<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg106.perseus-grc2:15-16</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg106.perseus-grc2:15-16</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg106.perseus-grc2" type="edition" xml:lang="grc"><div n="15" subtype="section" type="textpart"><p rend="indent">ἐπεὶ δʼ οὐ μόνον ἀλύπως καὶ ἀνεπιφθόνως ἀλλὰ καὶ χρησίμως καὶ ὠφελίμως προσοιστέον ἐστὶ <milestone n="5" unit="tlnum"/> τοὺς ἐπαίνους, ἵνα μὴ τοῦτο πράττειν ἀλλʼ ἕτερὸν τι διὰ τούτου δοκῶμεν· ὅρα πρῶτον, εἰ προτροπῆς ἕνεκα καὶ ζήλου καὶ φιλοτιμίας τῶν ἀκουόντων αὑτὸν ἄν τις ἐπαινέσειεν. ὥσπερ ὁ Νέστωρ τὰς ἑαυτοῦ διηγούμενος ἀριστείας καὶ μάχας τόν τε Πάτροκλον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. Hom. <foreign xml:lang="grc">Λ</foreign> 655 sqq.</note> <milestone n="10" unit="tlnum"/> παρώρμησε καὶ τοὺς ἐννέα πρὸς τὴν μονομαχίαν <milestone n="544e" unit="stephpage" xml:id="stephpage-544e"/> ἀνέστησεν.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">id. H 124 sqq.</note> ἡ γὰρ ἔργον ὁμοῦ· καὶ λόγον ἔχουσα προτροπὴ καὶ παράδειγμα καὶ ζῆλον οἰκεῖον ἔμψυχός ἐστι καὶ κινεῖ καὶ παροξύνει, καὶ μεθʼ ὁρμῆς καὶ προαιρέσεως ἐλπίδας ὡς ἐφικτῶν καὶ οὐκ ἀδυνάτων <milestone n="15" unit="tlnum"/> παρίστησι. διὸ καὶ τῶν ἐν Λακεδαίμονι χορῶν ᾄδουσιν οἱ μὲν τῶν γερόντων <quote rend="blockquote"> ἄμμες ποτʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ποτʼ</foreign>] <foreign xml:lang="grc">ποκʼ</foreign> Cobetus</note> ἦμες ἄλκιμοι νεανίαι </quote> οἱ δὲ τῶν παίδων <quote rend="blockquote"> ἄμμες δὲ γʼ ἐσσόμεθα πολλῷ κάρρονες <milestone n="20" unit="tlnum"/> </quote> οἱ δὲ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἱ μὲν - οἱ δὲ - οἱ δὲ</foreign>] corr. vid. <foreign xml:lang="grc">ὁ μὲν - ὁ δὲ - ὁ δὲ</foreign></note> τῶν νεανίσκων <quote rend="blockquote"> ἄμμες δὲ γʼ εἰμές αἰ δὲ λῇς, αὐγάσδεο· </quote> <milestone n="544f" unit="stephpage" xml:id="stephpage-544f"/> καλῶς καὶ πολιτικῶς τοῦ νομοθέτου τὰ πλησίον καὶ οἰκεῖα παραδείγματα τοῖς νέοις διʼ αὐτῶν τῶν εἰργασμένων ἐπιθέντος. <milestone n="25" unit="tlnum"/> </p></div><div n="16" subtype="section" type="textpart"><p rend="indent">οὐ μὴν ἀλλὰ καὶ καταπλήξεως ἐνιαχοῦ καὶ συστολῆς ἕνεκα καὶ τοῦ ταπεινῶσαι καὶ λαβεῖν <pb xml:id="v.3.p.409"/> ὑποχείριον τὸν αὐθάδη καὶ ἰταμὸν οὐ χεῖρόν ἐστι κομπάσαι τι περὶ αὑτοῦ καὶ μεγαληγορῆσαι. καθάπερ αὖ πάλιν ὁ Νέστωρ <quote rend="blockquote"><l> ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. A 260</note> <milestone n="5" unit="tlnum"/> </l><l> ἀνδράσιν ὡμίλησα, καὶ οὒ ποτὲ μʼ οἵ γʼ ἀθέριζον. </l></quote> <milestone n="545a" unit="stephpage" xml:id="stephpage-545a"/> οὕτω δὴ καὶ πρὸς Ἀλέξανδρον Ἀριστοτέλης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ἀριστοτέλης</foreign>] Fr. 664</note> οὐ μόνον ἔφη τοῖς πολλῶν κρατοῦσιν ἐξεῖναι μέγα φρονεῖν, ἀλλὰ καὶ τοῖς περὶ θεῶν δόξας ἀληθεῖς ἔχουσι. χρήσιμα δὲ καὶ πρὸς πολεμίους καὶ πρὸς ἐχθροὺς <milestone n="10" unit="tlnum"/> τὰ τοιαῦτα <quote rend="blockquote"> δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι. </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">id. Z 127</note> καὶ περὶ τοῦ Περσῶν βασιλέως μεγάλου καλουμένου ὁ Ἀγησίλαος <q>τί δʼ ἐμοῦ γε μείζων ἐκεῖνος, εἰ μὴ καὶ δικαιότερος;</q> καὶ πρὸς τοὺς Λακεδαιμονίους <milestone n="15" unit="tlnum"/> τῶν Θηβαίων κατηγοροῦντας ὁ Ἐπαμεινώνδας <q>ἡμεῖς μὲν γʼ ὑμᾶς βραχυλογοῦντας ἐπαύσαμεν</q> ἀλλὰ <milestone n="545b" unit="stephpage" xml:id="stephpage-545b"/> ταῦτα μὲν πρὸς ἐχθροὺς καὶ πολεμίους· τῶν δὲ φίλων καὶ πολιτῶν οὐ μόνον ἔστι τοὺς θρασυνομένους καταστορέσαι καὶ ποιῆσαι ταπεινοτέρους, ἀλλὰ <milestone n="20" unit="tlnum"/> καὶ τοὺς περιφόβους καὶ καταπλῆγας ἐξᾶραι πάλιν καὶ παρορμῆσαι, χρησάμενον ἐν δέοντι μεγαλαυχίᾳ. καὶ γὰρ ὁ Κῦρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Κῦρος</foreign>] Xen. <title>Cyrop.</title> 7, 1, 17</note> παρὰ τὰ δεινὰ καὶ τὰς μάχας <q>ἐμεγαληγόρει ἄλλοτε δʼ οὐ μεγαλήγορος ἦν.</q> καὶ Ἀντίγονος ὁ δεύτερος τἄλλα μὲν ἦν ἄτυφος καὶ μέτριος, <milestone n="25" unit="tlnum"/> ἐν δὲ τῇ περὶ Κῶν ναυμαχίᾳ τῶν φίλων τινὸς εἰπόντος <q>οὐχ ὁρᾷς, ὅσῳ πλείους εἰσὶν αἱ πολέμιαι νῆες;</q> <milestone n="545c" unit="stephpage" xml:id="stephpage-545c"/> ἐμὲ <q>δὲ γʼ αὐτόν</q> εἶπε πρὸς <q>πόσας ἀντιτάττετε;</q> καὶ <pb xml:id="v.3.p.410"/> τοῦτο δʼ ἔοικε συνιδεῖν Ὅμηρος· τὸν γὰρ Ὀδυσσέα πεποίηκεν, ἀποδειλιώντων τῶν ἑταίρων πρὸς τὸν ψόφον καὶ κλύδωνα τὸν περὶ τὴν Χάρυβδιν, ἀναμιμνήσκοντα τῆς αὑτοῦ δεινότητος καὶ ἀνδρείας· <milestone n="5" unit="tlnum"/> <quote rend="blockquote"><l> οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακόν, ἢ ὅτε Κύκλωψ </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">μ</foreign> 209</note><l> εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῇ γε βίῃφι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κρατερῇφι βίῃφιν</foreign> Homerus</note> </l><l> ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε </l><l> ἐκφύγομεν. </l></quote> οὐ γάρ ἐστι δημαγωγοῦντος οὐδὲ σοφιστιῶντος ὁ <milestone n="10" unit="tlnum"/> τοιοῦτος ἔπαινος οὐδὲ κρότον οὐδὲ ποππυσμὸν αἰτοῦντος, ἀλλὰ τὴν ἀρετὴν καὶ τὴν ἐπιστήμην ἐνέχυρον <milestone n="545d" unit="stephpage" xml:id="stephpage-545d"/> τοῦ θαρρεῖν τοῖς φίλοις διδόντος. μέγα γὰρ ἐν καιροῖς ἐπισφαλέσι πρὸς σωτηρίαν δόξα καὶ πίστις ἀνδρὸς ἡγεμονικὴν ἐμπειρίαν καὶ δύναμιν ἔχοντος· <milestone n="15" unit="tlnum"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>