<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg101.perseus-grc2:11-12</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg101.perseus-grc2:11-12</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg101.perseus-grc2" type="edition" xml:lang="grc"><div n="11" subtype="section" type="textpart"><p rend="indent">ἡ Ῥωμαίων σύγκλητος ἀπόρρητόν τινα <pb xml:id="v.3.p.315"/> βουλὴν ἐβουλεύετο καθʼ αὑτὴν ἐπὶ πολλὰς ἡμέρας· <milestone n="507c" unit="stephpage" xml:id="stephpage-507c"/> ἀσάφειαν δὲ πολλὴν καὶ ὑπόνοιαν ἔχοντος τοῦ πράγματος, γυνὴ τἄλλα σώφρων, γυνὴ δέ, προσέκειτο τῷ ἑαυτῆς ἀνδρί, λιπαρῶς δεομένη πυθέσθαι τἀπόρρητον· <milestone n="5" unit="tlnum"/> ὅρκοι δὲ καὶ κατάραι περὶ σιωπῆς ἐγίγνοντο καὶ δάκρυα ποτνιωμένης αὐτῆς, ὡς πίστιν οὐκ ἐχούσης. ὁ δὲ Ῥωμαῖος ἐξελέγξαι βουλόμενος αὐτῆς τὴν ἀβελτερίαν <q>νικᾷς, ὦ γύναι</q> εἶπεν <q>ἀλλʼ ἄκουε φοβερὸν πρᾶγμα καὶ τεράστιον· προσήγγελται <milestone n="10" unit="tlnum"/> γὰρ ἡμῖν ὑπὸ τῶν ἱερέων κόρυδον ὦφθαι πετόμενον κράνος ἔχοντα χρυσοῦν καὶ δόρυ· σκεπτόμεθα δὴ τὸ τέρας εἴτε χρηστὸν εἴτε φαῦλόν ἐστι, καὶ συνδιαποροῦμεν τοῖς μάντεσιν· ἀλλὰ σιώπα</q> ταῦτʼ εἰπὼν <milestone n="507d" unit="stephpage" xml:id="stephpage-507d"/> ᾤχετʼ εἰς τὴν ἀγοράν· ἡ δὲ τῶν θεραπαινίδων εὐθὺς <milestone n="15" unit="tlnum"/> ἐφελκυσαμένη τὴν πρώτην εἰσελθοῦσαν, ἔπαιε τὸ στῆθος αὑτῆς καὶ τὰς τρίχας ἐσπάραττεν <q>οἴμοι</q> λέγουσα <q>τἀνδρὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀνδρὸς</foreign> *: <foreign xml:lang="grc">τοῦ ἀνδρὸς</foreign> </note> καὶ τῆς πατρίδος· τί πεισόμεθα;</q> βουλομένη καὶ διδάσκουσα τὴν θεράπαιναν εἰπεῖν <q>τί γὰρ γέγονεν;</q> ὡς δʼ οὖν πυθομένης διηγήσατο <milestone n="20" unit="tlnum"/> καὶ προσέθηκε τὸν κοινὸν ἁπάσης ἀδολεσχίας ἐπῳδόν, τὸ <q>ταῦτα μηδενὶ φράσῃς ἀλλὰ σιώπα,</q> οὐ φθάνει τὸ θεραπαινίδιον ἀποχωρῆσαν αὐτῆς, καὶ <milestone n="507e" unit="stephpage" xml:id="stephpage-507e"/> τῶν ὁμοδούλων εὐθὺς ἣν μάλιστʼ εἶδε σχολάζουσαν ἐμβάλλει τὸν λόγον· ἐκείνη δὲ τῷ ἐραστῇ παραγενομένῳ <milestone n="25" unit="tlnum"/> πρὸς αὐτὴν ἔφρασεν. οὕτω δʼ εἰς ἀγορὰν τοῦ διηγήματος ἐκκυλισθέντος ὥστε προλαβεῖν τὸν πλασάμενον τὴν φήμην, ἀπαντήσας τις αὐτῷ τῶν γνωρίμων <q>ἀρτίως</q> εἶπεν <q>οἴκοθεν εἰς ἀγορὰν καταβαίνεις;</q> <pb xml:id="v.3.p.316"/> <q>ἀρτίως</q> ἔφη ἐκεῖνος. <q>οὐκοῦν οὐδὲν ἀκήκοας;</q> <q>γέγονε γάρ τι καινόν;</q> <q>ἀλλὰ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καινόν; ἀλλὰ</foreign> R: <foreign xml:lang="grc">καινὸν ἄλλο</foreign> </note> κόρυδος ὦπται πετόμενος κράνος ἔχων χρυσοῦν καὶ δόρυ, καὶ μέλλουσι περὶ τούτου σύγκλητον ἔχειν οἱ ἄρχοντες.</q> κἀκεῖνος γελάσας <milestone n="5" unit="tlnum"/> <q>φεῦ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φεῦ</foreign> Cobetus: <foreign xml:lang="grc">εὖ</foreign> </note> τοῦ τάχους</q> εἶπεν <q>ὦ γύναι, τὸ καὶ φθάσαι με τὸν λόγον εἰς ἀγορὰν προελθόντα</q> τούς μὲν οὖν ἄρχοντας ἐντυχὼν ἀπήλλαξε τῆς ταραχῆς <milestone n="507f" unit="stephpage" xml:id="stephpage-507f"/> τὴν δὲ γυναῖκα τιμωρούμενος, ὡς οἴκαδʼ εἰσῆλθεν, <q>ἀπώλεσάς μʼ</q> εἶπεν <q>ὦ γύναι· τὸ γὰρ ἀπόρρητον <milestone n="10" unit="tlnum"/> ἐκ τῆς ἐμῆς οἰκίας πεφώραται δεδημοσιωμένον· ὥστε μοι φευκτέον ἐστὶ τὴν πατρίδα διὰ τὴν σὴν ἀκρασίαν.</q> τρεπομένης δὲ πρὸς; ἄρνησιν αὐτῆς καὶ λεγούσης <q>οὐ· γὰρ ταῦτα μετὰ τριακοσίων ἤκουσας;</q> <q>ποίων</q> ἔφη <q>τριακοσίων; σοῦ βιασαμένης, ἐπλασάμην <milestone n="15" unit="tlnum"/> ἀποπειρώμενος.</q> οὗτος μὲν οὖν ἀσφαλῶς πάνυ καὶ μετʼ εὐλαβείας, ὥσπερ εἰς ἀγγεῖον σαθρὸν οὐκ <milestone n="508a" unit="stephpage" xml:id="stephpage-508a"/> οἶνον οὐκ ἔλαιον ἀλλʼ ὕδωρ ἐγχέας, ἐπείρασε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπείρασε</foreign>] <foreign xml:lang="grc">ἐφώρασε</foreign> Stegmannus</note> τὴν γυναῖκα. Φούλβιος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Φούλβιος</foreign>] <foreign xml:lang="grc">Φάβιος</foreign> M</note> δʼ ὁ Καίσαρος ἑταῖρος τοῦ Σεβαστοῦ, γέροντος ἤδη γεγονότος ἀκούσας ὀδυρομένου <milestone n="20" unit="tlnum"/> τὴν περὶ τὸν οἶκον ἐρημίαν, καὶ ὅτι, τῶν μὲν δυεῖν αὐτῷ θυγατριδῶν ἀπολωλότων Ποστουμίου δʼ ὃς ἔτι λοιπός; ἐστιν ἐκ διαβολῆς τινος ἐν φυγῇ ὄντος,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐν φυγῇ ὄντος</foreign>] verba unam notionem efficiunt</note> ἀναγκάζεται τὸν τῆς γυναικὸς υἱὸν ἐπεισάγειν τῇ διαδοχῇ τῆς ἡγεμονίας, καίπερ οἰκτίρων καὶ <milestone n="25" unit="tlnum"/> βουλευόμενος ἐκ τῆς ὑπερορίας ἀνακαλεῖσθαι τὸν θυγατριδοῦν· ταῦτʼ ὁ Φούλβιος ἀκούσας ἐξήνεγκε <pb xml:id="v.3.p.317"/> πρὸς τὴν γυναῖκα, πρὸς δὲ Λιβίαν ἐκείνη, Λιβία δὲ καθήψατο πικρῶς Καίσαρος, εἰ πάλαι ταῦτʼ ἐγνωκὼς <milestone n="508b" unit="stephpage" xml:id="stephpage-508b"/> οὐ μεταπέμπεται τὸν θυγατριδοῦν, ἀλλʼ εἰς ἔχθραν καὶ πόλεμον αὐτὴν τῷ διαδόχῳ τῆς ἀρχῆς <milestone n="5" unit="tlnum"/> καθίστησιν. · ἐλθόντος οὖν ἕωθεν, ὡς εἰώθει, τοῦ Φουλβίου πρὸς αὐτὸν καὶ εἰπόντος <q>χαῖρε, Καῖσαρ</q> <q>ὑγίαινʼ</q> εἶπε <q>Φούλβιε.</q> κἀκεῖνος νοήσας ᾤχετʼ εὐθὺς ἀπιὼν οἴκαδε, καὶ τὴν γυναῖκα μεταπεμψάμενος <q>ἔγνωκεν</q> ἔφη <q>Καῖσαρ, ὅτι τἀπόρρητον οὐκ <milestone n="10" unit="tlnum"/> ἐσιώπησα· καὶ διὰ τοῦτο μέλλω ἀναιρεῖν ἐμαυτόν·</q> ἡ δὲ γυνὴ <q>δικαίως</q> εἶπεν <q>ὅτι μοι τοσοῦτον συνοικῶν <milestone n="508c" unit="stephpage" xml:id="stephpage-508c"/> χρόνον οὐκ ἔγνως οὐδʼ ἐφυλάξω τὴν ἀκρασίαν· ἀλλʼ ἔασον ἐμὲ προτέραν</q> καὶ λαβοῦσα τὸ ξίφος ἑαυτὴν προανεῖλε τἀνδρός.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τἀνδρός</foreign> *: <foreign xml:lang="grc">τοῦ ἀνδρός</foreign> </note> <milestone n="15" unit="tlnum"/> </p></div><div n="12" subtype="section" type="textpart"><p rend="indent">ὀρθῶς οὖν Φιλιππίδης ὁ κωμῳδιοποιὸς<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κωμῳδιοποιὸς</foreign> *: <foreign xml:lang="grc">κωμῳδοποιὸς</foreign> </note> φιλοφρονουμένου τοῦ βασιλέως αὐτὸν Λυσιμάχου καὶ λέγοντος <q>τίνος σοι μεταδῶ τῶν ἐμῶν;</q> <q>οὗ βούλει</q> φησὶ <q>βασιλεῦ, πλὴν τῶν ἀπορρήτων</q> τῇ δʼ ἀδολεσχίᾳ καὶ ἡ περιεργία κακὸν οὐκ ἔλαττον πρόσεστι <milestone n="20" unit="tlnum"/> πολλὰ γὰρ ἀκούειν θέλουσιν, ἵνα πολλὰ λέγειν ἔχωσι· καὶ μάλιστα τοὺς ἀπορρήτους καὶ κεκρυμμένους τῶν λόγων περιιόντες ἐξιχνεύουσι καὶ ἀνερευνῶσιν, ὥσπερ ὕλην πυλαίαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">πυλαίαν</foreign> *: <foreign xml:lang="grc">παλαιάν</foreign> </note> τινὰ φορυτῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">φορυτῶν</foreign> W: <foreign xml:lang="grc">φορτίων</foreign> </note> τῇ φλυαρίᾳ παρατιθέμενοι, <milestone n="508d" unit="stephpage" xml:id="stephpage-508d"/> εἶθʼ ὥσπερ οἱ παῖδες τὸν κρύσταλλον οὔτε <milestone n="25" unit="tlnum"/> κατέχειν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">κατέχειν</foreign>] add. <foreign xml:lang="grc">δύνανται</foreign> R</note> οὔτʼ ἀφιέναι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀφιέναι</foreign> *: <foreign xml:lang="grc">ἀφεῖναι</foreign> </note> θέλουσι· μᾶλλον δʼ ὥσπερ ἑρπετὰ τοὺς ἀπορρήτους λόγους ἐγκολπισάμενοι καὶ <pb xml:id="v.3.p.318"/> συλλαβόντες οὐ συγκρατοῦσιν ἀλλὰ διαβιβρώσκονται ὑπʼ αὐτῶν. τὰς μὲν γὰρ βελόνας φασὶ ῥήγνυσθαι τικτούσας καὶ τὰς ἐχίδνας, οἱ δʼ ἀπόρρητοι λόγοι τοὺς μὴ στέγοντας ἐκπίπτοντες ἀπολλύουσι καὶ διαφθείρουσι. <milestone n="5" unit="tlnum"/>Σέλευκος ὁ Καλλίνικος ἐν τῇ πρὸς Γαλάτας μάχῃ πᾶν ἀποβαλὼν τὸ στράτευμα καὶ τὴν δύναμιν, αὐτὸς περισπάσας τὸ διάδημα καὶ φυγὼν ἵππῳ μετὰ τριῶν ἢ τεττάρων ἀνοδίαις καὶ πλάναις πολὺν δρόμον, ἤδη διʼ ἔνδειαν ἀπαγορεύων ἐπαυλίῳ <milestone n="10" unit="tlnum"/> <milestone n="508e" unit="stephpage" xml:id="stephpage-508e"/> τινὶ προσῆλθε, καὶ τὸν δεσπότην αὐτὸν εὑρὼν κατὰ τύχην ἄρτον καὶ ὕδωρ ᾔτησεν. ὁ δὲ καὶ ταῦτα· καὶ τῶν ἄλλων ὅσα παρῆν ἐν τῷ ἀγρῷ δαψιλῶς ἐπιδιδοὺς καὶ φιλοφρονούμενος ἐγνώρισε τὸ πρόσωπον τοῦ βασιλέως, καὶ περιχαρὴς γενόμενος τῇ συντυχίᾳ <milestone n="15" unit="tlnum"/> τῆς χρείας οὐ κατέσχεν οὐδὲ συνεψεύσατο βουλομένῳ λανθάνειν, ἀλλʼ ἄχρι τῆς ὁδοῦ προπέμψας. καὶ ἀπολυόμενος <q>ὑγίαινʼ</q> εἶπεν <q>ὦ βασιλεῦ Σέλευκε.</q> κἀκεῖνος ἐκτείνας τὴν δεξιὰν αὐτῷ καὶ προσελκόμενος; ὡς φιλήσων, ἔνευσεν ἑνὶ τῶν μετʼ αὐτοῦ ξίφει τὸν <milestone n="20" unit="tlnum"/> τράχηλον ἀποκόψαι τοῦ ἀνθρώπου· <quote rend="blockquote"> φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. K 457</note> <milestone n="508f" unit="stephpage" xml:id="stephpage-508f"/> </quote> εἰ· δʼ ἐσίγησε τότε καρτερήσας ὀλίγον χρόνον, εὐτυχήσαντος ὕστερον τοῦ βασιλέως καὶ μεγάλου γενομένου μείζονας ἂν οἶμαι χάριτας ἐκομίσατο ἀντὶ τῆς σιωπῆς <milestone n="25" unit="tlnum"/> ἢ τῆς φιλοξενίας. οὗτος μὲν οὖν ἁμωσγέπως ἔσχε πρόφασιν τῆς ἀκρασίας τὴν ἐλπίδα καὶ τὴν φιλοφροσύνην. <pb xml:id="v.3.p.319"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>