<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg101.perseus-grc2:9-11</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg101.perseus-grc2:9-11</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg101.perseus-grc2" type="edition" xml:lang="grc"><div n="9" subtype="section" type="textpart"><p rend="indent">ἡ δʼ Εὐριπίδειος Ἰνὼ παρρησίαν ἄγουσα περὶ <milestone n="20" unit="tlnum"/> αὑτῆς εἰδέναι φησὶ <quote rend="blockquote"> σιγᾶν θʼ ὅπου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅπου</foreign> Stobaeus 89, 9: <foreign xml:lang="grc">ὅποι</foreign> </note> δεῖ καὶ λέγειν ἵνʼ ἀσφαλές. </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 486</note> οἱ γὰρ εὐγενοῦς καὶ βασιλικῆς τῷ ὄντι παιδείας τυχόντες πρῶτον σιγᾶν εἶτα λαλεῖν μανθάνουσιν. <milestone n="506d" unit="stephpage" xml:id="stephpage-506d"/>Ἀντίγονος γοῦν ὁ βασιλεὺς ἐκεῖνος, ἐρωτήσαντος <milestone n="25" unit="tlnum"/> αὐτὸν τοῦ υἱοῦ πηνίκα μέλλουσιν ἀναζευγνύειν, <q>τί δέδοικας;</q> εἶπε <q>μὴ μόνος οὐκ ἀκούσῃς τῆς <pb xml:id="v.3.p.313"/> σάλπιγγος;</q> οὐκ ἄρα φωνὴν ἐπίστευεν ἀπόρρητον ᾧ τὴν βασιλείαν ἀπολείπειν ἔμελλεν; ἐδίδασκε μὲν οὖν αὐτὸν ἐγκρατῶς ἔχειν πρὸς τὰ τοιαῦτα καὶ πεφυλαγμένως. Μέτελλος δʼ ὁ γέρων ἕτερόν τι τοιοῦτον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοιοῦτον</foreign> *: <foreign xml:lang="grc">τοιοῦτο</foreign> </note> <milestone n="5" unit="tlnum"/> ἐπερωτώμενος ἐπὶ στρατείας <q>εἰ</q> φησὶν <q>ᾤμην τὸν χιτῶνά μοι συνειδέναι τοῦτο τἀπόρρητον,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀπόρρητον</foreign> * hic et infra: <foreign xml:lang="grc">τὸ ἀπόρρητον</foreign> </note> ἀποδυσάμενος ἂν αὐτὸν ἐπὶ τὸ πῦρ ἔθηκα</q> Εὐμένης δʼ ἀκούσας ἐπέρχεσθαι Κρατερὸν οὐδενὶ τῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸ</foreign> p. 202 a</note> φίλων ἔφρασεν, <milestone n="506e" unit="stephpage" xml:id="stephpage-506e"/> ἀλλʼ ἐψεύσατο Νεοπτόλεμον εἶναι· τούτου γὰρ οἱ <milestone n="10" unit="tlnum"/> στρατιῶται κατεφρόνουν, ἐκείνου δὲ καὶ τὴν δόξαν ἐθαύμαζον καὶ τὴν ἀρετὴν ἠγάπων. ἔγνω δʼ οὐδεὶς ἄλλος, ἀλλὰ συμβαλόντες ἐκράτησαν καὶ ἀπέκτειναν αὐτὸν ἀγνοοῦντες καὶ νεκρὸν ἐπέγνωσαν. οὕτως ἐστρατήγησεν ἡ σιωπὴ τὸν ἀγῶνα καὶ τηλικοῦτον <milestone n="15" unit="tlnum"/> ἀνταγωνιστὴν ἀπέκρυψεν· ὥστʼ αὐτὸν τοὺς φίλους μὴ προειπόντα θαυμάζειν μᾶλλον ἢ μέμφεσθαι· κἂν μέμφηται δέ τις, ἐγκαλεῖσθαι βέλτιόν ἐστι σωθέντα διʼ ἀπιστίαν ἢ κατηγορεῖν ἀπολλύμενον διὰ τὸ πιστεῦσαι. <milestone n="20" unit="tlnum"/> </p></div><div n="10" subtype="section" type="textpart"><p rend="indent">τίς δʼ ὅλως ἑαυτῷ παρρησίαν ἀπολέλοιπε <milestone n="506f" unit="stephpage" xml:id="stephpage-506f"/> κατὰ τοῦ μὴ σιωπήσαντος; εἰ γὰρ ἀγνοεῖσθαι τὸν λόγον ἔδει, κακῶς ἐλέχθη πρὸς ἄλλον· εἰ δʼ ἀφεὶς ἐκ σεαυτοῦ κατέχεις ἐν ἑτέρῳ τἀπόρρητον, εἰς ἀλλοτρίαν πίστιν καταπέφευγας τὴν σεαυτοῦ προέμενος. <milestone n="25" unit="tlnum"/> κἂν μὲν ἐκεῖνος ὅμοιός σοι γένηται, δικαίως ἀπόλωλας· ἂν δὲ βελτίων, σῴζῃ παραλόγως ἕτερον εὑρὼν ὑπὲρ σεαυτὸν πιστότερον. ἀλλὰ <q>φίλος οὗτος <pb xml:id="v.3.p.314"/> ἐμοί.</q> τούτῳ δʼ ἕτερός τις, ᾧ πιστεύσει καὶ οὗτος ὡς ἐγὼ τούτῳ· κἀκεῖνος ἄλλῳ πάλιν· εἶθʼ οὕτως ἐπιγονὴν λαμβάνει καὶ πολλαπλασιασμόν, εἰρομένης τῆς ἀκρασίας, ὁ λόγος. ὡς γὰρ ἡ μονὰς οὐκ <milestone n="5" unit="tlnum"/> <milestone n="507a" unit="stephpage" xml:id="stephpage-507a"/> ἐκβαίνει τὸν ἑαυτῆς ὅρον ἀλλʼ ἅπαξ τὸ ἓν μένει, διὸ κέκληται μονάς· ἡ δὲ δυὰς ἀρχὴ διαφορᾶς ἀόριστος· εὐθὺς γὰρ ἑαυτὴν ἐξίστησι τῷ διπλασιασμῷ εἰς τὸ πλῆθος τρεπομένη· οὕτω λόγος ἐν τῷ πρώτῳ καταμένων ἀπόρρητος ὡς ἀληθῶς ἐστιν· ἂν δʼ εἰς <milestone n="10" unit="tlnum"/> ἕτερον ἐκβῇ φήμης ἔσχε τάξιν. <q>ἔπεα</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. B 7. <foreign xml:lang="grc">Φ</foreign> 73. passim</note> γάρ <q>πτερόεντα</q> φησὶν ὁ ποιητής οὔτε γὰρ πτηνὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὔτε γὰρ πτηνὸν κἑ</foreign>] cf. Nauck. p. 691</note> ἐκ τῶν χειρῶν ἀφέντα ῥᾴδιόν ἐστιν αὖθις κατασχεῖν, οὔτε λόγον ἐκ τοῦ στόματος προέμενον κρατῆσαι καὶ συλλαβεῖν δυνατόν, ἀλλὰ φέρεται <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote"> λαιψηρὰ κυκλώσας πτερά</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. p. 750 b</note> διʼ ἄλλων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διʼ ἄλλων</foreign>] <foreign xml:lang="grc">διʼ ἄμενων</foreign> codex D, unde fort. <foreign xml:lang="grc">διʼ ἀνέμων</foreign> corrigendum</note> ἐπʼ ἄλλους σκιδνάμενος. νεὼς μὲν γὰρ ἁρπαγείσης ὑπὸ πνεύματος ἐπιλαμβάνονται, σπείραις <milestone n="507b" unit="stephpage" xml:id="stephpage-507b"/> καὶ ἀγκύραις τὸ τάχος ἀμβλύνοντες· τοῦ λόγου δʼ ὥσπερ ἐκ λιμένων ἐκδραμόντος οὐκ ἔστιν ὅρμος οὐδʼ <milestone n="20" unit="tlnum"/> ἀγκυροβόλιον, ἀλλὰ ψόφῳ πολλῷ καὶ ἤχῳ φερόμενος προσέρρηξε καὶ κατέδυσεν εἰς μέγαν τινὰ καὶ δεινὸν τὸν φθεγξάμενον κίνδυνον. <quote rend="blockquote"><l> μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 486</note><l> πρήσειεν ἄν τις· καὶ πρὸς ἄνδρʼ εἰπὼν ἕνα, <milestone n="25" unit="tlnum"/> </l><l> πύθοιντʼ ἂν ἀστοὶ πάντες. </l></quote> </p></div><div n="11" subtype="section" type="textpart"><p rend="indent">ἡ Ῥωμαίων σύγκλητος ἀπόρρητόν τινα <pb xml:id="v.3.p.315"/> βουλὴν ἐβουλεύετο καθʼ αὑτὴν ἐπὶ πολλὰς ἡμέρας· <milestone n="507c" unit="stephpage" xml:id="stephpage-507c"/> ἀσάφειαν δὲ πολλὴν καὶ ὑπόνοιαν ἔχοντος τοῦ πράγματος, γυνὴ τἄλλα σώφρων, γυνὴ δέ, προσέκειτο τῷ ἑαυτῆς ἀνδρί, λιπαρῶς δεομένη πυθέσθαι τἀπόρρητον· <milestone n="5" unit="tlnum"/> ὅρκοι δὲ καὶ κατάραι περὶ σιωπῆς ἐγίγνοντο καὶ δάκρυα ποτνιωμένης αὐτῆς, ὡς πίστιν οὐκ ἐχούσης. ὁ δὲ Ῥωμαῖος ἐξελέγξαι βουλόμενος αὐτῆς τὴν ἀβελτερίαν <q>νικᾷς, ὦ γύναι</q> εἶπεν <q>ἀλλʼ ἄκουε φοβερὸν πρᾶγμα καὶ τεράστιον· προσήγγελται <milestone n="10" unit="tlnum"/> γὰρ ἡμῖν ὑπὸ τῶν ἱερέων κόρυδον ὦφθαι πετόμενον κράνος ἔχοντα χρυσοῦν καὶ δόρυ· σκεπτόμεθα δὴ τὸ τέρας εἴτε χρηστὸν εἴτε φαῦλόν ἐστι, καὶ συνδιαποροῦμεν τοῖς μάντεσιν· ἀλλὰ σιώπα</q> ταῦτʼ εἰπὼν <milestone n="507d" unit="stephpage" xml:id="stephpage-507d"/> ᾤχετʼ εἰς τὴν ἀγοράν· ἡ δὲ τῶν θεραπαινίδων εὐθὺς <milestone n="15" unit="tlnum"/> ἐφελκυσαμένη τὴν πρώτην εἰσελθοῦσαν, ἔπαιε τὸ στῆθος αὑτῆς καὶ τὰς τρίχας ἐσπάραττεν <q>οἴμοι</q> λέγουσα <q>τἀνδρὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀνδρὸς</foreign> *: <foreign xml:lang="grc">τοῦ ἀνδρὸς</foreign> </note> καὶ τῆς πατρίδος· τί πεισόμεθα;</q> βουλομένη καὶ διδάσκουσα τὴν θεράπαιναν εἰπεῖν <q>τί γὰρ γέγονεν;</q> ὡς δʼ οὖν πυθομένης διηγήσατο <milestone n="20" unit="tlnum"/> καὶ προσέθηκε τὸν κοινὸν ἁπάσης ἀδολεσχίας ἐπῳδόν, τὸ <q>ταῦτα μηδενὶ φράσῃς ἀλλὰ σιώπα,</q> οὐ φθάνει τὸ θεραπαινίδιον ἀποχωρῆσαν αὐτῆς, καὶ <milestone n="507e" unit="stephpage" xml:id="stephpage-507e"/> τῶν ὁμοδούλων εὐθὺς ἣν μάλιστʼ εἶδε σχολάζουσαν ἐμβάλλει τὸν λόγον· ἐκείνη δὲ τῷ ἐραστῇ παραγενομένῳ <milestone n="25" unit="tlnum"/> πρὸς αὐτὴν ἔφρασεν. οὕτω δʼ εἰς ἀγορὰν τοῦ διηγήματος ἐκκυλισθέντος ὥστε προλαβεῖν τὸν πλασάμενον τὴν φήμην, ἀπαντήσας τις αὐτῷ τῶν γνωρίμων <q>ἀρτίως</q> εἶπεν <q>οἴκοθεν εἰς ἀγορὰν καταβαίνεις;</q> <pb xml:id="v.3.p.316"/> <q>ἀρτίως</q> ἔφη ἐκεῖνος. <q>οὐκοῦν οὐδὲν ἀκήκοας;</q> <q>γέγονε γάρ τι καινόν;</q> <q>ἀλλὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καινόν; ἀλλὰ</foreign> R: <foreign xml:lang="grc">καινὸν ἄλλο</foreign> </note> κόρυδος ὦπται πετόμενος κράνος ἔχων χρυσοῦν καὶ δόρυ, καὶ μέλλουσι περὶ τούτου σύγκλητον ἔχειν οἱ ἄρχοντες.</q> κἀκεῖνος γελάσας <milestone n="5" unit="tlnum"/> <q>φεῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φεῦ</foreign> Cobetus: <foreign xml:lang="grc">εὖ</foreign> </note> τοῦ τάχους</q> εἶπεν <q>ὦ γύναι, τὸ καὶ φθάσαι με τὸν λόγον εἰς ἀγορὰν προελθόντα</q> τούς μὲν οὖν ἄρχοντας ἐντυχὼν ἀπήλλαξε τῆς ταραχῆς <milestone n="507f" unit="stephpage" xml:id="stephpage-507f"/> τὴν δὲ γυναῖκα τιμωρούμενος, ὡς οἴκαδʼ εἰσῆλθεν, <q>ἀπώλεσάς μʼ</q> εἶπεν <q>ὦ γύναι· τὸ γὰρ ἀπόρρητον <milestone n="10" unit="tlnum"/> ἐκ τῆς ἐμῆς οἰκίας πεφώραται δεδημοσιωμένον· ὥστε μοι φευκτέον ἐστὶ τὴν πατρίδα διὰ τὴν σὴν ἀκρασίαν.</q> τρεπομένης δὲ πρὸς; ἄρνησιν αὐτῆς καὶ λεγούσης <q>οὐ· γὰρ ταῦτα μετὰ τριακοσίων ἤκουσας;</q> <q>ποίων</q> ἔφη <q>τριακοσίων; σοῦ βιασαμένης, ἐπλασάμην <milestone n="15" unit="tlnum"/> ἀποπειρώμενος.</q> οὗτος μὲν οὖν ἀσφαλῶς πάνυ καὶ μετʼ εὐλαβείας, ὥσπερ εἰς ἀγγεῖον σαθρὸν οὐκ <milestone n="508a" unit="stephpage" xml:id="stephpage-508a"/> οἶνον οὐκ ἔλαιον ἀλλʼ ὕδωρ ἐγχέας, ἐπείρασε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπείρασε</foreign>] <foreign xml:lang="grc">ἐφώρασε</foreign> Stegmannus</note> τὴν γυναῖκα. Φούλβιος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Φούλβιος</foreign>] <foreign xml:lang="grc">Φάβιος</foreign> M</note> δʼ ὁ Καίσαρος ἑταῖρος τοῦ Σεβαστοῦ, γέροντος ἤδη γεγονότος ἀκούσας ὀδυρομένου <milestone n="20" unit="tlnum"/> τὴν περὶ τὸν οἶκον ἐρημίαν, καὶ ὅτι, τῶν μὲν δυεῖν αὐτῷ θυγατριδῶν ἀπολωλότων Ποστουμίου δʼ ὃς ἔτι λοιπός; ἐστιν ἐκ διαβολῆς τινος ἐν φυγῇ ὄντος,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐν φυγῇ ὄντος</foreign>] verba unam notionem efficiunt</note> ἀναγκάζεται τὸν τῆς γυναικὸς υἱὸν ἐπεισάγειν τῇ διαδοχῇ τῆς ἡγεμονίας, καίπερ οἰκτίρων καὶ <milestone n="25" unit="tlnum"/> βουλευόμενος ἐκ τῆς ὑπερορίας ἀνακαλεῖσθαι τὸν θυγατριδοῦν· ταῦτʼ ὁ Φούλβιος ἀκούσας ἐξήνεγκε <pb xml:id="v.3.p.317"/> πρὸς τὴν γυναῖκα, πρὸς δὲ Λιβίαν ἐκείνη, Λιβία δὲ καθήψατο πικρῶς Καίσαρος, εἰ πάλαι ταῦτʼ ἐγνωκὼς <milestone n="508b" unit="stephpage" xml:id="stephpage-508b"/> οὐ μεταπέμπεται τὸν θυγατριδοῦν, ἀλλʼ εἰς ἔχθραν καὶ πόλεμον αὐτὴν τῷ διαδόχῳ τῆς ἀρχῆς <milestone n="5" unit="tlnum"/> καθίστησιν. · ἐλθόντος οὖν ἕωθεν, ὡς εἰώθει, τοῦ Φουλβίου πρὸς αὐτὸν καὶ εἰπόντος <q>χαῖρε, Καῖσαρ</q> <q>ὑγίαινʼ</q> εἶπε <q>Φούλβιε.</q> κἀκεῖνος νοήσας ᾤχετʼ εὐθὺς ἀπιὼν οἴκαδε, καὶ τὴν γυναῖκα μεταπεμψάμενος <q>ἔγνωκεν</q> ἔφη <q>Καῖσαρ, ὅτι τἀπόρρητον οὐκ <milestone n="10" unit="tlnum"/> ἐσιώπησα· καὶ διὰ τοῦτο μέλλω ἀναιρεῖν ἐμαυτόν·</q> ἡ δὲ γυνὴ <q>δικαίως</q> εἶπεν <q>ὅτι μοι τοσοῦτον συνοικῶν <milestone n="508c" unit="stephpage" xml:id="stephpage-508c"/> χρόνον οὐκ ἔγνως οὐδʼ ἐφυλάξω τὴν ἀκρασίαν· ἀλλʼ ἔασον ἐμὲ προτέραν</q> καὶ λαβοῦσα τὸ ξίφος ἑαυτὴν προανεῖλε τἀνδρός.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀνδρός</foreign> *: <foreign xml:lang="grc">τοῦ ἀνδρός</foreign> </note> <milestone n="15" unit="tlnum"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>