<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:9</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2:9</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg097.perseus-grc2"><div type="textpart" subtype="section" n="9"><p rend="indent">ταυτὶ μὲν οὖν ἔστω προοίμια τοῦ λόγου παντός. ἀρχὴν δὲ τῆς
               διδασκαλίας; μὴ τὴν νέμησιν τῶν
<milestone unit="tlnum" n="5"/> πατρῴων,
               ὥσπερ ἕτεροι, λάβωμεν, ἀλλὰ τὴν ἔτι ζώντων ἁμαρτανομένην τῶν γονέων
               ἅμιλλαν καὶ ζηλοτυπίαν. οἱ μὲν γὰρ ἔφοροι, τοῦ Ἀγησιλάου τῶν
               ἀποδεικνυμένων ἀεὶ γερόντων ἑκάστῳ βοῦν ἀριστεῖον πέμποντος, ἐζημίωσαν
               αὐτὸν αἰτίαν ὑπειπόντες, ὅτι
<milestone unit="tlnum" n="10"/> τοὺς· κοινοὺς
               ἰδίους κτᾶται δημαγωγῶν καὶ χαριζόμενος· υἱῷ δʼ ἄν τις παραινέσειε
               θεραπεύειν γονεῖς
<milestone unit="stephpage" xml:id="stephpage-482e" n="482e"/> μὴ
               κτώμενον ἑαυτῷ μόνῳ μηδʼ εἰς ἑαυτὸν ἀποστρέφοντα τὴν εὔνοιαν· ᾧ
               τρόπῳ πολλοὶ καταδημαγωγοῦσι τοὺς ἀδελφούς, εὐπρεπῆ πρόφασιν οὐ δικαίαν
<milestone unit="tlnum" n="15"/> δὲ τῆς πλεονεξίας ταύτης ἔχοντες. τὸ γὰρ
               μέγιστον τῶν πατρῴων καὶ κάλλιστον ἀποστεροῦσιν αὐτούς, τὴν εὔνοιαν,
               ἀνελευθέρως καὶ πανούργως ὑποτρέχοντες, ἐν καιρῷ ταῖς ἐκείνων ἀσχολίαις
               καὶ ἀγνοίαις ἐπιτιθέμενοι καὶ μάλιστα παρέχοντες εὐτάκτους καὶ
<milestone unit="tlnum" n="20"/> κατηκόους αὑτοὺς καὶ σώφρονας, ἐν οἷς ἐκείνους
               ἁμαρτάνοντας ἢ δοκοῦντας ὁρῶσι. δεῖ δὲ τοὐναντίον, ὅπου μὲν ὀργή,
               συνεκδέχεσθαι καὶ συνυποδύεσθαι καθάπερ τῷ συνεργεῖν ποιοῦντα κουφοτέραν,
<milestone unit="stephpage" xml:id="stephpage-482f" n="482f"/> ὑπουργίαις δὲ καὶ
               χάρισι συνεισποιεῖν ἁμωσγέπως
<milestone unit="tlnum" n="25"/> τὸν ἀδελφόν·
               ἐλλείποντος δέ που, καιρὸν ἢ<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ἢ</foreign> X</note> πρᾶξιν ἑτέραν ἢ τὴν φύσιν αἰτιᾶσθαι, ὡς
               μᾶλλον πρὸς ἄλλα χρησιμωτέραν καὶ σεμνοτέραν<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">σεμνοτέραν</foreign>] <foreign xml:lang="grc">ἀνυσιμωτέραν</foreign>?</note> οὖσαν. εὖ δʼ ἔχει καὶ τὸ
               τοῦ Ἀγαμέμνονος, ὡς <pb xml:id="v.3.p.254"/>
<quote rend="blockquote"><l> οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο, </l><note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng">Hom. K 122</note><l> ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν</l></quote>
<milestone unit="stephpage" xml:id="stephpage-483a" n="483a"/> κἀμοὶ τοῦτο παραδοὺς
               τὸ καθῆκον. ἡδέως δὲ καὶ τῶν ὀνομάτων τὰς μεταθέσεις οἱ πατέρες
               προσδέχονται
<milestone unit="tlnum" n="5"/> καὶ πιστεύουσι τοῖς υἱοῖς,
               ἁπλότητα μὲν τὴν ῥᾳθυμίαν τῶν ἀδελφῶν ὀνομάζουσιν ὀρθότητα δὲ τὴν
               σκαιότητα, τὸ δὲ φιλόνεικον ἀκαταφρόνητον ὥστε τῷ διαλλάσσοντι περίεστι
               τὴν πρὸς τὸν ἀδελφὸν ὀργὴν ἐλαττοῦν ἅμα καὶ τὴν πρὸς ἑαυτὸν εὔνοιαν
<milestone unit="tlnum" n="10"/> αὔξειν τοῦ πατρός. </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>