<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg101.perseus-grc2:9-10</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg101.perseus-grc2:9-10</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg101.perseus-grc2" type="edition" xml:lang="grc"><div n="9" subtype="section" type="textpart"><p rend="indent">ἡ δʼ Εὐριπίδειος Ἰνὼ παρρησίαν ἄγουσα περὶ <milestone n="20" unit="tlnum"/> αὑτῆς εἰδέναι φησὶ <quote rend="blockquote"> σιγᾶν θʼ ὅπου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὅπου</foreign> Stobaeus 89, 9: <foreign xml:lang="grc">ὅποι</foreign> </note> δεῖ καὶ λέγειν ἵνʼ ἀσφαλές. </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 486</note> οἱ γὰρ εὐγενοῦς καὶ βασιλικῆς τῷ ὄντι παιδείας τυχόντες πρῶτον σιγᾶν εἶτα λαλεῖν μανθάνουσιν. <milestone n="506d" unit="stephpage" xml:id="stephpage-506d"/>Ἀντίγονος γοῦν ὁ βασιλεὺς ἐκεῖνος, ἐρωτήσαντος <milestone n="25" unit="tlnum"/> αὐτὸν τοῦ υἱοῦ πηνίκα μέλλουσιν ἀναζευγνύειν, <q>τί δέδοικας;</q> εἶπε <q>μὴ μόνος οὐκ ἀκούσῃς τῆς <pb xml:id="v.3.p.313"/> σάλπιγγος;</q> οὐκ ἄρα φωνὴν ἐπίστευεν ἀπόρρητον ᾧ τὴν βασιλείαν ἀπολείπειν ἔμελλεν; ἐδίδασκε μὲν οὖν αὐτὸν ἐγκρατῶς ἔχειν πρὸς τὰ τοιαῦτα καὶ πεφυλαγμένως. Μέτελλος δʼ ὁ γέρων ἕτερόν τι τοιοῦτον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοιοῦτον</foreign> *: <foreign xml:lang="grc">τοιοῦτο</foreign> </note> <milestone n="5" unit="tlnum"/> ἐπερωτώμενος ἐπὶ στρατείας <q>εἰ</q> φησὶν <q>ᾤμην τὸν χιτῶνά μοι συνειδέναι τοῦτο τἀπόρρητον,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀπόρρητον</foreign> * hic et infra: <foreign xml:lang="grc">τὸ ἀπόρρητον</foreign> </note> ἀποδυσάμενος ἂν αὐτὸν ἐπὶ τὸ πῦρ ἔθηκα</q> Εὐμένης δʼ ἀκούσας ἐπέρχεσθαι Κρατερὸν οὐδενὶ τῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τὸ</foreign> p. 202 a</note> φίλων ἔφρασεν, <milestone n="506e" unit="stephpage" xml:id="stephpage-506e"/> ἀλλʼ ἐψεύσατο Νεοπτόλεμον εἶναι· τούτου γὰρ οἱ <milestone n="10" unit="tlnum"/> στρατιῶται κατεφρόνουν, ἐκείνου δὲ καὶ τὴν δόξαν ἐθαύμαζον καὶ τὴν ἀρετὴν ἠγάπων. ἔγνω δʼ οὐδεὶς ἄλλος, ἀλλὰ συμβαλόντες ἐκράτησαν καὶ ἀπέκτειναν αὐτὸν ἀγνοοῦντες καὶ νεκρὸν ἐπέγνωσαν. οὕτως ἐστρατήγησεν ἡ σιωπὴ τὸν ἀγῶνα καὶ τηλικοῦτον <milestone n="15" unit="tlnum"/> ἀνταγωνιστὴν ἀπέκρυψεν· ὥστʼ αὐτὸν τοὺς φίλους μὴ προειπόντα θαυμάζειν μᾶλλον ἢ μέμφεσθαι· κἂν μέμφηται δέ τις, ἐγκαλεῖσθαι βέλτιόν ἐστι σωθέντα διʼ ἀπιστίαν ἢ κατηγορεῖν ἀπολλύμενον διὰ τὸ πιστεῦσαι. <milestone n="20" unit="tlnum"/> </p></div><div n="10" subtype="section" type="textpart"><p rend="indent">τίς δʼ ὅλως ἑαυτῷ παρρησίαν ἀπολέλοιπε <milestone n="506f" unit="stephpage" xml:id="stephpage-506f"/> κατὰ τοῦ μὴ σιωπήσαντος; εἰ γὰρ ἀγνοεῖσθαι τὸν λόγον ἔδει, κακῶς ἐλέχθη πρὸς ἄλλον· εἰ δʼ ἀφεὶς ἐκ σεαυτοῦ κατέχεις ἐν ἑτέρῳ τἀπόρρητον, εἰς ἀλλοτρίαν πίστιν καταπέφευγας τὴν σεαυτοῦ προέμενος. <milestone n="25" unit="tlnum"/> κἂν μὲν ἐκεῖνος ὅμοιός σοι γένηται, δικαίως ἀπόλωλας· ἂν δὲ βελτίων, σῴζῃ παραλόγως ἕτερον εὑρὼν ὑπὲρ σεαυτὸν πιστότερον. ἀλλὰ <q>φίλος οὗτος <pb xml:id="v.3.p.314"/> ἐμοί.</q> τούτῳ δʼ ἕτερός τις, ᾧ πιστεύσει καὶ οὗτος ὡς ἐγὼ τούτῳ· κἀκεῖνος ἄλλῳ πάλιν· εἶθʼ οὕτως ἐπιγονὴν λαμβάνει καὶ πολλαπλασιασμόν, εἰρομένης τῆς ἀκρασίας, ὁ λόγος. ὡς γὰρ ἡ μονὰς οὐκ <milestone n="5" unit="tlnum"/> <milestone n="507a" unit="stephpage" xml:id="stephpage-507a"/> ἐκβαίνει τὸν ἑαυτῆς ὅρον ἀλλʼ ἅπαξ τὸ ἓν μένει, διὸ κέκληται μονάς· ἡ δὲ δυὰς ἀρχὴ διαφορᾶς ἀόριστος· εὐθὺς γὰρ ἑαυτὴν ἐξίστησι τῷ διπλασιασμῷ εἰς τὸ πλῆθος τρεπομένη· οὕτω λόγος ἐν τῷ πρώτῳ καταμένων ἀπόρρητος ὡς ἀληθῶς ἐστιν· ἂν δʼ εἰς <milestone n="10" unit="tlnum"/> ἕτερον ἐκβῇ φήμης ἔσχε τάξιν. <q>ἔπεα</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. B 7. <foreign xml:lang="grc">Φ</foreign> 73. passim</note> γάρ <q>πτερόεντα</q> φησὶν ὁ ποιητής οὔτε γὰρ πτηνὸν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὔτε γὰρ πτηνὸν κἑ</foreign>] cf. Nauck. p. 691</note> ἐκ τῶν χειρῶν ἀφέντα ῥᾴδιόν ἐστιν αὖθις κατασχεῖν, οὔτε λόγον ἐκ τοῦ στόματος προέμενον κρατῆσαι καὶ συλλαβεῖν δυνατόν, ἀλλὰ φέρεται <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote"> λαιψηρὰ κυκλώσας πτερά</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">cf. p. 750 b</note> διʼ ἄλλων<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">διʼ ἄλλων</foreign>] <foreign xml:lang="grc">διʼ ἄμενων</foreign> codex D, unde fort. <foreign xml:lang="grc">διʼ ἀνέμων</foreign> corrigendum</note> ἐπʼ ἄλλους σκιδνάμενος. νεὼς μὲν γὰρ ἁρπαγείσης ὑπὸ πνεύματος ἐπιλαμβάνονται, σπείραις <milestone n="507b" unit="stephpage" xml:id="stephpage-507b"/> καὶ ἀγκύραις τὸ τάχος ἀμβλύνοντες· τοῦ λόγου δʼ ὥσπερ ἐκ λιμένων ἐκδραμόντος οὐκ ἔστιν ὅρμος οὐδʼ <milestone n="20" unit="tlnum"/> ἀγκυροβόλιον, ἀλλὰ ψόφῳ πολλῷ καὶ ἤχῳ φερόμενος προσέρρηξε καὶ κατέδυσεν εἰς μέγαν τινὰ καὶ δεινὸν τὸν φθεγξάμενον κίνδυνον. <quote rend="blockquote"><l> μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 486</note><l> πρήσειεν ἄν τις· καὶ πρὸς ἄνδρʼ εἰπὼν ἕνα, <milestone n="25" unit="tlnum"/> </l><l> πύθοιντʼ ἂν ἀστοὶ πάντες. </l></quote> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>