῆτος ὀφθῶσιν. οἱ γὰρ πολλοὶ τῶν πονηρῶν οἰκίας περιβεβλημένοι μεγάλας καὶ ἀρχὰς καὶ δυνάμεις περιφανεῖς, λανθάνουσιν ὅτι κολάζονται πρὶν ἂν φθάσωσιν ἀποσφαγέντες ἢ κατακρημνισθέντες· ἅπερ ἄν τις οὐ τιμωρίαν εἴποι πέρας δὲ <milestone n="25" unit="tlnum"/> τιμωρίας καὶ συντέλειαν. ὥσπερ γὰρ Ἡρόδικον τὸν Σηλυμβριανὸν εἰς φθίσιν, ἀνήκεστον πάθος, <pb xml:id="v.3.p.433"/> ἐμπεσόντα καὶ μίξαντα πρῶτον ἀνθρώπων γυμναστικὴν ἰατρικῇ φησὶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ᾗ φησιν</foreign>?</note> ὁ Πλάτων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πλάτων</foreign>] <title>Protag.</title> p. 316 e. <title>Rep.</title> p. 406 a</note> μακρὸν ποιῆσαι τὸν θάνατον αὑτῷ καὶ τοῖς ὁμοίως νοσοῦσιν οὕτω καὶ τῶν πονηρῶν ὅσοι τὴν παραυτίκα πληγὴν ἐκφυγεῖν ἔδοξαν, <milestone n="5" unit="tlnum"/> οὐ μετὰ πλείονα χρόνον ἀλλʼ ἐν πλείονι χρόνῳ 
<milestone n="554d" unit="stephpage" xml:id="stephpage-554d"/> τιμωρίαν μακροτέραν οὐ βραδυτέραν τίνουσιν· οὐδὲ γηράσαντες ἐκολάσθησαν ἀλλʼ ἐγήρασαν κολαζόμενοι. λέγω δὲ πρὸς ἡμᾶς τὸν πολὺν χρόνον ἐπεὶ τοῖς γε θεοῖς πᾶν ἀνθρωπίνου βίου διάστημα τὸ μηδέν ἐστι· <milestone n="10" unit="tlnum"/> καὶ τὸ νῦν ἀλλὰ μὴ πρὸ ἐτῶν τριάκοντα τοιοῦτόν ἐστιν, οἷον τὸ δείλης ἀλλὰ μὴ πρωὶ στρεβλοῦν ἢ κρεμαννύναι τὸν πονηρόν, ἄλλως τε καὶ φρουρούμενον ἐν τῷ βίῳ καθάπερ εἱρκτῇ μηδεμίαν μετανάστασιν ἐχούσῃ μηδὲ διάφευξιν, εὐωχίας δὲ πολλὰς <milestone n="15" unit="tlnum"/> διὰ μέσου καὶ πραγματείας καὶ δόσεις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δόσεις</foreign>] <foreign xml:lang="grc">διαδόσεις</foreign> R</note> καὶ χάριτας ἀμέλει καὶ παιδιάς, ὥσπερ ἐν δεσμωτηρίῳ κυβευόντων ἢ πεττευόντων, ὑπὲρ κεφαλῆς τοῦ σχοινίου κρεμαμένου. </p></div><div n="10" subtype="section" type="textpart"><p rend="indent"> καίτοι τί κωλύει μηδὲ τοὺς ἐπὶ θανάτῳ καθειργνυμένους <milestone n="20" unit="tlnum"/> 
<milestone n="554e" unit="stephpage" xml:id="stephpage-554e"/> φάναι κολάζεσθαι, μέχρι οὗ τις ἀποκόψῃ τὸν τράχηλον, μηδὲ τὸν πεπωκότα τὸ κώνειον εἶτα περιιόντα καὶ προσμένοντα βάρος ἐγγενέσθαι τοῖς σκέλεσιν αὑτοῦ πρὶν ἢ τὴν συνάπτουσαν ἀναισθησίᾳ σβέσιν καὶ πῆξιν καταλαβεῖν, εἰ τὸν ἔσχατον <milestone n="25" unit="tlnum"/> τῆς τιμωρίας καιρὸν ἡγούμεθα τιμωρίαν τὰ δʼ ἐν 
<milestone n="554f" unit="stephpage" xml:id="stephpage-554f"/> μέσῳ παθήματα καὶ φόβους καὶ προσδοκίας καὶ μεταμελείας, οἷς ἀδικήσας ἕκαστος ἐνέχεται τῶν πονηρῶν, <pb xml:id="v.3.p.434"/> παραλείπομεν ὥσπερ ἰχθὺν καταπεπωκότα τὸ ἄγκιστρον οὐ φάσκοντες ἑαλωκέναι πρὶν ὑπὸ τῶν μαγείρων ὀπτώμενον ἴδωμεν ἢ κατατεμνόμενον; ἔχεται γὰρ ἕκαστος ἀδικήσας τῇ δίκῃ καὶ τὸ γλυκὺ τῆς <milestone n="5" unit="tlnum"/> ἀδικίας ὥσπερ δέλεαρ εὐθὺς ἐξεδήδοκε, τὸ δὲ συνειδὸς ἐγκείμενον ἔχων καὶ ἀποτῖνον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀποτῖνον</foreign>] scribendum vid. <foreign xml:lang="grc">παρατεῖνον; ἀπὸ</foreign> cum <foreign xml:lang="grc">παρὰ</foreign> saepe confunditur</note> <quote rend="blockquote"> θύννος βολαῖος πέλαγος ὣς διαστροβεῖ. </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 914</note> ἡ γὰρ ἰταμότης ἐκείνη καὶ τὸ θρασὺ τῆς κακίας ἄχρι 
<milestone n="555a" unit="stephpage" xml:id="stephpage-555a"/> τῶν ἀδικημάτων ἰσχυρόν ἐστι καὶ πρόχειρον, εἶτα <milestone n="10" unit="tlnum"/> τοῦ πάθους ὥσπερ πνεύματος ὑπολείποντος, ἀσθενὲς καὶ ταπεινὸν ὑποπίπτει τοῖς φόβοις καὶ ταῖς δεισιδαιμονίαις· ὥστε πρὸς τὰ γιγνόμενα καὶ πρὸς τὴν ἀλήθειαν ἀποπλάττεσθαι τὸ τῆς Κλυταιμνήστρας ἐνύπνιον τὸν Στησίχορον, οὑτωσί πως λέγοντα <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote"><l>τᾷ δὲ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τᾷ δὲ</foreign> R: <foreign xml:lang="grc">τάδε</foreign> </note> δράκων ἐδόκησεν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐδόκησεν</foreign> Bergkius: <foreign xml:lang="grc">ἐδόκησε</foreign> </note> μολεῖν κάρα βεβροτωμένος ἄκρον, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 3 p. 222</note><l>ἐκ δʼ ἄρα τοῦ βασιλεὺς Πλεισθενίδας ἐφάνη. </l></quote> καὶ γὰρ ὄψεις ἐνυπνίων καὶ φάσματα μεθημερινὰ καὶ χρησμοὶ καὶ καταιβασίαι, καὶ ὅ τι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅ τι</foreign> X: <foreign xml:lang="grc">ὅτι</foreign> </note> δόξαν ἔσχεν <milestone n="20" unit="tlnum"/> αἰτίᾳ θεοῦ περαίνεσθαι, χειμῶνας ἐπάγει καὶ φόβους 
<milestone n="555b" unit="stephpage" xml:id="stephpage-555b"/> τοῖς οὕτω διακειμένοις. οἷόν φασιν Ἀπολλόδωρόν ποτε κατὰ τοὺς ὕπνους ὁρᾶν ἐκδερόμενον ἑαυτὸν ὑπὸ Σκυθῶν εἶτα καθεψόμενον, τὴν δὲ καρδίαν ἐκ τοῦ λέβητος ὑποφθεγγομένην καὶ λέγουσαν <milestone n="25" unit="tlnum"/> <q>ἐγώ σοι τούτων αἰτία·</q> καὶ πάλιν τὰς θυγατέρας <pb xml:id="v.3.p.435"/> διαπύρους καὶ φλεγομένας τοῖς σώμασι κύκλῳ περὶ αὐτὸν περιτρεχούσας Ἵππαρχον δὲ τὸν Πεισιστράτου, μικρὸν ἔμπροσθεν τῆς τελευτῆς αἷμα προσβαλοῦσαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προσβάλλουσαν</foreign> Stegmannus</note> αὐτῷ τὴν Ἀφροδίτην ἔκ τινος φιάλης πρὸς τὸ πρόσωπον· <milestone n="5" unit="tlnum"/> οἱ δὲ Πτολεμαίου τοῦ Κεραυνοῦ φίλοι καλούμενον 
<milestone n="555c" unit="stephpage" xml:id="stephpage-555c"/> αὐτὸν ἑώρων ἐπὶ δίκην ὑπὸ Σελεύκου, γυπῶν καὶ λύκων δικαζόντων, καὶ κρέα πολλὰ τοῖς πολεμίοις διανέμοντα.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διανεμόντων</foreign> R</note> Παυσανίας δὲ Κλεονίκην ἐν Βυζαντίῳ παρθένον ἐλευθέραν ὕβρει<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐφʼ ὕβρει</foreign> idem</note> μεταπεμψάμενος <milestone n="10" unit="tlnum"/> ὡς ἕξων διὰ νυκτός, εἶτα προσιοῦσαν ἔκ τινος ταραχῆς καὶ ὑποψίας ἀνελὼν, ἑώρα πολλάκις ἐν τοῖς ὕπνοις λέγουσαν αὐτῷ <quote rend="blockquote"> βαῖνε δίκης ἆσσον· μάλα τοι κακὸν ἀνδράσιν ὕβρις </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. <title>Vit. Cim.</title> c. 6</note> οὐ παυομένου δὲ τοῦ φάσματος, ὡς ἔοικε, πλεύσας <milestone n="15" unit="tlnum"/> ἐπὶ τὸ ψυχοπομπεῖον, εἰς Ἡράκλειαν ἱλασμοῖς τισι καὶ χοαῖς ἀνεκαλεῖτο τὴν ψυχὴν τῆς κόρης· ἐλθοῦσα δʼ εἰς ὄψιν εἶπεν, ὅτι παύσεται τῶν κακῶν, ὅταν ἐν Λακεδαίμονι γένηται· γενόμενος δʼ εὐθὺς ἐτελεύτησεν. <milestone n="20" unit="tlnum"/> 
<milestone n="555d" unit="stephpage" xml:id="stephpage-555d"/> </p></div><div n="11" subtype="section" type="textpart"><p rend="indent">ὥστʼ, εἰ μηδὲν ἔστι τῇ ψυχῇ μετὰ τὴν τελευτὴν ἀλλὰ καὶ χάριτος πέρας ἁπάσης καὶ τιμωρίας ὁ θάνατος, μᾶλλον ἄν τις εἴποι τοῖς ταχὺ κολαζομένοις τῶν πονηρῶν καὶ ἀποθνῄσκουσι μαλακῶς καὶ ῥαθύμως χρῆσθαι τὸ δαιμόνιον. καὶ γὰρ εἰ <milestone n="25" unit="tlnum"/> μηδὲν ἄλλο φαίη τις ἂν τῷ βίῳ καὶ τῷ χρόνῳ τῶν πονηρῶν ὑπάρχειν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὑπάρχειν</foreign> Ruhnkenius: <foreign xml:lang="grc">παρέχειν</foreign> </note> κακόν, ἀλλʼ ἐξελεγχομένης που <pb xml:id="v.3.p.436"/> τῆς ἀδικίας, πράγματος ἀκάρπου καὶ ἀχαρίστου, καὶ χρηστὸν οὐδὲν οὐδʼ ἄξιον σπουδῆς ἀναφέροντος ἐκ πολλῶν καὶ μεγάλων ἀγώνων, ἡ αἴσθησις αὐτῶν ἀνατρέπει τὴν ψυχήν. οἷον ἱστοροῦσι δήπου Λυσίμαχον <milestone n="5" unit="tlnum"/> ὑπὸ δίψης ἐκβιασθέντα καὶ παραδόντα τοῖς 
<milestone n="555e" unit="stephpage" xml:id="stephpage-555e"/>Γέταις τὸ σῶμα καὶ τὴν δύναμιν, ὡς ἔπιεν ὑποχείριος γενόμενος, εἰπεῖν <q>φεῦ τῆς ἐμῆς κακίας, ὃς διʼ ἡδονὴν οὕτω βραχεῖαν ἐστέρημαι βασιλείας τηλικαύτης.</q> καίτοι γε πρὸς φυσικὴν πάθους ἀνάγκην <milestone n="10" unit="tlnum"/> ἀντιβῆναι παγχάλεπόν ἐστιν· ὅταν δʼ ἄνθρωπος ἢ χρημάτων ἕνεκα πλεονεξίας ἢ φθόνῳ πολιτικῆς δόξης καὶ δυνάμεως ἢ διʼ ἡδονήν τινα συνουσίας ἄνομον ἔργον ἐργασάμενος καὶ δεινόν, εἶτα τοῦ πάθους 
<milestone n="555f" unit="stephpage" xml:id="stephpage-555f"/> ἀφιεὶς τὸ διψῶδες καὶ μανικὸν ἐν χρόνῳ καθορᾷ τὰ <milestone n="15" unit="tlnum"/> αἰσχρὰ καὶ φοβερὰ τῆς ἀδικίας πάθη παραμένοντα, χρήσιμον δὲ μηδὲν μηδʼ ἀναγκαῖον μηδʼ ὀνησιφόρον, ἆρʼ οὐκ εἰκὸς ἐμπίπτειν αὐτῷ πολλάκις λογισμόν, ὡς ὑπὸ κενῆς δόξης ἢ διʼ ἡδονὴν ἀνελεύθερον καὶ ἀχάριστον ἀνατρέψας τὰ κάλλιστα καὶ μέγιστα <milestone n="20" unit="tlnum"/> τῶν ἐν ἀνθρώποις δικαίων ἐμπέπληκεν αἰσχύνης καὶ ταραχῆς τὸν βίον; ὥσπερ γὰρ ὁ Σιμωνίδης ἔλεγε παίζων τὴν τοῦ ἀργυρίου κιβωτὸν εὑρίσκειν ἀεὶ πλήρη τὴν δὲ τῶν χαρίτων κενήν, οὕτως οἱ πονηροὶ τὴν κακίαν ἐν ἑαυτοῖς διορῶντες ἡδονῆς μὲν <milestone n="25" unit="tlnum"/> εὐθὺς κενὴν χάριν ἐχούσης καὶ ἐλπίδος χρηστῆς 
<milestone n="556a" unit="stephpage" xml:id="stephpage-556a"/> ἔρημον εὑρίσκουσι, φόβων δὲ καὶ λυπῶν καὶ μνήμης ἀτερποῦς καὶ πρὸς τὸ μέλλον μὲν ὑποψίας ἀπιστίας δὲ πρὸς τὸ παρὸν ἀεὶ γέμουσαν. ὥσπερ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὥσπερ</foreign>] <foreign xml:lang="grc">ὡς γὰρ</foreign></note> ρ. μαλιμ <foreign xml:lang="grc">ἅπερ γὰρ</foreign>, σεδ ξφ. π. 463 δτῆς Ἰνοῦς <pb xml:id="v.3.p.437"/> ἐν τοῖς θεάτροις λεγούσης ἀκούομεν, ἐφʼ οἷς ἔδρασε μεταμελομένης <quote rend="blockquote"><l>φίλαι γυναῖκες, πῶς ἂν ἐξ ἀρχῆς δόμους </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 482</note><l>Ἀθάμαντος οἰκήσαιμι τῶν πεπραγμένων <milestone n="5" unit="tlnum"/> </l><l>δράσασα μηδέν; </l></quote> ταῦθʼ ἑκάστου τῶν πονηρῶν εἰκὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εἰκὸς</foreign>] omissum a codd. meis ante <foreign xml:lang="grc">ἑκάστου</foreign> transposuerim</note> τὴν ψυχὴν ἀναπολεῖν ἐν αὑτῇ καὶ διαλογίζεσθαι πῶς ἂν ἐκβᾶσα 
<milestone n="556b" unit="stephpage" xml:id="stephpage-556b"/> τῆς μνήμης τῶν ἀδικημάτων καὶ τὸ συνειδὸς ἐξ ἑαυτῆς ἐκβαλοῦσα καὶ καθαρὰ γενομένη, βίον ἄλλον <milestone n="10" unit="tlnum"/> ἐξ ἀρχῆς βιώσειεν. οὐ γάρ ἐστι θαρραλέον οὐδʼ ἄτυφον οὐδὲ μόνιμον καὶ βέβαιον ἐν οἷς προαιρεῖται τὸ πονηρόν, εἰ μὴ νὴ Δία σοφούς τινας εἶναι φήσομεν τοὺς ἀδικοῦντας· ἀλλʼ ὅπου φιλοπλουτία καὶ φιληδονία περιμάχητος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">περιμάχητος</foreign>] <foreign xml:lang="grc">περιμανὴς</foreign> vel <foreign xml:lang="grc">ἀπαραμύθητος</foreign> Emperius</note> καὶ φθόνος ἄκρατος ἐνοικίζεται <milestone n="15" unit="tlnum"/> μετὰ δυσμενείας ἢ κακοηθείας, ἐνταῦθα καὶ δεισιδαιμονίαν σκοπῶν ἀνευρήσεις ὑποκαθημένην καὶ μαλακίαν πρὸς πόνον καὶ δειλίαν πρὸς θάνατον καὶ μετάπτωσιν ὀξεῖαν ὁρμῶν καὶ χαυνότητα πρὸς δόξαν 
<milestone n="556c" unit="stephpage" xml:id="stephpage-556c"/> ὑπʼ ἀλαζονείας καὶ τοὺς ψέγοντας φοβοῦνται, καὶ <milestone n="20" unit="tlnum"/> τοὺς ἐπαινοῦντας δεδίασιν ὡς ἀδικουμένους τῇ ἀπάτῃ, καὶ μάλιστα τοῖς κακοῖς πολεμοῦντας ὅτι τοὺς δοκοῦντας ἀγαθοὺς ἐπαινοῦσι, προθύμως. τὸ γὰρ σκληρὸν ἐν κακίᾳ καθάπερ ἐν φαύλῳ σιδήρῳ σαθρόν ἐστι καὶ τὸ ἀντίτυπον εὔθραυστον. ὅθεν ἐν <milestone n="25" unit="tlnum"/> χρόνῳ πολλῷ μᾶλλον ὡς ἔχουσιν αὑτοὺς καταμανθάνοντες ἄχθονται καὶ δυσκολαίνουσι καὶ <pb xml:id="v.3.p.438"/> προβάλλονται τὸν ἑαυτῶν βίον. οὐ γὰρ δήπου παρακαταθήκην μὲν ἀποδοὺς καὶ γνώριμον ἐγγυησάμενος καὶ πατρίδι μετὰ δόξης καὶ φιλοτιμίας ἐπιδοὺς καὶ συνεισενεγκὼν 
<milestone n="556d" unit="stephpage" xml:id="stephpage-556d"/> ὁ φαῦλος, εὐθύς ἐστιν ἐν μεταμελείᾳ <milestone n="5" unit="tlnum"/> καὶ τοῖς πεπραγμένοις ἀνιᾶται διὰ τὸ πάντῃ μεταπτωτὸν αὐτοῦ καὶ πλανώμενον τῆς γνώμης, καὶ κροτούμενοί τινες ἐν τοῖς θεάτροις εὐθὺς στένουσιν, ὑπονοστούσης τῆς φιλοδοξίας εἰς τὴν φιλαργυρίαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ κροτούμενοι - φιλαργυρίαν</foreign>] del. Stegmannus</note> οἱ δὲ καταθύοντες ἀνθρώπους ἐπὶ τυραννίσι καὶ συνωμοσίαις <milestone n="10" unit="tlnum"/> ὡς Ἀπολλόδωρος, καὶ χρήματα φίλων ἀποστεροῦντες ὡς Γλαῦκος ὁ Ἐπικύδους, οὐ μετενόουν οὐδʼ ἐμίσουν ἑαυτοὺς οὐδʼ ἠνιῶντο τοῖς γεγενημένοις. ἐγὼ μὲν γάρ, εἰ θέμις ἐστὶν εἰπεῖν, οὔτε τινὸς θεῶν οὔτε ἀνθρώπων δεῖσθαι κολαστοῦ νομίζω <milestone n="15" unit="tlnum"/> 
<milestone n="556e" unit="stephpage" xml:id="stephpage-556e"/> τοὺς ἀνοσιουργοῦντας, ἀλλὰ τὸν βίον αὐτῶν ἐξαρκεῖν ὑπὸ τῆς κακίας διεφθαρμένον ὅλον καὶ συντεταραγμένον. </p></div><div n="12" subtype="section" type="textpart"><p rend="indent"><q>ἀλλὰ σκοπεῖτε τὸν λόγον</q> ἔφην <q>μὴ τοῦ καιροῦ πορρωτέρω πρόεισι</q> καὶ ὁ Τίμων <q>τυχόν <milestone n="20" unit="tlnum"/></q> ἔφη <q>πρὸς τὸ μέλλον καὶ τὸ λειπόμενον αὐτῷ μῆκος ἤδη γὰρ ὥσπερ ἔφεδρον ἀνίστημι τὴν τελευταίαν ἀπορίαν, ἐπεὶ ταῖς πρώταις διηγώνισται μετρίως. ἃ γὰρ Εὐριπίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Nauck. p. 676</note> ἐγκαλεῖ καὶ παρρησιάζεται πρὸς τοὺς θεούς, <milestone n="25" unit="tlnum"/> <quote rend="blockquote">τὰ τῶν τεκόντων σφάλματʼ εἰς τοὺς ἐκγόνους</quote> τρέποντας, αἰτιᾶσθαι νόμιζε καὶ τοὺς σιωπῶντας 
<milestone n="556f" unit="stephpage" xml:id="stephpage-556f"/> ἡμῶν. εἴτε γὰρ οἱ δράσαντες αὐτοὶ δίκην ἔδοσαν, <pb xml:id="v.3.p.439"/> οὐδὲν ἔτι δεῖ κολάζειν τοὺς μὴ ἀδικήσαντας, ὅπου δὶς ἐπὶ τοῖς αὐτοῖς οὐδὲ τοὺς δράσαντας δίκαιον· εἴτε ῥᾳθυμίᾳ καταπροέμενοι τὴν τιμωρίαν ἐν τοῖς πονηροῖς ὀψὲ παρὰ τῶν ἀναιτίων εἰσπράττουσιν, οὐκ <milestone n="5" unit="tlnum"/> εὖ τὸ ἀδίκως τοῦ βραδέως ἀντιλαμβάνουσιν. οἷον ἐνταῦθα δήπουθεν λέγεται<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">λέγεται δήπουθεν</foreign> Benselerus; malim <foreign xml:lang="grc">λέγουσιν</foreign> </note> ἐλθεῖν Αἴσωπον, ἔχοντα παρὰ Κροίσου χρυσίον ὅπως θύσῃ τε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">θύσῃ τε</foreign> *: <foreign xml:lang="grc">τε θύσηται</foreign> </note> τῷ θεῷ μεγαλοπρεπῶς καὶ Δελφῶν ἑκάστῳ διανείμῃ μνᾶς τέσσαρας· ὀργῆς δέ τινος, ὡς ἔοικε, καὶ διαφορᾶς αὐτῷ γενομένης <milestone n="10" unit="tlnum"/> πρὸς τοὺς αὐτόθι, τὴν μὲν θυσίαν ἐποιήσατο, 
<milestone n="557a" unit="stephpage" xml:id="stephpage-557a"/> τὰ δὲ χρήματʼ ἀνέπεμψεν εἰς Σάρδεις, ὡς οὐκ ἀξίων ὄντων ὠφεληθῆναι τῶν ἀνθρώπων οἱ δὲ συνθέντες; αἰτίαν ἐπʼ αὐτὸν ἱεροσυλίας ἀπέκτειναν, ὤσαντες ἀπὸ τῆς πέτρας ἐκείνης ἣν Ὑάμπειαν καλοῦσιν. ἐκ <milestone n="15" unit="tlnum"/> δὲ τούτου λέγεται μηνῖσαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μηνῖσαν</foreign> R: <foreign xml:lang="grc">μηνῖσαι</foreign> </note> τὸ θεῖον αὐτοῖς ἀφορίαν τε γῆς ἐπαγαγεῖν καὶ νόσων ἀτόπων ἰδέαν πᾶσαν, ὥστε περιιόντας ἐν ταῖς Ἑλληνικαῖς; πανηγύρεσι κηρύσσειν καὶ καλεῖν ἀεὶ τὸν βουλόμενον ὑπὲρ Αἰσώπου δίκην λαμβάνειν παρʼ αὐτῶν. τρίτῃ δὲ γενεᾷ <milestone n="20" unit="tlnum"/>Σάμιος Ἰάδμων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἰάδμων</foreign> (cf. Arist. Fr. 487) constanter Herodotus: <foreign xml:lang="grc">ἰδμων</foreign> </note> ἀφίκετο, γένει μὲν οὐδὲν Αἰσώπῳ προσήκων ἀπόγονος δὲ τῶν πριαμένων αὐτὸν ἐν 
<milestone n="557b" unit="stephpage" xml:id="stephpage-557b"/>Σάμῳ γεγονώς· καὶ τούτῳ τινὰς δίκας δόντες οἱ Δελφοὶ τῶν κακῶν ἀπηλλάγησαν. ἐξ ἐκείνου δέ φασι καὶ τὴν τιμωρίαν τῶν ἱεροσύλων ἐπὶ τὴν Ναυπλίαν <milestone n="25" unit="tlnum"/> ἀπὸ τῆς Ὑαμπείας μετατεθῆναι. καὶ τὸν Ἀλέξανδρον οὐδʼ οἱ πάνυ φιλοῦντες, ὧν ἐσμεν καὶ ἡμεῖς, <pb xml:id="v.3.p.440"/> ἐπαινοῦσι, τὸ Βραγχιδῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βραγχίδων</foreign> vel <foreign xml:lang="grc">βραχίδων</foreign> codd. mei</note> ἄστυ συγχέαντα καὶ διαφθείραντα πᾶσαν ἡλικίαν διὰ τὴν γενομένην τοῦ περὶ Μίλητον ἱεροῦ προδοσίαν ὑπὸ τῶν προπάππων αὐτῶν. Ἀγαθοκλῆς δʼ ὁ Συρακοσίων τύραννος, καὶ <milestone n="5" unit="tlnum"/> σὺν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ σὺν</foreign>] malim <foreign xml:lang="grc">σὺν</foreign></note> γέλωτι χλευάζων Κερκυραίους ἐρωτῶντας διὰ τί πορθοίη τὴν νῆσον αὐτῶν, <q>ὅτι νὴ Δίʼ</q> εἶπεν <q>οἱ 
<milestone n="557c" unit="stephpage" xml:id="stephpage-557c"/> πατέρες ὑμῶν ὑπεδέξαντο τὸν Ὀδυσσέα.</q> καὶ τῶν Ἰθακησίων ὁμοίως ἐγκαλούντων ὅτι πρόβατα λαμβάνουσιν αὐτῶν οἱ στρατιῶται, <q>ὁ δʼ ὑμέτερος</q> ἔφη <milestone n="10" unit="tlnum"/> <q>βασιλεὺς ἐλθὼν πρὸς ἡμᾶς καὶ τὸν ποιμένα προσεξετύφλωσεν</q> ἆρʼ οὖν οὐκ ἀτοπώτερος τούτων ὁ Ἀπόλλων, εἰ Φενεάτας ἀπόλλυσι τοὺς νῦν, ἐμφράξας τὸ βάραθρον καὶ κατακλύσας τὴν χώραν ἅπασαν αὐτῶν, ὅτι πρὸ χιλίων ἐτῶν, ὥς φασιν, ὁ Ἡρακλῆς <milestone n="15" unit="tlnum"/> ἀνασπάσας τὸν τρίποδα τὸν μαντικὸν εἰς Φενεὸν ἀπήνεγκε· Συβαρίταις δὲ φράζων ἀπόλυσιν τῶν κακῶν, ὅταν τρισὶν ὀλέθροις ἱλάσωνται τὸ μήνιμα 
<milestone n="557d" unit="stephpage" xml:id="stephpage-557d"/> τῆς Λευκαδίας Ἥρας; καὶ μὴν οὐ πολὺς χρόνος, ἀφʼ οὗ Λοκροὶ πέμποντες εἰς Τροίαν πέπαυνται τὰς <milestone n="20" unit="tlnum"/> παρθένους, <quote rend="blockquote"><l>αἳ καὶ ἀναμπέχονοι γυμνοῖς ποσὶν ἠύτε δοῦλαι </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">tres versus ex Arctini Iliu perside sumtos esse suspicatur Herwerdenus</note><l> ἠοῖαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἠοῖαι</foreign> X: <foreign xml:lang="grc">ἢ οἶαι</foreign> </note> σαίρεσκον Ἀθηναίης περὶ βωμόν, </l><l> νόσφι κρηδέμνοιο, καὶ εἰ βαρὺ γῆρας ἱκάνοι, </l></quote> διὰ τὴν Αἴαντος ἀκολασίαν. ποῦ δὴ ταῦτα τὸ εὔλογον <milestone n="25" unit="tlnum"/> ἴσχει καὶ δίκαιον; οὐδὲ γὰρ Θρᾷκας ἐπαινοῦμεν, ὅτι στίζουσιν ἄχρι νῦν, τιμωροῦντες Ὀρφεῖ, τὰς <pb xml:id="v.3.p.441"/> αὑτῶν γυναῖκας· οὐδὲ τοὺς περὶ Ἠριδανὸν βαρβάρους, μελανοφοροῦντας ἐπὶ πένθει τοῦ Φαέθοντος, 
<milestone n="557e" unit="stephpage" xml:id="stephpage-557e"/> ὥσπερ λέγουσιν. ἔτι δʼ ἂν οἶμαι γελοιότερον ἦν εἰ, τῶν τότʼ ἀνθρώπων, ὅτε διεφθάρη Φαέθων, παραμελησάντων, <milestone n="5" unit="tlnum"/> οἱ πέντε γενεαῖς ἢ δέκα τοῦ πάθους ὕστερον γεγονότες ἤρξαντο τὴν ἐσθῆτα μεταβάλλειν ἐπʼ αὐτῷ καὶ πενθεῖν. καίτοι τοῦτʼ ἀβελτερίαν μὲν ἔχει μόνον οὐδὲν δὲ δεινὸν οὐδʼ ἀνήκεστον αἱ δὲ τῶν θεῶν ὀργαὶ τίνι λόγῳ παραχρῆμα δυόμεναι καθάπερ <milestone n="10" unit="tlnum"/> ἔνιοι τῶν ποταμῶν, εἶθʼ ὕστερον ἐπʼ ἄλλους ἀναφερόμεναι πρὸς ἐσχάτας συμφορὰς τελευτῶσιν;</q> </p></div><div n="13" subtype="section" type="textpart"><p rend="indent">ὡς δὲ πρῶτον ἐπέσχε, δείσας ἐγὼ μὴ πάλιν ἐξ ὑπαρχῆς ἐπαγάγῃ πλείονας καὶ μείζονας ἀτοπίας, 
<milestone n="557f" unit="stephpage" xml:id="stephpage-557f"/> εὐθὺς ἠρόμην αὐτὸν <q>εἶεν</q> ἔφην, <q>ταῦτα γὰρ πάντα <milestone n="15" unit="tlnum"/> ἀληθινὰ ἡγῇ;</q> κἀκεῖνος <q>εἰ δὲ μὴ πάντʼ</q> εἶπεν <q>ἀλλʼ ἔνια, τὴν αὐτὴν ἀπορίαν ἔχειν οὐ νομίζεις τὸν λόγον;</q> <q>ἴσως</q> ἔφην ἐγὼ <q>καὶ τοῖς σφόδρα πυρέττουσιν, ἐάν θʼ ἓν ἱμάτιον ἐάν τε πολλὰ περιβεβλημένοι τυγχάνωσι, ταὐτὸ καῦμα καὶ παραπλήσιον, ὅμως δʼ <milestone n="20" unit="tlnum"/> εἰς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δʼ εἰς</foreign>] <foreign xml:lang="grc">δέον εἰς</foreign> an <foreign xml:lang="grc">δʼ εἰκὸς εἰς</foreign>?</note> παραμυθίαν ἀφελεῖν τὸ πλῆθος· εἰ δὲ μὴ βούλει, τοῦτο μὲν ἔασον· καίτοι τὰ πλεῖστα μύθοις ἔοικε καὶ πλάσμασιν· ἀναμνήσθητι δὲ τῶν ἔναγχος Θεοξενίων καὶ τῆς καλῆς ἐκείνης μερίδος, ἣν ἀφαιροῦντες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐξαιροῦντες</foreign> W</note> 
<milestone n="558a" unit="stephpage" xml:id="stephpage-558a"/> τοὺς Πινδάρου κηρύττουσι λαμβάνειν ἀπογόνους, <milestone n="25" unit="tlnum"/> ὥς σοι τὸ πρᾶγμα σεμνὸν ἐφάνη καὶ ἡδὺ</q> <q>τίς δʼ οὐκ ἄν</q> εἶπεν <q>ἡσθείη τῇ χάριτι τῆς τιμῆς οὕτως Ἑλληνικῶς καὶ ἀφελῶς ἀρχαϊζούσης, εἰ μὴ <pb xml:id="v.3.p.442"/> <q>μέλαιναν καρδίαν κεχάλκευται ψυχρᾷ φλογί κατʼ αὐτὸν τὸν Πίνδαρον;<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πίνδαρον</foreign>] Bergk. 1 p. 421</note></q> </q> <q>ἐῶ τοίνυν</q> ἔφην <q>ὅμοιον ἐν Σπάρτῃ κήρυγμα τούτῳ τὸ <q>μετὰ Λέσβιον ᾠδόν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μετὰ Λέσβιον ᾠδόν</foreign>] Leutsch. 2 p. 522</note></q> ἐπὶ τιμῇ καὶ μνήμῃ Τερπάνδρου τοῦ παλαιοῦ κηρυττόμενον <milestone n="5" unit="tlnum"/> ὁ γὰρ αὐτός ἐστι λόγος. ἀλλʼ ὑμεῖς γε δήπου πλέον ἔχειν ἑτέρων ἔν τε Βοιωτοῖς Ὀφελτιάδαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὀφελτιάδαι</foreign> X: <foreign xml:lang="grc">ὦ φιλτιάδαι</foreign> </note> 
<milestone n="558b" unit="stephpage" xml:id="stephpage-558b"/> γένος ὄντες ἀξιοῦτε καὶ παρὰ Φωκεῦσι διὰ Δαΐφαντον,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δαϊφάνην</foreign> vocat Pausanias</note> ἐμοὶ δὲ καὶ παρῆτε καὶ συνελαμβάνεσθε πρῶτον,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πρῶτον</foreign>] <foreign xml:lang="grc">πρῴην</foreign> R</note> ὅτε Λυκόρμαις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Λυκόρμαις</foreign> Duebnerus: <foreign xml:lang="grc">λυκόρμαι</foreign> </note> καὶ Σατιλαίοις τὴν πάτριον <milestone n="10" unit="tlnum"/>Ἡρακλειδῶν μετιοῦσι τιμὴν καὶ στεφανηφορίαν συνανασῴζων ἔλεγον, ὅτι δεῖ μάλιστα τοῖς ἀφʼ Ἡρακλέους γεγονόσι τὰς τιμὰς ὑπάρχειν βεβαίους καὶ τὰς χάριτας, ὧν τοὺς Ἕλληνας εὐεργετήσας οὐκ ἔτυχεν αὐτὸς ἀξίας χάριτος οὐδʼ ἀμοιβῆς.</q> <q>καλοῦ γʼ</q> εἶπεν <milestone n="15" unit="tlnum"/> <q>ἡμᾶς ἀγῶνος καὶ φιλοσοφίᾳ μάλα πρέποντος ἀνέμνησας.</q> <q>ἄφες οὖν</q> εἶπον <q>ὦ τᾶν, τὸ σφοδρὸν τοῦτο 
<milestone n="558c" unit="stephpage" xml:id="stephpage-558c"/> τῆς κατηγορίας, καὶ μὴ φέρε πικρῶς εἰ κολάζονταί τινες ἐκ κακῶν γεγονότες ἢ πονηρῶν, ἢ μὴ χαῖρε μηδʼ ἐπαίνει τιμωμένης εὐγενείας. δεῖ γάρ, εἰ τὴν <milestone n="20" unit="tlnum"/> χάριν ἐν τῷ γένει τῆς ἀρετῆς ἀνασῴζομεν, εὐλόγως μηδὲ τὴν κόλασιν οἴεσθαι δεῖν ἀπαυδᾶν καὶ προαπολείπειν ἐπὶ ταῖς ἀδικίαις ἀλλὰ συνεκτρέχειν ἐκείνῃ τὸ κατʼ ἀξίαν ἀντιστρόφως ἀποδιδούσῃ. ὁ δὲ τοὺς ἀπὸ Κίμωνος ἡδέως ὁρῶν Ἀθήνησι τιμωμένους, τῶν <milestone n="25" unit="tlnum"/> δὲ Λαχάρους ἢ Ἀρίστωνος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀριστίωνος</foreign> R</note> ἐκγόνων ἐλαυνομένων ἀχθόμενος καὶ ἀγανακτῶν, ὑγρός ἐστι λίαν καὶ <pb xml:id="v.3.p.443"/> ῥᾴθυμος μᾶλλον δὲ φιλαίτιος ὅλως καὶ δύσκολος πρὸς τὸ θεῖον· ἐγκαλῶν μέν, ἂν ἀνδρὸς ἀδίκου καὶ πονηροῦ παῖδες ἐκ παίδων εὐτυχεῖν δοκῶσιν, ἐγκαλῶν 
<milestone n="558d" unit="stephpage" xml:id="stephpage-558d"/> δὲ πάλιν, ἂν τὰ γένη κολούηται καὶ ἀφανίζηται τῶν <milestone n="5" unit="tlnum"/> φαύλων αἰτιώμενός δὲ τὸν θεὸν ὁμοίως μέν, ἂν χρηστοῦ πατρὸς τέκνα πράττῃ κακῶς, ὁμοίως δέ, ἂν πονηροῦ.</q> </p></div><div n="14" subtype="section" type="textpart"><p rend="indent"><q>καὶ ταῦτα μέν</q> ἔφην <q>ὥσπερ ἀντιφράγματά σοι κείσθω πρὸς τοὺς ἄγαν πικροὺς καὶ κατηγορικοὺς <milestone n="10" unit="tlnum"/> ἐκείνους. ἀναλαβόντες δʼ αὖθις ὥσπερ ἀρχὴν κλωστῆρος ἐν σκοτεινῷ καὶ πολλοὺς ἑλιγμοὺς καὶ πλάνας ἔχοντι τῷ περὶ τοῦ θεοῦ λόγῳ, καθοδηγῶμεν αὑτοὺς μετʼ εὐλαβείας ἀτρέμα πρὸς τὸ εἰκὸς καὶ πιθανόν, ὡς τό γε σαφὲς καὶ τὴν ἀλήθειαν οὐδʼ ἐν <milestone n="15" unit="tlnum"/> οἷς αὐτοὶ πράττομεν ἀσφαλῶς εἰπεῖν ἔχομεν· οἷον, διὰ τί τῶν ὑπὸ φθίσεως ἢ ὑδέρου διαφθαρέντων 
<milestone n="558e" unit="stephpage" xml:id="stephpage-558e"/> τοὺς παῖδας εἰς ὕδωρ τὼ πόδε βρέχοντας καθίζεσθαι κελεύομεν, ἕως ἂν ὁ νεκρὸς κατακαῇ; δοκεῖ γὰρ οὕτω τὸ νόσημα μὴ μεθίστασθαι μηδὲ προσπελάζειν <milestone n="20" unit="tlnum"/> αὐτοῖς. ἢ πάλιν, διʼ ἣν αἰτίαν, αἰγὸς τὸν ἠρυγγίτην<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸ ἠρύγγιον</foreign> p. 700 d. 776 f</note> λαβούσης εἰς τὸ στόμα, ὅλον ἐφίσταται τὸ αἰπόλιον, ἄχρι ἂν ἐξέλῃ προσελθὼν ὁ αἰπόλος; ἄλλαι τε δυνάμεις ἁφὰς; ἔχουσαι καὶ διαδόσεις ἀπίστους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀπίστοις</foreign> X</note> ὀξύτησι καὶ μήκεσι διʼ ἑτέρων εἰς ἕτερα περαίνουσιν. <milestone n="25" unit="tlnum"/> 
<milestone n="558f" unit="stephpage" xml:id="stephpage-558f"/> ἀλλʼ ἡμεῖς τὰ κατὰ τοὺς χρόνους διαλείμματα θαυμάζομεν οὐ τὰ κατὰ τοὺς τόπους. καίτοι θαυμασιώτερον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καίτοι τί θαυμασιώτερον</foreign> R</note> εἰ, πάθους ἐν Αἰθιοπίᾳ λαβόντος ἀρχήν, <pb xml:id="v.3.p.444"/> ἀνεπλήσθησαν αἱ Ἀθῆναι καὶ Περικλῆς ἀπέθανε καὶ Θουκυδίδης ἐνόσησεν, ἢ εἰ, Δελφῶν καὶ Συβαριτῶν γενομένων πονηρῶν, ἡ δίκη φερομένη περιῆλθεν εἰς τοὺς παῖδας. ἔχουσι γάρ τινας αἱ δυνάμεις ἀναφορὰς <milestone n="5" unit="tlnum"/> ἀπὸ τῶν ἐσχάτων ἐπὶ τὰ πρῶτα καὶ συνάψεις· ὧν ἡ αἰτία, κἂν ὑφʼ ἡμῶν ἀγνοῆται, σιωπῇ περαίνει τὸ οἰκεῖον.</q> </p></div><div n="15" subtype="section" type="textpart"><p rend="indent"><q>οὐ μὴν ἀλλά γε τὰ δημόσια τῶν πόλεων μηνίματα τὸν τοῦ δικαίου λόγον ἔχει πρόχειρον. <milestone n="10" unit="tlnum"/> 
<milestone n="559a" unit="stephpage" xml:id="stephpage-559a"/> ἓν γάρ τι πρᾶγμα καὶ συνεχὲς ἡ πόλις ὥσπερ ζῷον οὐκ ἐξιστάμενον αὑτοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὑτοῦ</foreign> X: <foreign xml:lang="grc">αὐτῆς</foreign> </note> ταῖς καθʼ ἡλικίαν μεταβολαῖς οὐδʼ ἕτερον ἐξ ἑτέρου τῷ χρόνῳ γιγνόμενον, ἀλλὰ συμπαθὲς· ἀεὶ καὶ οἰκεῖον αὑτῷ, καὶ πᾶσαν ὧν πράττει κατὰ τὸ κοινὸν ἢ ἔπραξεν αἰτίαν καὶ χάριν ἀναδεχόμενον, <milestone n="15" unit="tlnum"/> μέχρι ἂν ἡ ποιοῦσα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἡ ἑνοποιοῦσα</foreign> Ruhnkenius</note> καὶ συνδέουσα ταῖς ἐπιπλοκαῖς κοινωνία τὴν ἑνότητα διαφυλάττῃ. τὸ δὲ πολλὰς πόλεις διαιροῦντα τῷ χρόνῳ ποιεῖν μᾶλλον δʼ ἀπείρους, ὅμοιόν ἐστι τῷ πολλοὺς τὸν ἕνα ποιεῖν ἄνθρωπον, ὅτι νῦν πρεσβύτερός ἐστι πρότερον δὲ <milestone n="20" unit="tlnum"/> 
<milestone n="559b" unit="stephpage" xml:id="stephpage-559b"/> νεώτερος ἀνωτέρω δὲ μειράκιον ἦν. μᾶλλον δʼ ὅλως ταῦτά γε τοῖς Ἐπιχαρμείοις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἐπιχαρμείοις</foreign>] cf. Lorenz. p. 268 vs 13 sqq.</note> ἔοικεν, ἐξ ὧν ὁ αὐξόμενος ἀνέφυ τοῖς σοφισταῖς λόγος ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος, νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος· ὁ δὲ κληθεὶς ἐπὶ δεῖπνον ἐχθὲς ἄκλητος ἣκει τήμερον· ἄλλος; <milestone n="25" unit="tlnum"/> γάρ ἐστι. καίτοι μείζονάς γε παραλλαγὰς αἱ ἡλικίαι περὶ ἕκαστον ἡμῶν ποιοῦσιν ἢ κοινῇ περὶ τὰς πόλεις γνοίη γὰρ ἄν τις ἰδὼν τὰς Ἀθήνας ἔτει τριακοστῷ, <pb xml:id="v.3.p.445"/> καὶ τὰ νῦν ἤθη καὶ κινήματα παιδιαί τε καὶ σπουδαὶ καὶ χάριτες καὶ ὀργαὶ τοῦ δήμου πάνυ γε τοῖς παλαιοῖς ἐοίκασι· ἀνθρώπου δὲ μόλις ἄν τις οἰκεῖος ἢ φίλος ἐντυχὼν διὰ χρόνου μορφὴν γνωρίσειεν αἱ <milestone n="5" unit="tlnum"/> 
<milestone n="559c" unit="stephpage" xml:id="stephpage-559c"/> δὲ τῶν ἠθῶν μεταβολαὶ παντὶ λόγῳ καὶ πόνῳ καὶ πάθει καὶ νόμῳ ῥᾳδίως τρεπόμεναι καὶ πρὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ πρὸς</foreign>] <foreign xml:lang="grc">πρὸς</foreign> R</note> τὸν ἀεὶ συνόντα τὴν ἀτοπίαν καὶ τὴν καινότητα θαυμαστὴν ἔχουσιν. ἀλλʼ ἄνθρωπός τε λέγεται μέχρι τέλους εἷς ἀπὸ γενέσεως, πόλιν τε τὴν αὐτὴν ὡσαύτως <milestone n="10" unit="tlnum"/> διαμένουσαν ἐνέχεσθαι τοῖς ὀνείδεσι τῶν προγόνων ἀξιοῦμεν, ᾧ δικαίῳ μέτεστιν αὐτῇ δόξης τε τῆς ἐκείνων καὶ δυνάμεως· ἢ λήσομεν εἰς τὸν Ἡρακλείτειον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἡρακλείτειον</foreign>] Bywater p. 16</note> ἅπαντα πράγματα ποταμὸν ἐμβαλόντες, εἰς ὃν οὔ φησι δὶς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὶς</foreign>] <foreign xml:lang="grc">δὶς ἂν σʼ</foreign>?</note> ἐμβῆναι τῷ πάντα κινεῖν καὶ ἑτεροιοῦν <milestone n="15" unit="tlnum"/> τὴν φύσιν μεταβάλλουσαν.</q></p></div><div n="16" subtype="section" type="textpart"><p rend="indent"><q>εἰ δʼ ἐστὶ πόλις ἓν πρᾶγμα καὶ συνεχές, 
<milestone n="559d" unit="stephpage" xml:id="stephpage-559d"/> ἔστι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔστι</foreign> R: <foreign xml:lang="grc">ἔστι τι</foreign> </note> δήπου καὶ γένος ἐξηρτημένον ἀρχῆς μιᾶς καὶ δύναμίν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ ἐς δύναμιν</foreign> R</note> τινα καὶ κοινωνίαν διαπεφυκυῖαν ἀναφερούσης καὶ τὸ γεννηθὲν οὐχ ὥς τι δημιούργημα <milestone n="20" unit="tlnum"/> πεποιημένον ἀπήλλακται τοῦ γεννήσαντος· ἐξ αὐτοῦ γὰρ οὐχ ὑπʼ αὐτοῦ γέγονεν· ὥστʼ ἔχει τι καὶ φέρεται τῶν ἐκείνου μέρος ἐν ἑαυτῷ καὶ κολαζόμενον προσηκόντως καὶ τιμώμενον. εἰ δὲ μὴ δόξαιμι παίζειν, ἐγὼ φαίην ἂν ἀνδριάντα Κασάνδρου καταχαλκευόμενον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καταχαλκευόμενον</foreign>] <foreign xml:lang="grc">χαλκοῦν καταχωνευόμενον</foreign> R</note> <milestone n="25" unit="tlnum"/> ὑπʼ Ἀθηναίων πάσχειν ἀδικώτερα καὶ τὸ Διονυσίου σῶμα μετὰ τὴν τελευτὴν ἐξοριζόμενον <pb xml:id="v.3.p.446"/> ὑπὸ Συρακοσίων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Συρακοσίων</foreign> *: <foreign xml:lang="grc">συρακουσίων</foreign> </note> ἢ τοὺς ἐκγόνους αὐτῶν δίκην τίνοντας. 
<milestone n="559e" unit="stephpage" xml:id="stephpage-559e"/> τῷ μὲν γὰρ ἀνδριάντι τῆς Κασάνδρου φύσεως οὐθὲν ἔνεστι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἔνεστι</foreign> R: <foreign xml:lang="grc">ἐστι</foreign> </note>, καὶ τὸν νεκρὸν ἡ Διονυσίου ψυχὴ προλέλοιπε· Νυσαίῳ δὲ καὶ Ἀπολλοκράτει καὶ Ἀντιπάτρῳ <milestone n="5" unit="tlnum"/> καὶ Φιλίππῳ καὶ τοῖς ἄλλοις ὁμοίως παισὶ τῶν πονηρῶν τὸ κυριώτατον ἐμπέφυκε καὶ πάρεστι μέρος, οὐχ ἡσυχαῖον οὐδʼ ἀργόν, ἀλλὰ ζῶσιν αὐτῷ καὶ τρέφονται καὶ διοικοῦνται καὶ φρονοῦσι. καὶ οὐθὲν δεινὸν οὐδʼ ἄτοπον, ἂν ἐκείνων ὄντες ἔχωσι <milestone n="10" unit="tlnum"/> τὰ ἐκείνων· καθόλου δʼ εἰπεῖν, ὥσπερ ἐν ἰατρικῇ τὸ χρήσιμον καὶ δίκαιόν ἐστι, καὶ γελοῖος ὁ φάσκων 
<milestone n="559f" unit="stephpage" xml:id="stephpage-559f"/> ἄδικον εἶναι τῶν ἰσχίον πονούντων κάειν τὸν ἀντίχειρα, καὶ τοῦ ἥπατος ὑπούλου γεγονότος ἀμύσσειν τὸ ἐπιγάστριον, καὶ τῶν βοῶν, ἂν εἰς τὰς χηλὰς <milestone n="15" unit="tlnum"/> μαλακιῶσι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">malim <foreign xml:lang="grc">μαλκίωσι</foreign> </note>, προσαλείφειν τὰ ἄκρα τῶν κεράτων· οὕτως ὁ περὶ τὰς κολάσεις ἄλλο τι δίκαιον ἢ τὸ θεραπεῦον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">θεραπεῦον</foreign> R: <foreign xml:lang="grc">θεραπεύειν</foreign> </note> τὴν κακίαν ἡγούμενος, καὶ ἀγανακτῶν ἐάν τις διʼ ἑτέρων ἐφʼ ἑτέρους ἀναφέρῃ τὴν ἰατρείαν, ὥσπερ οἱ τὴν φλέβα διαιροῦντες ἵνα τὴν ὀφθαλμίαν <milestone n="20" unit="tlnum"/> κουφίσωσιν, οὐδὲν ἔοικε περαιτέρω τῆς αἰσθήσεως ἐφορᾶν οὐδὲ μνημονεύειν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μνημονεύειν</foreign> R: <foreign xml:lang="grc">μνημονεύει</foreign> </note>, ὅτι καὶ διδάσκαλος παίδων 
<milestone n="560a" unit="stephpage" xml:id="stephpage-560a"/> ἑνὸς καθικόμενος ἑτέρους ἐνουθέτησε, καὶ στρατηγὸς ἐκ δεκάδος ἀνελὼν ἕνα, πάντας ἐνέτρεψε.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐνέτρεψε</foreign> idem: <foreign xml:lang="grc">ἀνέστρεψε</foreign> </note> καὶ οὕτως οὐ μέρει διὰ μέρους<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μέλει διὰ μέλους</foreign> W</note> ἑτέρου μόνον, ἀλλὰ καὶ <milestone n="25" unit="tlnum"/> ψυχῇ διὰ ψυχῆς γίγνονταί τινες διαθέσεις καὶ κακώσεις καὶ ἐπανορθώσεις μᾶλλον ἢ σώματι διὰ <pb xml:id="v.3.p.447"/> σώματος· ἐκεῖ μὲν γάρ, ὡς ἔοικε, ταὐτὸ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ταὐτὸ</foreign> *: <foreign xml:lang="grc">τὸ αὐτὸ</foreign> </note> δεῖ πάθος ἐγγίγνεσθαι καὶ τὴν αὐτὴν μεταβολὴν ἐνταῦθα δʼ ἡ ψυχὴ ταῖς φαντασίαις ἀγομένη κατὰ τὸ θαρρεῖν καὶ δεδιέναι χεῖρον ἢ βέλτιον διαγίγνεσθαι πέφυκεν. <milestone n="5" unit="tlnum"/></q></p></div><div n="17" subtype="section" type="textpart"><p rend="indent">ἔτι δʼ ἐμοῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δʼ ἐμοῦ</foreign> *: <foreign xml:lang="grc">δέ μου</foreign> </note> λέγοντος, ὑπολαβὼν ὁ Ὀλύμπιχος <q>ἔοικας</q> ἔφη <q>τῷ λόγῳ μεγάλην ὑπόθεσιν ὑποτίθεσθαι, 
<milestone n="560b" unit="stephpage" xml:id="stephpage-560b"/> τὴν ἐπιμονὴν τῆς ψυχῆς.</q> <q>καὶ ὑμῶν γʼ</q> εἶπον ἐγώ <q>διδόντων μᾶλλον δὲ δεδωκότων· ὡς γὰρ τοῦ θεοῦ τὸ κατʼ ἀξίαν νέμοντος ἡμῖν, ὁ λόγος ἐξ <milestone n="10" unit="tlnum"/> ἀρχῆς δεῦρο προελήλυθε</q> κἀκεῖνος <q>εἶτα δʼ</q> ἔφη <q>νομίζεις ἕπεσθαι τῷ τοὺς θεοὺς ἐπιβλέπειν καὶ νέμειν ἕκαστα τῶν καθʼ ἡμᾶς τὸ τὰς ψυχὰς ὑπάρχειν ἢ, πάμπαν ἀφθάρτους ἢ χρόνον τινὰ μετὰ τὴν τελευτὴν ἐπιμενούσας;</q> <q>οὔκ, ὦ γαθέ</q> εἶπον <q>ἀλλὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀλλὰ</foreign>] <foreign xml:lang="grc">ἅμα</foreign> R. Nihil opus</note> μικρὸς <milestone n="15" unit="tlnum"/> οὕτω καὶ κενόσπουδος ὁ θεός ἐστιν, ὥστε μηδὲν ἡμῶν ἐχόντων θεῖον ἐν αὑτοῖς μηδὲ προσόμοιον ἁμωσγέπως ἐκείνῳ καὶ διαρκὲς καὶ βέβαιον, ἀλλὰ 
<milestone n="560c" unit="stephpage" xml:id="stephpage-560c"/> φύλλοις, ὡς Ὅμηρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὁμηρος</foreign>] Z 146</note> ἔφη, παραπλησίως ἀπομαραινομένων παντάπασι καὶ φθινόντων ἐν ὀλίγῳ, ποιεῖσθαι <milestone n="20" unit="tlnum"/> λόγον τοσοῦτον, ὥσπερ αἱ τοὺς Ἀδώνιδος κήπους ἐπʼ ὀστράκοις τισὶ τιθηνούμεναι καὶ θεραπεύουσαι γυναῖκες, ἐφημέρους ψυχὰς ἐν σαρκὶ τρυφερᾷ καὶ βίου ῥίζαν ἰσχυρὰν οὐ δεχομένῃ βλαστανούσας, εἶτʼ ἀποσβεννυμένας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐφημέρου ψυχῆς - βλαστανούσης, εἶτα ἀποσβεννυμένης</foreign> R</note> εὐθὺς ὑπὸ τῆς τυχούσης <milestone n="25" unit="tlnum"/> προφάσεως· εἰ δὲ βούλει, τοὺς ἄλλους θεοὺς ἐάσας σκόπει τουτονὶ τὸν ἐνταυθοῖ τὸν ἡμέτερον, εἴ σοι <pb xml:id="v.3.p.448"/> δοκεῖ, τὰς ψυχὰς τῶν τελευτώντων ἀπολλυμένας ἐπιστάμενος εὐθύς, ὥσπερ ὁμίχλας ἢ καπνοὺς ἀποπνεούσας 
<milestone n="560d" unit="stephpage" xml:id="stephpage-560d"/> τῶν σωμάτων, ἱλασμούς τε πολλοὺς προσφέρειν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προσφέρειν κἑ</foreign>] cf. Symb. meas</note> τῶν κατοιχομένων καὶ γέρα μεγάλα καὶ τιμὰς ἀπαιτεῖν <milestone n="5" unit="tlnum"/> τοῖς τεθνηκόσιν, ἐξαπατῶν καὶ φενακίζων τοὺς πιστεύοντας. ἐγὼ μὲν γὰρ οὐκ ἂν προείμην τῆς ψυχῆς τὴν διαμονήν, εἰ μή τις, ὥσπερ ὁ Ἡρακλῆς, ὑφελὼν τὸν τρίποδα τῆς Πυθίας ἀναιρήσει καὶ διαφθερεῖ τὸ χρηστήριον. ἄχρι δὲ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δὲ</foreign> M</note> τοῦ πολλὰ τοιαῦτα <milestone n="10" unit="tlnum"/> προθεσπίζεσθαι καὶ καθʼ ἡμᾶς, οἷα καὶ Κόρακι τῷ Ναξίῳ χρησθῆναι λέγουσιν, οὐχ ὅσιόν ἐστι τῆς ψυχῆς καταγνῶναι θάνατον</q> καὶ ὁ Πατροκλέας <q>τί δʼ ἦν 
<milestone n="560e" unit="stephpage" xml:id="stephpage-560e"/></q> ἔφη <q>τὸ χρησθὲν ἢ τίς ὁ Κόραξ οὗτος; ὡς ἐμοὶ καὶ τὸ πρᾶγμα καὶ τοὔνομα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοὔνομα</foreign> scripsi cum X: <foreign xml:lang="grc">τὸ ὀνομαζόμενον</foreign> </note> ξένον.</q> <q>οὐδαμῶς</q> εἶπον, <milestone n="15" unit="tlnum"/> <q>ἀλλʼ αἴτιος ἐγὼ παρωνύμῳ χρησάμενος ἀντὶ τοῦ ὀνόματος. ὁ γὰρ· ἀποκτείνας ἐν τῇ μάχῃ τὸν Ἀρχίλοχον ἐκαλεῖτο Καλλώνδης, ὡς ἔοικεν, ἦν δʼ αὐτῷ Κόραξ ἐπωνύμιον. ἐκβληθεὶς δὲ τὸ πρῶτον ὑπὸ τῆς Πυθίας ὡς ἱερὸν ἄνδρα τῶν Μουσῶν ἀνῃρηκώς, εἶτα <milestone n="20" unit="tlnum"/> χρησάμενος. λιταῖς τισι καὶ προστροπαῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προστροπαῖς</foreign> Emperius: <foreign xml:lang="grc">προτροπαῖς</foreign> </note> μετὰ δικαιολογίας ἐκελεύσθη πορευθεὶς ἐπὶ τὴν τοῦ Τέττιγος οἴκησιν ἱλάσασθαι τὴν τοῦ Ἀρχιλόχου ψυχήν. τοῦτο δʼ ἦν ὁ Ταίναρος· ἐπεῖ γάρ φασιν ἐλθόντα μετὰ 
<milestone n="560f" unit="stephpage" xml:id="stephpage-560f"/> στόλου Τέττιγα τὸν Κρῆτα πόλιν κτίσαι καὶ κατοικῆσαι <milestone n="25" unit="tlnum"/> παρὰ τὸ ψυχοπομπεῖον. ὁμοίως δὲ καὶ Σπαρτιάταις χρησθὲν ἱλάσασθαι τὴν Παυσανίου ψυχήν, <pb xml:id="v.3.p.449"/> ἐξ Ἰταλίας μεταπεμφθέντες οἱ ψυχαγωγοὶ καὶ θύσαντες ἀπεσπάσαντο τοῦ ἱεροῦ τὸ εἴδωλον.</q> </p></div><div n="18" subtype="section" type="textpart"><p rend="indent"><q>εἷς οὖν ἐστιν</q> ἔφην <q>λόγος ὁ τοῦ θεοῦ τὴν πρόνοιαν ἅμα καὶ τὴν διαμονὴν τῆς ἀνθρωπίνης <milestone n="5" unit="tlnum"/> ψυχῆς βεβαιῶν, καὶ θάτερον οὐκ ἔστιν ἀπολιπεῖν ἀναιροῦντα θάτερον. οὔσῃ δὲ τῇ ψυχῇ μετὰ τὴν τελευτὴν μᾶλλον εἰκός ἐστι καὶ τιμὰς ἀποδίδοσθαι 
<milestone n="561a" unit="stephpage" xml:id="stephpage-561a"/> καὶ τιμωρίας· · ἀγωνίζεται γὰρ ὥσπερ ἀθλητὴς κατὰ τὸν βίον· ὅταν δὲ διαγωνίσηται, τότε τυγχάνει τῶν <milestone n="10" unit="tlnum"/> προσηκόντων. ἀλλʼ ἃς μὲν ἐκεῖ καθʼ ἑαυτὴν οὖσα κομίζεται τῶν προβεβιωμένων χάριτας ἤ τινας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ τιμὰς</foreign> (malim <foreign xml:lang="grc">ἢ τιμάς τινας</foreign>) <foreign xml:lang="grc">καὶ κολάσεις</foreign> W</note> κολάσεις, οὐδέν εἰσι πρὸς ἡμᾶς τοὺς ζῶντας, ἀλλʼ ἀπιστοῦνται καὶ λανθάνουσιν αἱ δὲ διὰ τῶν παίδων ἰοῦσαι καὶ διὰ γένους, ἐμφανεῖς τοῖς δεῦρο γενόμεναι, <milestone n="15" unit="tlnum"/> πολλοὺς ἀποτρέπουσι καὶ συστέλλουσι τῶν πονηρῶν. ὅτι δʼ οὐκ ἔστιν αἰσχίων καὶ λυποῦσα μᾶλλον ἑτέρα κόλασις ἢ τοὺς ἐξ ἑαυτῶν κακὰ πάσχοντας διʼ αὑτοὺς ὁρᾶν, καὶ ὅτι ψυχὴν ἀνδρὸς; ἀσεβοῦς 
<milestone n="561b" unit="stephpage" xml:id="stephpage-561b"/> καὶ παρανόμου μετὰ θάνατον ἐφορῶσαν οὐκ <milestone n="20" unit="tlnum"/> ἀνδριάντας οὐδὲ τιμάς τινας, ἀνατρεπομένας ἀλλὰ παῖδας ἢ φίλους ἢ γένος οἰκεῖον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἢ οἰκείους</foreign> R</note> αὑτῆς ἀτυχήμασι χρωμένους μεγάλοις διʼ αὑτὴν καὶ δίκην τίνοντας, οὐδεὶς ἂν ἀναπείσειεν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀναπείσειεν</foreign> Emperius: <foreign xml:lang="grc">ἀγαπήσειεν</foreign> </note> αὖθις ἐπὶ ταῖς τοῦ Διὸς τιμαῖς ἄδικον γενέσθαι καὶ ἀκόλαστον, ἔχω μέν τινα καὶ· <milestone n="25" unit="tlnum"/> λόγον εἰπεῖν ἔναγχος ἀκηκοώς, ὀκνῶ δὲ μὴ φανῇ μῦθος ὑμῖν· μόνῳ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">malim <foreign xml:lang="grc">μόνον</foreign> </note> οὖν χρῶμαι τῷ εἰκότι.</q> <pb xml:id="v.3.p.450"/> <q>μηδαμῶς</q> εἶπεν ὁ Ὀλύμπιχος <q>ἀλλὰ δίελθε κἀκεῖνον</q> τὰ δʼ αὐτὰ καὶ τῶν ἄλλων δεομένων, <q>ἐάσατʼ</q> εἶπον <q>ἀποδοῦναί με τῷ λόγῳ τὸ εἰκός· ὕστερον δὲ τὸν μῦθον, ἐὰν δόξῃ, κινήσομεν, εἴ γε δὴ μῦθός ἐστιν. <milestone n="5" unit="tlnum"/></q> 
<milestone n="561c" unit="stephpage" xml:id="stephpage-561c"/> </p></div><div n="19" subtype="section" type="textpart"><p rend="indent"><q>ὁ γὰρ Βίων τὸν θεὸν κολάζοντα τοὺς παῖδας τῶν πονηρῶν γελοιότερον εἶναί φησιν ἰατροῦ, διὰ νόσον πάππου καὶ πατρὸς ἔκγονον ἢ παῖδα φαρμακεύοντος. ἔστι δὲ πῆ μὲν ἀνόμοια τὰ πράγματα πῆ δʼ ἐοικότα καὶ ὅμοια. νόσου μὲν γὰρ ἄλλος <milestone n="10" unit="tlnum"/> ἄλλον οὐ παύει θεραπευόμενος, οὐδὲ βέλτιόν τις ἔσχε τῶν ὀφθαλμιώντων ἢ πυρεττόντων ἰδὼν ἄλλον ὑπαλειφόμενον ἢ καταπλαττόμενον αἱ δὲ τιμωρίαι τῶν πονηρῶν διὰ τοῦτο δείκνυνται πᾶσιν, ὅτι δίκης 
<milestone n="561d" unit="stephpage" xml:id="stephpage-561d"/> κατὰ λόγον περαινομένης ἔργον ἐστὶν ἑτέρους διʼ <milestone n="15" unit="tlnum"/> ἑτέρων κολαζομένων ἐπισχεῖν. δὲ προσέοικε τῷ ζητουμένῳ τὸ παραβαλλόμενον ὑπὸ τοῦ Βίωνος ἔλαθεν αὐτόν· ἤδη γὰρ ἀνδρὸς εἰς νόσημα μοχθηρὸν οὐ μὴν ἀνίατον ἐμπεσόντος, εἶτʼ ἀκρασίᾳ καὶ μαλακίᾳ προεμένου τῷ πάθει τὸ σῶμα καὶ διαφθαρέντος <milestone n="20" unit="tlnum"/> υἱὸν οὐ δοκοῦντα νοσεῖν, ἀλλὰ μόνον ἐπιτηδείως ἔχοντα πρὸς τὴν αὐτὴν νόσον ἰατρὸς ἢ οἰκεῖος ἢ ἀλείπτης καταμαθὼν ἢ δεσπότης χρηστός, ἐμβαλὼν εἰς δίαιταν αὐστηρὰν καὶ ἀφελὼν ὄψα καὶ πέμματα καὶ πότους καὶ γύναια, φαρμακείαις δὲ χρησάμενος <milestone n="25" unit="tlnum"/> 
<milestone n="561e" unit="stephpage" xml:id="stephpage-561e"/> ἐνδελεχέσι καὶ διαπονήσας τὸ σῶμα γυμνασίοις, ἐσκέδασε καὶ ἀπέπεμψε, μεγάλου πάθους σπέρμα μικρὸν οὐκ ἐάσας εἰς μέγεθος προελθεῖν. ἦ γὰρ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἦ γὰρ</foreign> *: <foreign xml:lang="grc">ἢ γὰρ</foreign> </note> οὐχ οὕτω παρακελευόμεθα, προσέχειν ἀξιοῦντες ἑαυτοῖς καὶ <pb xml:id="v.3.p.451"/> παραφυλάττεσθαι καὶ μὴ παραμελεῖν ὅσοι γεγόνασιν ἐκ πατέρων ἢ μητέρων νοσηματικῶν, ἀλλʼ εὐθὺς ἐξωθεῖν τὴν ἐγκεκραμένην ἀρχὴν εὐκίνητον οὖσαν καὶ ἀκροσφαλῆ προκαταλαμβάνοντας;</q><q>πάνυ μὲν οὖν <milestone n="5" unit="tlnum"/></q> ἔφασαν. <q>οὐ τοίνυν ἄτοπον</q> εἶπον <q>ἀλλʼ ἀναγκαῖον, οὐδὲ γελοῖον ἀλλʼ ὠφέλιμον πρᾶγμα ποιοῦμεν, ἐπιληπτικῶν 
<milestone n="561f" unit="stephpage" xml:id="stephpage-561f"/> παισὶ καὶ μελαγχολικῶν καὶ ποδαγρικῶν γυμνάσια καὶ διαίτας καὶ φάρμακα προσάγοντες οὐ νοσοῦσιν ἀλλʼ ἕνεκα τοῦ μὴ νοσῆσαι· τὸ γὰρ ἐκ πονηροῦ <milestone n="10" unit="tlnum"/> σώματος γιγνόμενον σῶμα τιμωρίας μὲν οὐδεμιᾶς ἰατρείας δὲ καὶ φυλακῆς ἄξιόν ἐστιν· ἣν εἴ τις, ὅτι τὰς ἡδονὰς ἀφαιρεῖ καὶ δηγμὸν ἐπάγει καὶ πόνον, τιμωρίαν ὑπὸ δειλίας καὶ μαλακίας ἀποκαλεῖ, χαίρειν ἐατέον. ἆρʼ οὖν σῶμα μὲν ἔκγονον φαύλου σώματος <milestone n="15" unit="tlnum"/> ἄξιόν ἐστι θεραπεύειν καὶ φυλάττειν, κακίας δὲ 
<milestone n="562a" unit="stephpage" xml:id="stephpage-562a"/> ὁμοιότητα συγγενικὴν ἐν νέῳ βλαστάνουσαν ἤθει καὶ ἀναφυομένην ἐᾶν δεῖ καὶ περιμένειν καὶ μέλλειν, ἄχρι ἐν ἐκχυθεῖσα τοῖς πάθεσιν ἐμφανὴς γένηται <quote rend="blockquote"><l>κακόφρονά τʼ ἀμφάνῃ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τʼ ἀμφάνῃ</foreign> Ruhnkenius: <foreign xml:lang="grc">τὸ ἀμφανῆ</foreign> </note> πραπίδων <milestone n="20" unit="tlnum"/> </l><l>καρπόν </l></quote> ὥς φησι Πίνδαρος;<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Πίνδαρος</foreign>] Bergk. 1 p. 451</note></q> </p></div><div n="20" subtype="section" type="textpart"><p rend="indent"><q>ἢ κατὰ τοῦτο μὲν ὁ θεὸς οὐδὲν τοῦ Ἡσιόδου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἡσιόδου</foreign>] <title>OD</title> 735</note> σοφώτερος διακελευομένου καὶ παρεγγυῶντος <quote rend="blockquote"><l>μηδʼ ἀπὸ δυστήνοιο<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">δυστήνοιο</foreign>] <foreign xml:lang="grc">δυσφήμοιο</foreign> Hesiodus</note> τάφου ἀπονοστήσαντα <milestone n="25" unit="tlnum"/> </l><l>σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός,</l></quote> ὡς οὐ κακίαν μόνον οὐδʼ ἀρετὴν ἀλλὰ καὶ λύπην <pb xml:id="v.3.p.452"/> καὶ χαρὰν καὶ πάνθʼ ὅσʼ ἀναδεχομένης τῆς γενέσεως, ἱλαροὺς καὶ ἡδεῖς καὶ διακεχυμένους ἄγειν πρὸς τὴν τέκνωσιν; ἐκεῖνο δʼ οὐκ ἔστι καθʼ Ἡσίοδον 
<milestone n="562b" unit="stephpage" xml:id="stephpage-562b"/> οὐδʼ ἀνθρωπίνης ἔργον σοφίας ἀλλὰ θεοῦ, τὸ διορᾶν <milestone n="5" unit="tlnum"/> καὶ διαισθάνεσθαι τὰς ὁμοιοπαθείας καὶ τὰς διαφοράς, πρὶν εἰς μεγάλα τοῖς πάθεσιν ἐμπεσούσας<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐκπεσούσας</foreign> R</note> ἀδικήματα γενέσθαι καταφανεῖς. ἄρκτων μὲν γὰρ ἔτι νήπια καὶ λύκων τέκνα καὶ πιθήκων εὐθὺς ἐμφαίνει τὸ συγγενὲς ἦθος, ὑπὸ μηδενὸς ὑπαμπεχόμενον <milestone n="10" unit="tlnum"/> μηδὲ καταπλαττόμενον· ἡ δʼ ἀνθρώπου φύσις εἰς ἔθη καὶ δόγματα καὶ νόμους ἑαυτὴν ἐμβαλοῦσα, κρύπτει τὰ φαῦλα καὶ τὰ καλὰ μιμεῖται πολλάκις, 
<milestone n="562c" unit="stephpage" xml:id="stephpage-562c"/> ὥστʼ ἢ παντάπασιν ἐξαλεῖψαι καὶ διαφυγεῖν ἐγγενῆ κηλῖδα τῆς κακίας, ἢ διαλαθεῖν πολὺν χρόνον, οἷον <milestone n="15" unit="tlnum"/> ἔλυτρόν τι ἑαυτῇ τὴν πανουργίαν περιβαλοῦσα, διαλαθεῖν δʼ ἡμᾶς τοὺς ὥσπερ ὑπὸ πληγῆς ἢ δήγματος ἑκάστου τῶν ἀδικημάτων μόλις αἰσθανομένους τῆς κακίας, μᾶλλον δʼ ὅλως τότε γίγνεσθαι νομίζοντας ἀδίκους ὅτʼ ἀδικοῦσιν, ἀκολάστους ὅθʼ ὑβρίζουσιν <milestone n="20" unit="tlnum"/> καὶ ἀνάνδρους ὅτε φεύγουσιν ὥσπερ εἴ τις οἴοιτο τοῖς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῖς</foreign>] <foreign xml:lang="grc">τότε τοῖς</foreign> R</note> σκορπίοις ἐμφύεσθαι τὸ κέντρον ὅτε τύπτουσι, καὶ ταῖς ἐχίδναις τὸν ἰὸν ὅτε δάκνουσιν· εὐήθως οἰόμενος· οὐ γὰρ ἅμα γίγνεται καὶ φαίνεται τῶν πονηρῶν ἕκαστος, ἀλλʼ ἔχει μὲν ἐξ ἀρχῆς τὴν κακίαν <milestone n="25" unit="tlnum"/> χρῆται δὲ καιροῦ καὶ δυνάμεως ἐπιλαβόμενος 
<milestone n="562d" unit="stephpage" xml:id="stephpage-562d"/> τῷ κλέπτειν ὁ κλέπτης καὶ τῷ παρανομεῖν ὁ τυραννικός. ἀλλʼ ὁ θεὸς οὔτʼ ἀγνοεῖ δήπου τὴν ἑκάστου διάθεσιν καὶ φύσιν ἅτε δὴ ψυχῆς μᾶλλον ἢ <pb xml:id="v.3.p.453"/> σώματος αἰσθάνεσθαι πεφυκώς, οὔτʼ ἀναμένει τὴν βίαν ἐν χερσὶ γενομένην καὶ τὴν ἀναίδειαν ἐν φωνῇ καὶ τὴν ἀκολασίαν ἐν αἰδοίοις κολάζειν· οὐ γὰρ ἀμύνεται τὸν ἀδικήσαντα κακῶς παθὼν οὐδʼ ὀργίζεται <milestone n="5" unit="tlnum"/> τῷ ἁρπάσαντι βιασθεὶς οὐδὲ μισεῖ τὸν μοιχὸν ὑβρισθείς, ἀλλʼ ἰατρείας ἕνεκα τὸν μοιχικὸν καὶ τὸν πλεονεκτικὸν καὶ ἀδικητικὸν κολάζει πολλάκις, ὥσπερ ἐπιληψίαν τὴν κακίαν πρὶν ἢ καταλαβεῖν ἀναιρῶν.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>