<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg101.perseus-grc2:3-4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg101.perseus-grc2:3-4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg101.perseus-grc2" type="edition" xml:lang="grc"><div n="3" subtype="section" type="textpart"><p rend="indent">καίτοι γʼ οὐδὲν οὕτως ἡ φύσις εὐερκῶς κεχαράκωκε τῶν ἐν ἡμῖν ὡς τὴν γλῶτταν, βαλομένη φρουρὰν πρὸ αὐτῆς τοὺς ὀδόντας, ἵνʼ, ἐὰν ἐντὸς κατατείνοντος <q>ἡνία σιγαλόεντα</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. E 226. 328 passim</note> τοῦ λογισμοῦ μὴ <milestone n="5" unit="tlnum"/> ὑπακούῃ μηδʼ ἀνειλῆται, δήγμασιν αὐτῆς κατέχωμεν τὴν ἀκρασίαν αἱμάττοντες. <q>ἀχαλίνων</q> γὰρ οὐ ταμιείων οὐδʼ οἰκημάτων ἀλλὰ ʽ <q>στομάτων τὸ τέλος δυστυχίαν</q> ὁ Εὐριπίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Bacch. 386</note> φησίν. οἱ δʼ οἰκημάτων μὲν ἀθύρων καὶ βαλλαντίων ἀδέσμων μηδὲν ὄφελος <milestone n="10" unit="tlnum"/> οἰόμενοι τοῖς κεκτημένοις εἶναι, στόμασι δʼ <milestone n="503d" unit="stephpage" xml:id="stephpage-503d"/> ἀκλείστοις καὶ ἀθύροις ὥσπερ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὥσπερ</foreign>] <foreign xml:lang="grc">καὶ ὥσπερ</foreign> Stegmannus</note> τὸ τοῦ Πόντου διὰ παντὸς ἔξω ῥέουσι χρώμενοι, πάντων ἀτιμότατον ἡγεῖσθαι τὸν λόγον ἐοίκασιν. ὅθεν οὐδὲ πίστιν ἔχουσιν ἧς πᾶς λόγος ἐφίεται· τὸ γὰρ οἰκεῖον αὐτοῦ <milestone n="15" unit="tlnum"/> τέλος τοῦτʼ ἐστί, πίστιν ἐνεργάσασθαι τοῖς ἀκούουσιν ἀπιστοῦνται δʼ οἱ λάλοι, κἂν ἀληθεύωσιν. ὥσπερ γὰρ ὁ πυρὸς εἰς ἀγγεῖον κατακλεισθεὶς. τῷ μὲν μέτρῳ πλείων εὑρίσκεται τῇ δὲ χρείᾳ μοχθηρότερος, οὕτω λόγος εἰς ἀδόλεσχον ἐμπεσὼν ἄνθρωπον <milestone n="20" unit="tlnum"/> πολὺ ποιεῖ τοῦ ψεύδους ἐπίμετρον, ᾧ διαφθείρει τὴν πίστιν. </p></div><div n="4" subtype="section" type="textpart"><p rend="indent">ἔτι τοίνυν τὸ μεθύειν πᾶς ἄνθρωπος αἰδήμων καὶ κόσμιος φυλάξαιτʼ ἄν· μανίᾳ γὰρ ὁμότοιχος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὁμότοιχος</foreign> Stobaeus 99, 27: <foreign xml:lang="grc">ὁμότοιχος</foreign>. Locus est sanus. cf. Kock 2 p. 128</note> <milestone n="503e" unit="stephpage" xml:id="stephpage-503e"/> μὲν ἡ ὀργὴ κατʼ ἐνίους ἡ δὲ μέθη σύνοικος· <milestone n="25" unit="tlnum"/> μᾶλλον δὲ μανία<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μανία</foreign>] i. e. <foreign xml:lang="grc">ἡ μέθη ἐστὶ μανία</foreign></note> τῷ μὲν χρόνῳ ἥττων, τῇ δʼ αἰτίᾳ μείζων, ὅτι τὸ αὐθαίρετον αὐτῇ πρόσεστι. τῆς δὲ <pb xml:id="v.3.p.306"/> μέθης οὐθὲν οὕτω κατηγοροῦσιν ὡς τὸ περὶ τοὺς λόγους ἀκρατὲς καὶ ἀόριστον <quote rend="blockquote"><l> οἶνος γάρ τʼ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἶνος γάρ τʼ</foreign>] <foreign xml:lang="grc">οἶνος γὰρ ἀνώγει ι ἠλεός ὅς τʼ</foreign> Homerus</note> ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι, </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">ξ</foreign> 463</note><l>καὶ θʼ ἁπαλὸν γελάσαι καί τʼ ὀρχήσασθαι ἀνῆκε. </l></quote> <milestone n="5" unit="tlnum"/> καίτοι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καίτοι</foreign>] <foreign xml:lang="grc">καὶ τί</foreign> mei codd. <foreign xml:lang="grc">καὶ τί τὸ δεινὸν</foreign> W. Nihil opus</note> τὸ δεινότατον, ᾠδὴ καὶ γέλως καὶ ὄρχησις, οὐδὲν ἄχρι τούτων.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οὐδὲν ἄχρι τούτων</foreign>] i. e. <foreign xml:lang="grc">οὐδέν ἐστι παραβαλλόμενον τοῖς ἐφεξῆς</foreign></note> <milestone n="503f" unit="stephpage" xml:id="stephpage-503f"/> <quote rend="blockquote"> καί τι ἔπος προέηκεν, ὅπερ τʼ ἄρρητον ἄμεινον </quote> τοῦτʼ ἤδη δεινὸν καὶ ἐπικίνδυνον καὶ μή ποτε τὸ ζητούμενον παρὰ τοῖς φιλοσόφοις λύων ὁ ποιητὴς <milestone n="10" unit="tlnum"/> οἰνώσεως καὶ μέθης διαφορὰν εἴρηκεν, οἰνώσεως μὲν ἄνεσιν μέθης δὲ φλυαρίαν. τὸ. γὰρ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐπὶ τῆς γλώττης ἐστὶ τοῦ μεθύοντος, ὡς οἱ παροιμιαζόμενοι φασιν. ὅθεν ὁ μὲν Βίας ἔν τινι πότῳ σιωπῶν καὶ σκωπτόμενος εἰς ἀβελτερίαν <milestone n="15" unit="tlnum"/> ὑπό τινος ἀδολέσχου, <q>καὶ τίς ἄν</q> ἔφη <q>δύναιτο μωρὸς <milestone n="504a" unit="stephpage" xml:id="stephpage-504a"/> ὢν ἐν οἴνῳ σιωπᾶν;</q> Ἀθήνησι δέ τις ἑστιῶν πρέσβεις βασιλικοὺς ἐφιλοτιμήθη σπουδάζουσιν αὐτοῖς συναγαγεῖν εἰς ταὐτὸ τοὺς φιλοσόφους· χρωμένων δὲ τῶν ἄλλων κοινολογίᾳ καὶ τὰς συμβολὰς <milestone n="20" unit="tlnum"/> ἀποδιδόντων, τοῦ δὲ Ζήνωνος ἡσυχίαν ἄγοντος, φιλοφρονησάμενοι καὶ προπιόντες οἱ ξένοι <q>περὶ σοῦ δὲ τί χρὴ λέγειν</q> ἔφασαν <q>ὦ Ζήνων τῷ βασιλεῖ;</q> κἀκεῖνος <q>ἄλλο μηθέν</q> εἶπεν <q>ἢ ὅτι πρεσβύτης ἐστὶν ἐν Ἀθήναις παρὰ πότον σιωπᾶν δυνάμενος.</q> <milestone n="25" unit="tlnum"/> οὕτω τι βαθὺ καὶ μυστηριῶδες ἡ σιγὴ καὶ νηφάλιον, <milestone n="504b" unit="stephpage" xml:id="stephpage-504b"/> ἡ δὲ μέθη λάλον· ἄνουν γὰρ καὶ ὀλιγόφρον, <pb xml:id="v.3.p.307"/> διὰ τοῦτο καὶ πολύφωνον. οἱ δὲ φιλόσοφοι καὶ ὁριζόμενοι τὴν μέθην λέγουσιν εἶναι λήρησιν πάροινον· οὕτως οὐ ψέγεται τὸ πίνειν, εἰ προσείη τῷ πίνειν τὸ σιωπᾶν· ἀλλʼ ἡ μωρολογία μέθην ποιεῖ <milestone n="5" unit="tlnum"/> τὴν οἴνωσιν. ὁ μὲν οὖν μεθύων ληρεῖ παρʼ οἶνον, ὁ δʼ ἀδόλεσχος πανταχοῦ ληρεῖ, ἐν ἀγορᾷ ἐν θεάτρῳ ἐν περιπάτῳ ἐν μέθῃ μεθʼ ἡμέραν νύκτωρ· ἔστι δὲ θεραπεύων τῆς νόσου βαρύτερος, συμπλέων τῆς ναυτίας ἀηδέστερος, ἐπαινῶν τοῦ ψέγοντος ἐπαχθέστερος. <milestone n="10" unit="tlnum"/> ἥδιόν γέ τοι πονηροῖς ὁμιλοῦσιν ἐπιδεξίοις ἢ χρηστοῖς ἀδολέσχαις. ὁ μὲν γὰρ Σοφοκλέους Νέστωρ <milestone n="504c" unit="stephpage" xml:id="stephpage-504c"/> τὸν Αἴαντα τραχυνόμενον τῷ λόγῳ πραΰνων ἠθικῶς τοῦτʼ εἴρηκεν <quote rend="blockquote"> οὐ μέμφομαί σε· δρῶν γὰρ εὖ κακῶς λέγεις·<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 312</note> <milestone n="15" unit="tlnum"/> </quote> πρὸς δὲ τὸν ἀδολέσχην οὐχ οὕτως ἔχομεν, ἀλλὰ πᾶσαν ἔργου χάριν ἡ τῶν λόγων ἀκαιρία διαφθείρει καὶ ἀπόλλυσι. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>