<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg100.perseus-grc2:1-4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg100.perseus-grc2:1-4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg100.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="500b" unit="stephpage" xml:id="stephpage-500b"/> Ὅμηρος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Ὅμηρος</foreign>] <emph>P</emph> 446</note> μὲν ἐπιβλέψος τὰ θνητὰ τῶν ζῴων γένη καὶ πρὸς ἄλληλα συγκρίνας κατὰ τοὺς βίους καὶ τὰς διαιτήσεις, ἐξεφώνησεν ὡς οὐδέν ἐστιν <quote rend="blockquote"><l> ὀιζυρώτερον ἀνδρός, 
<milestone n="5" unit="tlnum"/> </l><l> πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει 
<milestone n="500c" unit="stephpage" xml:id="stephpage-500c"/> </l></quote> πρωτεῖον οὐκ εὐτυχὲς εἰς κακῶν ὑπεροχὴν ἀποδιδοὺς τῷ ἀνθρώπῳ. ἡμεῖς δʼ ὥσπερ ἤδη νικῶντα κακοδαιμονίᾳ τὸν ἄνθρωπον καὶ τῶν ἄλλων ἀθλιώτατον ζῴων ἀνηγορευμένον, αὐτὸν αὑτῷ συγκρίνωμεν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">συγκρίνωμεν</foreign> R: <foreign xml:lang="grc">συγκρίνομεν</foreign> </note> 
<milestone n="10" unit="tlnum"/> εἰς ἰδίων κακῶν ἀγῶνα σῶμα καὶ ψυχὴν διαιροῦντες οὐκ ἀχρήστως ἀλλὰ καὶ πάνυ δεόντως, ἵνα μάθωμεν πότερον διὰ τὴν τύχην ἢ διʼ ἑαυτοὺς ἀθλιώτερον ζῶμεν. νόσος μὲν γὰρ ἐν σώματι φύεται διὰ φύσιν, κακία δὲ καὶ μοχθηρία περὶ ψυχὴν ἔργον 
<milestone n="15" unit="tlnum"/> ἐστὶ πρῶτον εἶτα πάθος αὐτῆς.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">αὐτῆς</foreign> R: <foreign xml:lang="grc">αὐτῇ</foreign> </note> οὐ μικρὸν δὲ πρὸς εὐθυμίαν ὄφελος, ἂν ἰάσιμον τὸ χεῖρον καὶ κουφότερον καὶ ἄσφυκτον. </p></div><div n="2" subtype="section" type="textpart"><p rend="indent">ἡ μὲν οὖν Αἰσώπειος ἀλώπηξ περὶ ποικιλίας δικαζομένη πρὸς τὴν πάρδαλιν, ὡς ἐκείνη τὸ σῶμα 
<milestone n="20" unit="tlnum"/> 
   <milestone n="500d" unit="stephpage" xml:id="stephpage-500d"/> καὶ τὴν ἐπιφάνειαν εὐανθῆ καὶ κατάστικτον <pb xml:id="v.3.p.298"/> ἐπεδείξατο, τῇ δʼ ἦν τὸ ξανθὸν αὐχμηρὸν καὶ οὐχ ἡδὺ προσιδεῖν· <q>ἀλλʼ ἐμοῦ τοι τὸ ἐντός</q> ἔφη <q>σκοπῶν, ὦ δικαστά, ποικιλωτέραν με τῆσδʼ ὄψει</q> δηλοῦσα τὴν περὶ τὸ ἦθος εὐτροπίαν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">εὐστροφίαν</foreign> R</note> ἐπὶ πολλὰ ταῖς χρείαις 
<milestone n="5" unit="tlnum"/> ἀμειβομένην. λέγωμεν οὖν ἐν ἡμῖν, ὅτι πολλὰ μέν, ὦ ἄνθρωπε, σοὶ καὶ τὸ σῶμα νοσήματα καὶ πάθη φύσει τʼ ἀνίησιν ἐξ ἑαυτοῦ καὶ προσπίπτοντα δέχεται θύραθεν· ἂν δὲ σαυτὸν ἔνδοθεν ἀνοίξῃς, ποικίλον τι καὶ πολυπαθὲς κακῶν ταμιεῖον εὑρήσεις 
<milestone n="10" unit="tlnum"/> καὶ θησαύρισμα, ὥς φησι Δημόκριτος,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">Δημοκριτος</foreign>] Mullach. 1 p. 346</note> οὐκ ἔξωθεν 
<milestone n="500e" unit="stephpage" xml:id="stephpage-500e"/> ἐπιρρεόντων, ἀλλʼ ὥσπερ ἐγγείους καὶ αὐτόχθονας πηγὰς ἐχόντων, ἃς ἀνίησιν ἡ κακία πολύχυτος καὶ δαψιλὴς; οὖσα τοῖς πάθεσιν. εἰ δὲ τὰ μὲν ἐν σαρκὶ νοσήματα σφυγμοῖς καὶ ὢχραις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὤχραις</foreign>] <foreign xml:lang="grc">χρόαις</foreign>?</note> ἐρυθαινόμενα φωρᾶται, 
<milestone n="15" unit="tlnum"/> καὶ θερμότητες αὐτὰ καὶ πόνοι προπετεῖς ἐλέγχουσι, τὰ δʼ ἐν ψυχῇ λανθάνει τοὺς πολλοὺς κακὰ ὄντα, διὰ τοῦτʼ ἐστι κακίω, προσαφαιρούμενα τὴν ἐπʼ αὐτοῖς τοῦ πάσχοντος αἴσθησιν. τῶν μὲν γὰρ 
<milestone n="500f" unit="stephpage" xml:id="stephpage-500f"/> περὶ τὸ σῶμα νοσημάτων ἐρρωμένος ὁ λογισμὸς 
<milestone n="20" unit="tlnum"/> αἰσθάνεται· τοῖς δὲ τῆς ψυχῆς συννοσῶν αὐτὸς οὐκ ἔχει κρίσιν ἐν οἷς πάσχει, πάσχει γὰρ ᾧ κρίνει· καὶ δεῖ τῶν ψυχικῶν πρῶτον καὶ μέγιστον ἀριθμεῖν τὴν ἄνοιαν,<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄνοιαν</foreign>] <foreign xml:lang="grc">ἄγνοιαν</foreign> W</note> διʼ ἧς ἀνήκεστος ἡ κακία τοῖς πολλοῖς συνοικεῖ καὶ συγκαταβιοῖ καὶ συναποθνῄσκει. ἀρχὴ γὰρ 
<milestone n="25" unit="tlnum"/> ἀπαλλαγῆς νόσου μὲν αἴσθησις εἰς χρείαν ἄγουσα τοῦ βοηθοῦντος τὸ πάσχον ὁ δʼ ἀπιστίᾳ τοῦ νοσεῖν οὐκ εἰδὼς ὧν δεῖται, κἂν παρῇ τὸ θεραπεῦον, ἀρνεῖται <pb xml:id="v.3.p.299"/> 
<milestone n="501a" unit="stephpage" xml:id="stephpage-501a"/>. καὶ γὰρ τῶν περὶ τὸ σῶμα νοσημάτων τὰ μετʼ ἀναισθησίας χείρονα, λήθαργοι κεφαλαλγίαι ἐπιληψίαι ἀποπληξίαι· αὐτοί τε πυρετοὶ συντείναντες εἰς παρακοπὴν τὸ φλεγμαῖνον καὶ τὴν αἴσθησιν 
<milestone n="5" unit="tlnum"/> ὥσπερ ἐν ὀργάνῳ διαταράξαντες <quote rend="blockquote"> κινοῦσι χορδὰς τὰς ἀκινήτους φρενῶν. </quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Nauck. p. 907</note> </p></div><div n="3" subtype="section" type="textpart"><p rend="indent"> διὸ παῖδες ἰατρῶν βούλονται μὲν μὴ νοσεῖν τὸν ἄνθρωπον, νοσοῦντα δὲ μὴ ἀγνοεῖν ὅτι νοσεῖ· ὃ τοῖς ψυχικοῖς πάθεσι πᾶσι συμβέβηκεν. οὔτε γὰρ 
<milestone n="10" unit="tlnum"/> ἀφραίνοντες οὔτʼ ἀσελγαίνοντες οὔτʼ ἀδικοπραγοῦντες ἁμαρτάνειν δοκοῦσιν, ἀλλʼ ἔνιοι καὶ κατορθοῦν. 
<milestone n="501b" unit="stephpage" xml:id="stephpage-501b"/> πυρετὸν μὲν γὰρ οὐδεὶς ὑγίειαν ὠνόμασεν οὐδὲ φθίσιν εὐεξίαν οὐδὲ ποδάγραν ποδώκειαν οὐδʼ ὠχρίασιν ἐρύθημα, θυμὸν δὲ πολλοὶ καλοῦσιν ἀνδρείαν καὶ 
<milestone n="15" unit="tlnum"/> ἔρωτα φιλίαν καὶ φθόνον ἅμιλλαν καὶ δειλίαν ἀσφάλειαν. εἶθʼ οἱ μὲν καλοῦσι τοὺς ἰατρούς, αἰσθάνονται γὰρ ὧν δέονται πρὸς ἃ νοσοῦσιν οἱ δὲ φεύγουσι τοὺς φιλοσόφους, οἴονται γὰρ ἐπιτυγχάνειν ἐν οἷς διαμαρτάνουσιν. ἐπεὶ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐπεὶ</foreign> X: <foreign xml:lang="grc">ἐπὶ</foreign> </note> τούτῳ γε τῷ λόγῳ χρώμενοι 
<milestone n="20" unit="tlnum"/> λέγομεν, ὅτι κουφότερόν ἐστιν ὀφθαλμία μανίας καὶ ποδάγρα φρενίτιδος. ὁ μὲν γὰρ αἰσθάνεται καὶ καλεῖ τὸν ἰατρὸν κεκραγώς καὶ παρόντι τὴν ὄψιν ἀλεῖψαι παρέχει, τὴν φλέβα τεμεῖν, τὴν κεφαλὴν θεραπεῦσαι 
<milestone n="501c" unit="stephpage" xml:id="stephpage-501c"/> παραδίδωσιν τῆς δὲ μαινομένης Ἀγαύης ἀκούεις 
<milestone n="25" unit="tlnum"/> ὑπὸ τοῦ πάθους τὰ φίλτατʼ ἠγνοηκυίας, <quote rend="blockquote"><l> ἄγομεν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἄγομεν</foreign>] <foreign xml:lang="grc">φέρομεν</foreign> Euripides</note> ἐξ ὄρεος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐξ ὀρέων</foreign> idem</note><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Eurip. <title>Bacch.</title> 1169</note> <pb xml:id="v.3.p.300"/> </l><l> ἕλικα νεότομον ἐπὶ μέλαθρα, </l><l> μακάριον θήραμα.<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">μακαρίαν θήραν</foreign> Vita Crass. c. 33 et Euripides</note> </l></quote> Καὶ γὰρ ὁ μὲν τῷ σώματι νοσῶν εὐθὺς ἐνδοὺς καὶ καθεὶς εἰς τὸ κλινίδιον ἑαυτὸν ἡσυχίαν ἄγει θεραπευόμενος· 
<milestone n="5" unit="tlnum"/> ἂν δέ που μικρὸν ἐξᾴξῃ<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ἐξάξῃ</foreign> Duebnerus: <foreign xml:lang="grc">ἐξάξῃ</foreign> </note> καὶ διασκιρτήσῃ τὸ σῶμα φλεγμονῆς προσπεσούσης, εἰπών τις τῶν παρακαθημένων πράως <quote rend="blockquote"> μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις</quote><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Eur. <title>Or.</title> 258</note> ἐπέστησε καὶ κατέσχεν. οἱ δʼ ἐν τοῖς ψυχικοῖς πάθεσιν 
<milestone n="10" unit="tlnum"/> ὄντες, τότε<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">τότε</foreign>] <foreign xml:lang="grc">ὅτε</foreign>?</note> μάλιστα πράττουσι, τόθʼ ἥκιστα ἡσυχάζουσιν αἱ γὰρ ὁρμαὶ τῶν πράξεων ἀρχή, τὰ 
<milestone n="501d" unit="stephpage" xml:id="stephpage-501d"/> δὲ πάθη σφοδρότητες ὁρμῶν. διὸ τὴν ψυχὴν ἠρεμεῖν οὐκ ἐῶσιν, ἀλλʼ ὅτε μάλιστα δεῖται μονῆς καὶ σιωπῆς καὶ ὑποστολῆς ὁ ἄνθρωπος, τότʼ αὐτὸν εἰς 
<milestone n="15" unit="tlnum"/> ὕπαιθρον ἕλκουσι, τότʼ ἀποκαλύπτουσιν οἱ θυμοὶ αἱ φιλονεικίαι οἱ ἔρωτες αἱ λῦπαι, πολλὰ καὶ δρᾶν ἄνομα καὶ λαλεῖν ἀνάρμοστα τοῖς καιροῖς ἀναγκαζόμενον. </p></div><div n="4" subtype="section" type="textpart"><p rend="indent">ὥσπερ γὰρ ἐπισφαλέστερος χειμὼν τοῦ πλεῖν 
<milestone n="20" unit="tlnum"/> οὐκ ἐῶντος ὁ κωλύων καθορμίσασθαι· οὕτως οἱ κατὰ ψυχὴν χειμῶνες βαρύτεροι στείλασθαι<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">οἱ στείλασθαι</foreign> R</note> τὸν ἄνθρωπον οὐκ ἐῶντες οὐδʼ ἐπιστῆσαι τεταραγμένον τὸν λογισμόν· ἀλλʼ ἀκυβέρνητος καὶ ἀνερμάτιστος ἐν ταραχῇ καὶ πλάνῃ δρόμοις ὀλεθρίοις<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὀλεθρίοις</foreign>] <foreign xml:lang="grc">ἐναντίοις</foreign> Duebnerus</note> καὶ παραφόροις 
<milestone n="25" unit="tlnum"/> 
<milestone n="501e" unit="stephpage" xml:id="stephpage-501e"/> διατραχηλιζόμενος εἴς τι ναυάγιον φοβερὸν ἐξέπεσε <pb xml:id="v.3.p.301"/> καὶ συνέτριψε τὸν ἑαυτοῦ βίον. ὥστε καὶ διὰ ταῦτα<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">καὶ διὰ ταῦτα</foreign>] dubito an non glossema sit sive hoc sive <foreign xml:lang="grc">καὶ τούτοις</foreign></note> καὶ τούτοις χεῖρον νοσεῖν ταῖς ψυχαῖς ἢ τοῖς σώμασιν· τοῖς μὲν γὰρ πάσχειν μόνον τοῖς δὲ καὶ πάσχειν καὶ ποιεῖν κακῶς συμβέβηκε. καὶ τί δεῖ τὰ 
<milestone n="5" unit="tlnum"/> πολλὰ λέγειν τῶν παθῶν, ὧν αὐτὸς ὁ καιρὸς ὑπόμνησίς ἐστιν; ὁρᾶτε τὸν πολὺν καὶ παμμιγῆ τοῦτον τὸν ἐνταῦθα συνηραγμένον καὶ κυκώμενον ὄχλον περὶ τὸ βῆμα καὶ τὴν ἀγοράν; οὐ θύσοντες οὗτοι 
<milestone n="501f" unit="stephpage" xml:id="stephpage-501f"/> συνεληλύθασι πατρίοις θεοῖς οὐδʼ ὁμογνίων μεθέξοντες 
<milestone n="10" unit="tlnum"/> ἱερῶν ἀλλήλοις, οὐκ Ἀσκραίῳ Διὶ Λυδίων καρπῶν ἀπαρχὰς φέροντες οὐδὲ Διονύσῳ βεβακχευμένον θύσθλον ἱεραῖς νυξὶ καὶ κοινοῖς ὀργιάσοντες<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat"><foreign xml:lang="grc">ὀργιάσοντες</foreign> *: <foreign xml:lang="grc">ὁργιάσοντες</foreign> </note> κώμοις· ἀλλʼ ὥσπερ ἐτησίοις περιόδοις ἀκμὴ νοσήματος ἐκτραχύνασα τὴν Ἀσίαν ἐπὶ δίκας καὶ ἀγῶνας 
<milestone n="15" unit="tlnum"/> 
<milestone n="502a" unit="stephpage" xml:id="stephpage-502a"/> ἐμπροθέσμως ἥκουσαν ἐνταῦθα συμβάλλει· καὶ πλῆθος<note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">supplendumne <foreign xml:lang="grc">καὶ πραγμάτων πλῆθος</foreign> an <foreign xml:lang="grc">ἀθρόων πραγμάτων</foreign>? dubium</note> ὥσπερ ῥευμάτων ἀθρόων εἰς μίαν ἐμπέπτωκεν ἀγορὰν καὶ φλεγμαίνει καὶ· συνέρρωγεν <q>ὀλλύντων τε καὶ ὀλλυμένων</q><note anchored="true" place="unspecified" resp="editor" xml:lang="lat">Hom. <foreign xml:lang="grc">Δ</foreign> 451</note> ποίων ταῦτα πυρετῶν ἔργα ποίων δʼ ἠπιάλων; τίνες ἐνστάσεις ἢ παρεμπτώσεις 
<milestone n="20" unit="tlnum"/> ἢ δυσκρασία θερμῶν ἢ ὑπέρχυσις ὑγρῶν; ἂν ἑκάστην δίκην ὥσπερ ἄνθρωπον ἀνακρίνῃς πόθεν πέφυκε πόθεν ἥκει, τὴν μὲν θυμὸς αὐθάδης γεγέννηκε τὴν δὲ μανιώδης φιλονεικία τὴν δʼ ἄδικος ἐπιθυμία <gap reason="lost"/>. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>