<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg101.perseus-grc2:1-2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg101.perseus-grc2:1-2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg101.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="502b" unit="stephpage" xml:id="stephpage-502b"/> δύσκολον μὲν ἀναλαμβάνει θεράπευμα καὶ χαλεπὸν ἡ φιλοσοφία τὴν ἀδολεσχίαν. τὸ γὰρ φάρμακον αὐτῆς, ὁ λόγος, ἀκουόντων ἐστίν· οἱ δʼ ἀδόλεσχοι <milestone n="502c" unit="stephpage" xml:id="stephpage-502c"/> οὐδενὸς ἁκούουσιν, ἀεὶ γὰρ λαλοῦσι. καὶ τοῦτʼ <milestone n="5" unit="tlnum"/> ἔχει πρῶτον κακὸν ἡ ἀσιγησία, τὴν ἀνηκοΐαν. κωφότης γὰρ αὐθαίρετός ἐστιν, ἀνθρώπων οἶμαι μεμφομένων τὴν φύσιν, ὅτι μίαν μὲν γλῶτταν δύο δʼ ὦτʼ ἔχουσιν. εἴπερ οὖν ὁ Εὐριπίδης<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Εὐριπίδης</foreign>] Nauck. p. 649</note> καλῶς εἶπε πρὸς τὸν ἀσύνετον ἀκροατὴν <milestone n="10" unit="tlnum"/> <quote rend="blockquote"><l> οὐκ ἂν δυναίμην μὴ στέγοντα πιμπλάναι, </l><l> σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους </l></quote> δικαιότερον ἄν τις εἴποι πρὸς τὸν ἀδόλεσχον<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἀδόλεσχον</foreign> Stegmannus: <foreign xml:lang="grc">ἀδόλεσχον μᾶλλον δὲ περὶ τοῦ ἀδολέσχου</foreign> </note> <quote rend="blockquote"><l> οὐκ ἂν δυναίμην μὴ δεχόμενον πιμπλάναι, </l><l> σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους· </l></quote> <milestone n="15" unit="tlnum"/> μᾶλλον δὲ περιαντλῶν λόγους ἀνθρώπῳ λαλοῦντι <milestone n="502d" unit="stephpage" xml:id="stephpage-502d"/> μὲν πρὸς τοὺς οὐκ ἀκούοντας, μὴ ἀκούοντι δὲ τῶν λαλούντων. καὶ γὰρ ἂν ἀκούσῃ τι βραχύ, τῆς ἀδολεσχίας ὥσπερ ἄμπωτιν λαβούσης, τοῦτο παραχρῆμα πολλαπλάσιον ἀνταποδίδωσι. τὴν μὲν γὰρ ἐν Ὀλυμπίᾳ <milestone n="20" unit="tlnum"/> στοὰν ἀπὸ μιᾶς φωνῆς πολλὰς ἀντανακλάσεις <pb xml:id="v.3.p.303"/> ποιοῦσαν ἑπτάφωνον καλοῦσι· τῆς δʼ ἀδολεσχίας ἂν ἐλάχιστος ἅψηται λόγος, εὐθὺς ἀντιπεριηχεῖ <quote rend="blockquote"> κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν. </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p 907</note> μήποτε γὰρ αὐτοῖς οὐκ εἰς τὴν ψυχὴν ἀλλʼ εἰς τὴν <milestone n="5" unit="tlnum"/> γλῶτταν ἡ ἀκοὴ συντέτρηται. διὸ τοῖς μὲν ἄλλοις <milestone n="502e" unit="stephpage" xml:id="stephpage-502e"/> ἐμμένουσιν οἱ λόγοι, τῶν δʼ ἀδολέσχων διαρρέουσιν εἶθʼ ὥσπερ ἀγγεῖα κενοὶ φρενῶν ἤχου δὲ μεστοὶ περιίασιν. </p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent">εἰ δʼ οὖν δοκεῖ πείρας μηδὲν ἐλλελεῖφθαι, <milestone n="10" unit="tlnum"/> εἴπωμεν πρὸς τὸν ἀδόλεσχον <quote rend="blockquote">ὦ παῖ, σιώπα πόλλʼ ἔχει σιγὴ καλά</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">id. p. 147</note> δύο δὲ τὰ πρῶτα καὶ μέγιστα, τὸ ἀκοῦσαι καὶ ἀκουσθῆναι· ὧν οὐδʼ ἑτέρου τυχεῖν ἐγγίγνεται τοῖς ἀδολέσχοις, ἀλλὰ καὶ περὶ αὐτὴν τὴν ἐπιθυμίαν ἀποδυσπετοῦσι. <milestone n="15" unit="tlnum"/> τοῖς μὲν γὰρ ἄλλοις νοσήμασι τῆς ψυχῆς, <milestone n="502f" unit="stephpage" xml:id="stephpage-502f"/> οἷον φιλαργυρίᾳ φιλοδοξίᾳ φιληδονίᾳ, τὸ γοῦν τυγχάνειν ὧν ἐφίενται περίεστι· τοῖς δʼ ἀδολέσχοις τοῦτο συμβαίνει χαλεπώτατον, ἐπιθυμοῦντες γὰρ ἀκροατῶν οὐ τυγχάνουσιν, ἀλλὰ πᾶς φεύγει προτροπάδην <milestone n="20" unit="tlnum"/> κἂν ἐν ἡμικυκλίῳ τινὶ καθεζόμενοι, κἂν περιπατοῦντες ἐν ταὐτῷ θεάσωνται προσφοιτῶντα,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">προσφοιτῶντας</foreign> R</note> ταχέως ἀνάζευξιν αὑτοῖς παρεγγυῶσι. καὶ καθάπερ ὅταν ἐν συλλόγῳ τινὶ σιωπὴ γένηται, τὸν Ἑρμῆν ἐπεισεληλυθέναι λέγουσιν, οὕτως ὅταν εἰς συμπόσιον ἢ συνέδριον <milestone n="25" unit="tlnum"/> <milestone n="503a" unit="stephpage" xml:id="stephpage-503a"/> γνωρίμων λάλος εἰσέλθῃ, πάντες ἀποσιωπῶσι μὴ βουλόμενοι λαβὴν παρασχεῖν ἂν δʼ αὐτὸς ἄρξηται διαίρειν τὸ στόμα <pb xml:id="v.3.p.304"/> <quote rend="blockquote"><l> πρὸ χείματος ὥστʼ ἀνὰ ποντίαν ἄκραν </l><l>βορέου<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">βορέου</foreign>] <foreign xml:lang="grc">βορέα</foreign> Bergkius</note> πνέοντος </l><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 3 p. 721</note></quote> ὑφορώμενοι σάλον καὶ ναυτίαν ἐξανέστησαν. ὅθεν αὐτοῖς συμβαίνει μήτε παρὰ δεῖπνον συγκλιτῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συγκλιτῶν</foreign> Huttenus: <foreign xml:lang="grc">συγκλίτων</foreign> </note> <milestone n="5" unit="tlnum"/> μήτε συσκήνων τυγχάνειν προθύμων, ὅταν ὁδοιπορῶσιν ἢ πλέωσιν, ἀλλʼ ἀναγκαστῶν· πρόσκειται γὰρ ἁπανταχοῦ, τῶν ἱματίων ἀντιλαμβανόμενος, τοῦ γενείου,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τοῦ γενείου</foreign>] <foreign xml:lang="grc">ἀπτόμενος τοῦ γενείου</foreign> Stegmanus</note> τὴν πλευρὰν θυροκοπῶν τῇ χειρί <quote rend="blockquote"> πόδες δὴ κεῖθι τιμιώτατοι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Bergk. 2 p. 425</note> <milestone n="10" unit="tlnum"/> </quote> κατὰ τὸν Ἀρχίλοχον, καὶ νὴ Δία κατὰ τὸν σοφὸν Ἀριστοτέλην. καὶ γὰρ αὐτὸς ἐνοχλούμενος ὑπʼ ἀδολέσχου <milestone n="503b" unit="stephpage" xml:id="stephpage-503b"/> καὶ κοπτόμενος ἀτόποις τισὶ διηγήμασι, πολλάκις αὐτοῦ λέγοντος <q>οὐ θαυμαστόν, Ἀριστότελες;</q> οὐ τοῦτο φησί <q>θαυμαστόν, ἀλλʼ εἴ τις πόδας ἔχων <milestone n="15" unit="tlnum"/> σὲ ὑπομένει</q> ἑτέρῳ δέ τινι τοιούτῳ μετὰ πολλοὺς λόγους εἰπόντι <q>κατηδολέσχηκά σου, φιλόσοφε·</q> <q>μὰ Δίʼ</q> εἶπεν <q>οὐ γὰρ προσεῖχον</q> καὶ γὰρ ἂν βιάσωνται λαλεῖν οἱ ἀδόλεσχοι, παρέδωκεν αὐτοῖς ἡ ψυχὴ τὰ ὦτα περιαντλεῖν ἔξωθεν, αὐτὴ δʼ ἐντὸς <milestone n="20" unit="tlnum"/> ἑτέρας τινὰς ἀναπτύσσει καὶ διέξεισι πρὸς αὑτὴν <milestone n="503c" unit="stephpage" xml:id="stephpage-503c"/> φροντίδας· ὅθεν οὔτε προσεχόντων οὔτε πιστευόντων ἀκροατῶν εὐποροῦσι. τῶν μὲν γὰρ πρὸς τὰς συνουσίας εὐκαταφόρων ἄγονον εἶναι τὸ σπέρμα λέγουσι, τῶν δʼ ἀδολέσχων ὁ λόγος ἀτελὴς καὶ <milestone n="25" unit="tlnum"/> ἄκαρπός ἐστι. <pb xml:id="v.3.p.305"/> </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>